17 συνήγαγεν ἔξωθεν τὴν ὑπόστασίν σου κατοικου̃σα ἐν ἐκλεκτοι̃ς |
18 ὅτι τάδε λέγει κύριος ἰδοὺ ἐγὼ σκελίζω τοὺς κατοικου̃ντας τὴν γη̃ν ταύτην ἐν θλίψει ὅπως εὑρεθη̨̃ ἡ πληγή σου |
19 οὐαὶ ἐπὶ συντρίμματί σου ἀλγηρὰ ἡ πληγή σου κἀγὼ εἰ̃πα ὄντως του̃το τὸ τραυ̃μά μου καὶ κατέλαβέν με |
20 ἡ σκηνή μου ἐταλαιπώρησεν ὤλετο καὶ πα̃σαι αἱ δέρρεις μου διεσπάσθησαν οἱ υἱοί μου καὶ τὰ πρόβατά μου οὔκ εἰσιν οὐκ ἔστιν ἔτι τόπος τη̃ς σκηνη̃ς μου τόπος τω̃ν δέρρεών μου |
21 ὅτι οἱ ποιμένες ἠφρονεύσαντο καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν διὰ του̃το οὐκ ἐνόησεν πα̃σα ἡ νομὴ καὶ διεσκορπίσθησαν |
22 φωνὴ ἀκοη̃ς ἰδοὺ ἔρχεται καὶ σεισμὸς μέγας ἐκ γη̃ς βορρα̃ του̃ τάξαι τὰς πόλεις Ιουδα εἰς ἀφανισμὸν καὶ κοίτην στρουθω̃ν |
23 οἰ̃δα κύριε ὅτι οὐχὶ του̃ ἀνθρώπου ἡ ὁδὸς αὐτου̃ οὐδὲ ἀνὴρ πορεύσεται καὶ κατορθώσει πορείαν αὐτου̃ |
24 παίδευσον ἡμα̃ς κύριε πλὴν ἐν κρίσει καὶ μὴ ἐν θυμω̨̃ ἵνα μὴ ὀλίγους ἡμα̃ς ποιήση̨ς |
25 ἔκχεον τὸν θυμόν σου ἐπὶ ἔθνη τὰ μὴ εἰδότα σε καὶ ἐπὶ γενεὰς αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο ὅτι κατέφαγον τὸν Ιακωβ καὶ ἐξανήλωσαν αὐτὸν καὶ τὴν νομὴν αὐτου̃ ἠρήμωσαν |