Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 11

1 ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν λέγων
2 ἀκούσατε τοὺς λόγους τη̃ς διαθήκης ταύτης καὶ λαλήσεις πρὸς ἄνδρας Ιουδα καὶ πρὸς τοὺς κατοικου̃ντας Ιερουσαλημ
3 καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἐπικατάρατος ὁ ἄνθρωπος ὃς οὐκ ἀκούσεται τω̃ν λόγων τη̃ς διαθήκης ταύτης
4 ἡ̃ς ἐνετειλάμην τοι̃ς πατράσιν ὑμω̃ν ἐν ἡμέρα̨ ἡ̨̃ ἀνήγαγον αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου ἐκ καμίνου τη̃ς σιδηρα̃ς λέγων ἀκούσατε τη̃ς φωνη̃ς μου καὶ ποιήσατε πάντα ὅσα ἐὰν ἐντείλωμαι ὑμι̃ν καὶ ἔσεσθέ μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι ὑμι̃ν εἰς θεόν
5 ὅπως στήσω τὸν ὅρκον μου ὃν ὤμοσα τοι̃ς πατράσιν ὑμω̃ν του̃ δου̃ναι αὐτοι̃ς γη̃ν ῥέουσαν γάλα καὶ μέλι καθὼς ἡ ἡμέρα αὕτη καὶ ἀπεκρίθην καὶ εἰ̃πα γένοιτο κύριε
6 καὶ εἰ̃πεν κύριος πρός με ἀνάγνωθι τοὺς λόγους τούτους ἐν πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ λέγων ἀκούσατε τοὺς λόγους τη̃ς διαθήκης ταύτης καὶ ποιήσατε αὐτούς
7 ...
8 καὶ οὐκ ἐποίησαν
9 καὶ εἰ̃πεν κύριος πρός με εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ιουδα καὶ ἐν τοι̃ς κατοικου̃σιν Ιερουσαλημ
10 ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τω̃ν πατέρων αὐτω̃ν τω̃ν πρότερον οἳ οὐκ ἤθελον εἰσακου̃σαι τω̃ν λόγων μου καὶ ἰδοὺ αὐτοὶ βαδίζουσιν ὀπίσω θεω̃ν ἀλλοτρίων του̃ δουλεύειν αὐτοι̃ς καὶ διεσκέδασαν οἰ̃κος Ισραηλ καὶ οἰ̃κος Ιουδα τὴν διαθήκην μου ἣν διεθέμην πρὸς τοὺς πατέρας αὐτω̃ν
11 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν του̃τον κακά ἐξ ὡ̃ν οὐ δυνήσονται ἐξελθει̃ν ἐξ αὐτω̃ν καὶ κεκράξονται πρός με καὶ οὐκ εἰσακούσομαι αὐτω̃ν
12 καὶ πορεύσονται πόλεις Ιουδα καὶ οἱ κατοικου̃ντες Ιερουσαλημ καὶ κεκράξονται πρὸς τοὺς θεούς οἱ̃ς αὐτοὶ θυμιω̃σιν αὐτοι̃ς μὴ σώσουσιν αὐτοὺς ἐν καιρω̨̃ τω̃ν κακω̃ν αὐτω̃ν
13 ὅτι κατ' ἀριθμὸν τω̃ν πόλεών σου ἠ̃σαν θεοί σου Ιουδα καὶ κατ' ἀριθμὸν ἐξόδων τη̃ς Ιερουσαλημ ἐτάξατε βωμοὺς θυμια̃ν τη̨̃ Βααλ
14 καὶ σὺ μὴ προσεύχου περὶ του̃ λαου̃ τούτου καὶ μὴ ἀξίου περὶ αὐτω̃ν ἐν δεήσει καὶ προσευχη̨̃ ὅτι οὐκ εἰσακούσομαι ἐν τω̨̃ καιρω̨̃ ἐν ὡ̨̃ ἐπικαλου̃νταί με ἐν καιρω̨̃ κακώσεως αὐτω̃ν
15 τί ἡ ἠγαπημένη ἐν τω̨̃ οἴκω̨ μου ἐποίησεν βδέλυγμα μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφελου̃σιν ἀπὸ σου̃ τὰς κακίας σου ἢ τούτοις διαφεύξη̨
16 ἐλαίαν ὡραίαν εὔσκιον τω̨̃ εἴδει ἐκάλεσεν κύριος τὸ ὄνομά σου εἰς φωνὴν περιτομη̃ς αὐτη̃ς ἀνήφθη πυ̃ρ ἐπ' αὐτήν μεγάλη ἡ θλι̃ψις ἐπὶ σέ ἠχρεώθησαν οἱ κλάδοι αὐτη̃ς
17 καὶ κύριος ὁ καταφυτεύσας σε ἐλάλησεν ἐπὶ σὲ κακὰ ἀντὶ τη̃ς κακίας οἴκου Ισραηλ καὶ οἴκου Ιουδα ὅτι ἐποίησαν ἑαυτοι̃ς του̃ παροργίσαι με ἐν τω̨̃ θυμια̃ν αὐτοὺς τη̨̃ Βααλ
18 κύριε γνώρισόν μοι καὶ γνώσομαι τότε εἰ̃δον τὰ ἐπιτηδεύματα αὐτω̃ν
19 ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον του̃ θύεσθαι οὐκ ἔγνων ἐπ' ἐμὲ ἐλογίσαντο λογισμὸν πονηρὸν λέγοντες δευ̃τε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτου̃ καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γη̃ς ζώντων καὶ τὸ ὄνομα αὐτου̃ οὐ μὴ μνησθη̨̃ ἔτι
20 κύριε κρίνων δίκαια δοκιμάζων νεφροὺς καὶ καρδίας ἴδοιμι τὴν παρὰ σου̃ ἐκδίκησιν ἐξ αὐτω̃ν ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου
21 διὰ του̃το τάδε λέγει κύριος ἐπὶ τοὺς ἄνδρας Αναθωθ τοὺς ζητου̃ντας τὴν ψυχήν μου τοὺς λέγοντας οὐ μὴ προφητεύση̨ς ἐπὶ τω̨̃ ὀνόματι κυρίου εἰ δὲ μή ἀποθανη̨̃ ἐν ται̃ς χερσὶν ἡμω̃ν
22 ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπ' αὐτούς οἱ νεανίσκοι αὐτω̃ν ἐν μαχαίρα̨ ἀποθανου̃νται καὶ οἱ υἱοὶ αὐτω̃ν καὶ αἱ θυγατέρες αὐτω̃ν τελευτήσουσιν ἐν λιμω̨̃
23 καὶ ἐγκατάλειμμα οὐκ ἔσται αὐτω̃ν ὅτι ἐπάξω κακὰ ἐπὶ τοὺς κατοικου̃ντας ἐν Αναθωθ ἐν ἐνιαυτω̨̃ ἐπισκέψεως αὐτω̃ν

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 12

1 δίκαιος εἰ̃ κύριε ὅτι ἀπολογήσομαι πρὸς σέ πλὴν κρίματα λαλήσω πρὸς σέ τί ὅτι ὁδὸς ἀσεβω̃ν εὐοδου̃ται εὐθήνησαν πάντες οἱ ἀθετου̃ντες ἀθετήματα
2 ἐφύτευσας αὐτοὺς καὶ ἐρριζώθησαν ἐτεκνοποίησαν καὶ ἐποίησαν καρπόν ἐγγὺς εἰ̃ σὺ του̃ στόματος αὐτω̃ν καὶ πόρρω ἀπὸ τω̃ν νεφρω̃ν αὐτω̃ν
3 καὶ σύ κύριε γινώσκεις με δεδοκίμακας τὴν καρδίαν μου ἐναντίον σου ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγη̃ς αὐτω̃ν
4 ἕως πότε πενθήσει ἡ γη̃ καὶ πα̃ς ὁ χόρτος του̃ ἀγρου̃ ξηρανθήσεται ἀπὸ κακίας τω̃ν κατοικούντων ἐν αὐτη̨̃ ἠφανίσθησαν κτήνη καὶ πετεινά ὅτι εἰ̃παν οὐκ ὄψεται ὁ θεὸς ὁδοὺς ἡμω̃ν
5 σου̃ οἱ πόδες τρέχουσιν καὶ ἐκλύουσίν σε πω̃ς παρασκευάση̨ ἐφ' ἵπποις καὶ ἐν γη̨̃ εἰρήνης σὺ πέποιθας πω̃ς ποιήσεις ἐν φρυάγματι του̃ Ιορδάνου
6 ὅτι καὶ οἱ ἀδελφοί σου καὶ ὁ οἰ̃κος του̃ πατρός σου καὶ οὑ̃τοι ἠθέτησάν σε καὶ αὐτοὶ ἐβόησαν ἐκ τω̃ν ὀπίσω σου ἐπισυνήχθησαν μὴ πιστεύση̨ς ἐν αὐτοι̃ς ὅτι λαλήσουσιν πρὸς σὲ καλά
7 ἐγκαταλέλοιπα τὸν οἰ̃κόν μου ἀφη̃κα τὴν κληρονομίαν μου ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χει̃ρας ἐχθρω̃ν αὐτη̃ς
8 ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμω̨̃ ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὐτη̃ς διὰ του̃το ἐμίσησα αὐτήν
9 μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοὶ ἢ σπήλαιον κύκλω̨ αὐτη̃ς βαδίσατε συναγάγετε πάντα τὰ θηρία του̃ ἀγρου̃ καὶ ἐλθέτωσαν του̃ φαγει̃ν αὐτήν
10 ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελω̃νά μου ἐμόλυναν τὴν μερίδα μου ἔδωκαν μερίδα ἐπιθυμητήν μου εἰς ἔρημον ἄβατον
11 ἐτέθη εἰς ἀφανισμὸν ἀπωλείας δι' ἐμὲ ἀφανισμω̨̃ ἠφανίσθη πα̃σα ἡ γη̃ ὅτι οὐκ ἔστιν ἀνὴρ τιθέμενος ἐν καρδία̨
12 ἐπὶ πα̃σαν διεκβολὴν ἐν τη̨̃ ἐρήμω̨ ἠ̃λθον ταλαιπωρου̃ντες ὅτι μάχαιρα του̃ κυρίου καταφάγεται ἀπ' ἄκρου τη̃ς γη̃ς ἕως ἄκρου τη̃ς γη̃ς οὐκ ἔστιν εἰρήνη πάση̨ σαρκί
13 σπείρατε πυροὺς καὶ ἀκάνθας θερίσατε οἱ κλη̃ροι αὐτω̃ν οὐκ ὠφελήσουσιν αὐτούς αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμω̃ν ἀπὸ ὀνειδισμου̃ ἔναντι κυρίου
14 ὅτι τάδε λέγει κύριος περὶ πάντων τω̃ν γειτόνων τω̃ν πονηρω̃ν τω̃ν ἁπτομένων τη̃ς κληρονομίας μου ἡ̃ς ἐμέρισα τω̨̃ λαω̨̃ μου Ισραηλ ἰδοὺ ἐγὼ ἀποσπω̃ αὐτοὺς ἀπὸ τη̃ς γη̃ς αὐτω̃ν καὶ τὸν Ιουδαν ἐκβαλω̃ ἐκ μέσου αὐτω̃ν
15 καὶ ἔσται μετὰ τὸ ἐκβαλει̃ν με αὐτοὺς ἐπιστρέψω καὶ ἐλεήσω αὐτοὺς καὶ κατοικιω̃ αὐτοὺς ἕκαστον εἰς τὴν κληρονομίαν αὐτου̃ καὶ ἕκαστον εἰς τὴν γη̃ν αὐτου̃
16 καὶ ἔσται ἐὰν μαθόντες μάθωσιν τὴν ὁδὸν του̃ λαου̃ μου του̃ ὀμνύειν τω̨̃ ὀνόματί μου ζη̨̃ κύριος καθὼς ἐδίδαξαν τὸν λαόν μου ὀμνύειν τη̨̃ Βααλ καὶ οἰκοδομηθήσονται ἐν μέσω̨ του̃ λαου̃ μου
17 ἐὰν δὲ μὴ ἐπιστρέψωσιν καὶ ἐξαρω̃ τὸ ἔθνος ἐκει̃νο ἐξάρσει καὶ ἀπωλεία̨

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 13

1 τάδε λέγει κύριος βάδισον καὶ κτη̃σαι σεαυτω̨̃ περίζωμα λινου̃ν καὶ περίθου περὶ τὴν ὀσφύν σου καὶ ἐν ὕδατι οὐ διελεύσεται
2 καὶ ἐκτησάμην τὸ περίζωμα κατὰ τὸν λόγον κυρίου καὶ περιέθηκα περὶ τὴν ὀσφύν μου
3 καὶ ἐγενήθη λόγος κυρίου πρός με λέγων
4 λαβὲ τὸ περίζωμα τὸ περὶ τὴν ὀσφύν σου καὶ ἀνάστηθι καὶ βάδισον ἐπὶ τὸν Εὐφράτην καὶ κατάκρυψον αὐτὸ ἐκει̃ ἐν τη̨̃ τρυμαλια̨̃ τη̃ς πέτρας
5 καὶ ἐπορεύθην καὶ ἔκρυψα αὐτὸ ἐν τω̨̃ Εὐφράτη̨ καθὼς ἐνετείλατό μοι κύριος
6 καὶ ἐγένετο μεθ' ἡμέρας πολλὰς καὶ εἰ̃πεν κύριος πρός με ἀνάστηθι βάδισον ἐπὶ τὸν Εὐφράτην καὶ λαβὲ ἐκει̃θεν τὸ περίζωμα ὃ ἐνετειλάμην σοι του̃ κατακρύψαι ἐκει̃
7 καὶ ἐπορεύθην ἐπὶ τὸν Εὐφράτην ποταμὸν καὶ ὤρυξα καὶ ἔλαβον τὸ περίζωμα ἐκ του̃ τόπου οὑ̃ κατώρυξα αὐτὸ ἐκει̃ καὶ ἰδοὺ διεφθαρμένον ἠ̃ν ὃ οὐ μὴ χρησθη̨̃ εἰς οὐθέν
8 καὶ ἐγενήθη λόγος κυρίου πρός με λέγων
9 τάδε λέγει κύριος οὕτω φθερω̃ τὴν ὕβριν Ιουδα καὶ τὴν ὕβριν Ιερουσαλημ
10 τὴν πολλὴν ταύτην ὕβριν τοὺς μὴ βουλομένους ὑπακούειν τω̃ν λόγων μου καὶ πορευθέντας ὀπίσω θεω̃ν ἀλλοτρίων του̃ δουλεύειν αὐτοι̃ς καὶ του̃ προσκυνει̃ν αὐτοι̃ς καὶ ἔσονται ὥσπερ τὸ περίζωμα του̃το ὃ οὐ χρησθήσεται εἰς οὐθέν
11 ὅτι καθάπερ κολλα̃ται τὸ περίζωμα περὶ τὴν ὀσφὺν του̃ ἀνθρώπου οὕτως ἐκόλλησα πρὸς ἐμαυτὸν τὸν οἰ̃κον του̃ Ισραηλ καὶ πα̃ν οἰ̃κον Ιουδα του̃ γενέσθαι μοι εἰς λαὸν ὀνομαστὸν καὶ εἰς καύχημα καὶ εἰς δόξαν καὶ οὐκ εἰσήκουσάν μου
12 καὶ ἐρει̃ς πρὸς τὸν λαὸν του̃τον πα̃ς ἀσκὸς πληρωθήσεται οἴνου καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ μὴ γνόντες οὐ γνωσόμεθα ὅτι πα̃ς ἀσκὸς πληρωθήσεται οἴνου
13 καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος ἰδοὺ ἐγὼ πληρω̃ τοὺς κατοικου̃ντας τὴν γη̃ν ταύτην καὶ τοὺς βασιλει̃ς αὐτω̃ν τοὺς καθημένους υἱοὺς Δαυιδ ἐπὶ θρόνου αὐτου̃ καὶ τοὺς ἱερει̃ς καὶ τοὺς προφήτας καὶ τὸν Ιουδαν καὶ πάντας τοὺς κατοικου̃ντας Ιερουσαλημ μεθύσματι
14 καὶ διασκορπιω̃ αὐτοὺς ἄνδρα καὶ τὸν ἀδελφὸν αὐτου̃ καὶ τοὺς πατέρας αὐτω̃ν καὶ τοὺς υἱοὺς αὐτω̃ν ἐν τω̨̃ αὐτω̨̃ οὐκ ἐπιποθήσω λέγει κύριος καὶ οὐ φείσομαι καὶ οὐκ οἰκτιρήσω ἀπὸ διαφθορα̃ς αὐτω̃ν
15 ἀκούσατε καὶ ἐνωτίσασθε καὶ μὴ ἐπαίρεσθε ὅτι κύριος ἐλάλησεν
16 δότε τω̨̃ κυρίω̨ θεω̨̃ ὑμω̃ν δόξαν πρὸ του̃ συσκοτάσαι καὶ πρὸς του̃ προσκόψαι πόδας ὑμω̃ν ἐπ' ὄρη σκοτεινὰ καὶ ἀναμενει̃τε εἰς φω̃ς καὶ ἐκει̃ σκιὰ θανάτου καὶ τεθήσονται εἰς σκότος
17 ἐὰν δὲ μὴ ἀκούσητε κεκρυμμένως κλαύσεται ἡ ψυχὴ ὑμω̃ν ἀπὸ προσώπου ὕβρεως καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ ὑμω̃ν δάκρυα ὅτι συνετρίβη τὸ ποίμνιον κυρίου
18 εἴπατε τω̨̃ βασιλει̃ καὶ τοι̃ς δυναστεύουσιν ταπεινώθητε καὶ καθίσατε ὅτι καθη̨ρέθη ἀπὸ κεφαλη̃ς ὑμω̃ν στέφανος δόξης ὑμω̃ν
19 πόλεις αἱ πρὸς νότον συνεκλείσθησαν καὶ οὐκ ἠ̃ν ὁ ἀνοίγων ἀπω̨κίσθη Ιουδας συνετέλεσεν ἀποικίαν τελείαν
20 ἀνάλαβε ὀφθαλμούς σου Ιερουσαλημ καὶ ἰδὲ τοὺς ἐρχομένους ἀπὸ βορρα̃ που̃ ἐστιν τὸ ποίμνιον ὃ ἐδόθη σοι πρόβατα δόξης σου
21 τί ἐρει̃ς ὅταν ἐπισκέπτωνταί σε καὶ σὺ ἐδίδαξας αὐτοὺς ἐπὶ σὲ μαθήματα εἰς ἀρχήν οὐκ ὠδι̃νες καθέξουσίν σε καθὼς γυναι̃κα τίκτουσαν
22 καὶ ἐὰν εἴπη̨ς ἐν τη̨̃ καρδία̨ σου διὰ τί ἀπήντησέν μοι ταυ̃τα διὰ τὸ πλη̃θος τη̃ς ἀδικίας σου ἀνεκαλύφθη τὰ ὀπίσθιά σου παραδειγματισθη̃ναι τὰς πτέρνας σου
23 εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτου̃ καὶ πάρδαλις τὰ ποικίλματα αὐτη̃ς καὶ ὑμει̃ς δυνήσεσθε εὐ̃ ποιη̃σαι μεμαθηκότες τὰ κακά
24 καὶ διέσπειρα αὐτοὺς ὡς φρύγανα φερόμενα ὑπὸ ἀνέμου εἰς ἔρημον
25 οὑ̃τος ὁ κλη̃ρός σου καὶ μερὶς του̃ ἀπειθει̃ν ὑμα̃ς ἐμοί λέγει κύριος ὡς ἐπελάθου μου καὶ ἤλπισας ἐπὶ ψεύδεσιν
26 κἀγὼ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου καὶ ὀφθήσεται ἡ ἀτιμία σου
27 καὶ ἡ μοιχεία σου καὶ ὁ χρεμετισμός σου καὶ ἡ ἀπαλλοτρίωσις τη̃ς πορνείας σου ἐπὶ τω̃ν βουνω̃ν καὶ ἐν τοι̃ς ἀγροι̃ς ἑώρακα τὰ βδελύγματά σου οὐαί σοι Ιερουσαλημ ὅτι οὐκ ἐκαθαρίσθης ὀπίσω μου ἕως τίνος ἔτι

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 14

1 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν περὶ τη̃ς ἀβροχίας
2 ἐπένθησεν ἡ Ιουδαία καὶ αἱ πύλαι αὐτη̃ς ἐκενώθησαν καὶ ἐσκοτώθησαν ἐπὶ τη̃ς γη̃ς καὶ ἡ κραυγὴ τη̃ς Ιερουσαλημ ἀνέβη
3 καὶ οἱ μεγιστα̃νες αὐτη̃ς ἀπέστειλαν τοὺς νεωτέρους αὐτω̃ν ἐφ' ὕδωρ ἤλθοσαν ἐπὶ τὰ φρέατα καὶ οὐχ εὕροσαν ὕδωρ καὶ ἀπέστρεψαν τὰ ἀγγει̃α αὐτω̃ν κενά
4 καὶ τὰ ἔργα τη̃ς γη̃ς ἐξέλιπεν ὅτι οὐκ ἠ̃ν ὑετός ἠ̨σχύνθησαν γεωργοί ἐπεκάλυψαν τὴν κεφαλὴν αὐτω̃ν
5 καὶ ἔλαφοι ἐν ἀγρω̨̃ ἔτεκον καὶ ἐγκατέλιπον ὅτι οὐκ ἠ̃ν βοτάνη
6 ὄνοι ἄγριοι ἔστησαν ἐπὶ νάπας εἵλκυσαν ἄνεμον ἐξέλιπον οἱ ὀφθαλμοὶ αὐτω̃ν ὅτι οὐκ ἠ̃ν χόρτος ἀπὸ λαου̃ ἀδικίας
7 εἰ αἱ ἁμαρτίαι ἡμω̃ν ἀντέστησαν ἡμι̃ν κύριε ποίησον ἡμι̃ν ἕνεκεν σου̃ ὅτι πολλαὶ αἱ ἁμαρτίαι ἡμω̃ν ἐναντίον σου̃ ὅτι σοὶ ἡμάρτομεν
8 ὑπομονὴ Ισραηλ κύριε καὶ σώ̨ζεις ἐν καιρω̨̃ κακω̃ν ἵνα τί ἐγενήθης ὡσεὶ πάροικος ἐπὶ τη̃ς γη̃ς καὶ ὡς αὐτόχθων ἐκκλίνων εἰς κατάλυμα
9 μὴ ἔση̨ ὥσπερ ἄνθρωπος ὑπνω̃ν ἢ ὡς ἀνὴρ οὐ δυνάμενος σώ̨ζειν καὶ σὺ ἐν ἡμι̃ν εἰ̃ κύριε καὶ τὸ ὄνομά σου ἐπικέκληται ἐφ' ἡμα̃ς μὴ ἐπιλάθη̨ ἡμω̃ν
10 οὕτως λέγει κύριος τω̨̃ λαω̨̃ τούτω̨ ἠγάπησαν κινει̃ν πόδας αὐτω̃ν καὶ οὐκ ἐφείσαντο καὶ ὁ θεὸς οὐκ εὐδόκησεν ἐν αὐτοι̃ς νυ̃ν μνησθήσεται τω̃ν ἀδικιω̃ν αὐτω̃ν
11 καὶ εἰ̃πεν κύριος πρός με μὴ προσεύχου περὶ του̃ λαου̃ τούτου εἰς ἀγαθά
12 ὅτι ἐὰν νηστεύσωσιν οὐκ εἰσακούσομαι τη̃ς δεήσεως αὐτω̃ν καὶ ἐὰν προσενέγκωσιν ὁλοκαυτώματα καὶ θυσίας οὐκ εὐδοκήσω ἐν αὐτοι̃ς ὅτι ἐν μαχαίρα̨ καὶ ἐν λιμω̨̃ καὶ ἐν θανάτω̨ ἐγὼ συντελέσω αὐτούς
13 καὶ εἰ̃πα ὠ̃ κύριε ἰδοὺ οἱ προφη̃ται αὐτω̃ν προφητεύουσιν καὶ λέγουσιν οὐκ ὄψεσθε μάχαιραν οὐδὲ λιμὸς ἔσται ἐν ὑμι̃ν ὅτι ἀλήθειαν καὶ εἰρήνην δώσω ἐπὶ τη̃ς γη̃ς καὶ ἐν τω̨̃ τόπω̨ τούτω̨
14 καὶ εἰ̃πεν κύριος πρός με ψευδη̃ οἱ προφη̃ται προφητεύουσιν ἐπὶ τω̨̃ ὀνόματί μου οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοι̃ς καὶ οὐκ ἐλάλησα πρὸς αὐτούς ὅτι ὁράσεις ψευδει̃ς καὶ μαντείας καὶ οἰωνίσματα καὶ προαιρέσεις καρδίας αὐτω̃ν αὐτοὶ προφητεύουσιν ὑμι̃ν
15 διὰ του̃το τάδε λέγει κύριος περὶ τω̃ν προφητω̃ν τω̃ν προφητευόντων ἐπὶ τω̨̃ ὀνόματί μου ψευδη̃ καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτούς οἳ λέγουσιν μάχαιρα καὶ λιμὸς οὐκ ἔσται ἐπὶ τη̃ς γη̃ς ταύτης ἐν θανάτω̨ νοσερω̨̃ ἀποθανου̃νται καὶ ἐν λιμω̨̃ συντελεσθήσονται οἱ προφη̃ται
16 καὶ ὁ λαός οἱ̃ς αὐτοὶ προφητεύουσιν αὐτοι̃ς καὶ ἔσονται ἐρριμμένοι ἐν ται̃ς διόδοις Ιερουσαλημ ἀπὸ προσώπου μαχαίρας καὶ του̃ λιμου̃ καὶ οὐκ ἔσται ὁ θάπτων αὐτούς καὶ αἱ γυναι̃κες αὐτω̃ν καὶ οἱ υἱοὶ αὐτω̃ν καὶ αἱ θυγατέρες αὐτω̃ν καὶ ἐκχεω̃ ἐπ' αὐτοὺς τὰ κακὰ αὐτω̃ν
17 καὶ ἐρει̃ς πρὸς αὐτοὺς τὸν λόγον του̃τον καταγάγετε ἐπ' ὀφθαλμοὺς ὑμω̃ν δάκρυα ἡμέρας καὶ νυκτός καὶ μὴ διαλιπέτωσαν ὅτι συντρίμματι συνετρίβη θυγάτηρ λαου̃ μου καὶ πληγη̨̃ ὀδυνηρα̨̃ σφόδρα
18 ἐὰν ἐξέλθω εἰς τὸ πεδίον καὶ ἰδοὺ τραυματίαι μαχαίρας καὶ ἐὰν εἰσέλθω εἰς τὴν πόλιν καὶ ἰδοὺ πόνος λιμου̃ ὅτι ἱερεὺς καὶ προφήτης ἐπορεύθησαν εἰς γη̃ν ἣν οὐκ ἤ̨δεισαν
19 μὴ ἀποδοκιμάζων ἀπεδοκίμασας τὸν Ιουδαν καὶ ἀπὸ Σιων ἀπέστη ἡ ψυχή σου ἵνα τί ἔπαισας ἡμα̃ς καὶ οὐκ ἔστιν ἡμι̃ν ἴασις ὑπεμείναμεν εἰς εἰρήνην καὶ οὐκ ἠ̃ν ἀγαθά εἰς καιρὸν ἰάσεως καὶ ἰδοὺ ταραχή
20 ἔγνωμεν κύριε ἁμαρτήματα ἡμω̃ν ἀδικίας πατέρων ἡμω̃ν ὅτι ἡμάρτομεν ἐναντίον σου
21 κόπασον διὰ τὸ ὄνομά σου μὴ ἀπολέση̨ς θρόνον δόξης σου μνήσθητι μὴ διασκεδάση̨ς τὴν διαθήκην σου τὴν μεθ' ἡμω̃ν
22 μὴ ἔστιν ἐν εἰδώλοις τω̃ν ἐθνω̃ν ὑετίζων καὶ εἰ ὁ οὐρανὸς δώσει πλησμονὴν αὐτου̃ οὐχὶ σὺ εἰ̃ αὐτός καὶ ὑπομενου̃μέν σε ὅτι σὺ ἐποίησας πάντα ταυ̃τα

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 15

1 καὶ εἰ̃πεν κύριος πρός με ἐὰν στη̨̃ Μωυση̃ς καὶ Σαμουηλ πρὸ προσώπου μου οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς ἐξαπόστειλον τὸν λαὸν του̃τον καὶ ἐξελθέτωσαν
2 καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ που̃ ἐξελευσόμεθα καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος ὅσοι εἰς θάνατον εἰς θάνατον καὶ ὅσοι εἰς μάχαιραν εἰς μάχαιραν καὶ ὅσοι εἰς λιμόν εἰς λιμόν καὶ ὅσοι εἰς αἰχμαλωσίαν εἰς αἰχμαλωσίαν
3 καὶ ἐκδικήσω ἐπ' αὐτοὺς τέσσαρα εἴδη λέγει κύριος τὴν μάχαιραν εἰς σφαγὴν καὶ τοὺς κύνας εἰς διασπασμὸν καὶ τὰ θηρία τη̃ς γη̃ς καὶ τὰ πετεινὰ του̃ οὐρανου̃ εἰς βρω̃σιν καὶ εἰς διαφθοράν
4 καὶ παραδώσω αὐτοὺς εἰς ἀνάγκας πάσαις ται̃ς βασιλείαις τη̃ς γη̃ς διὰ Μανασση υἱὸν Εζεκιου βασιλέα Ιουδα περὶ πάντων ὡ̃ν ἐποίησεν ἐν Ιερουσαλημ
5 τίς φείσεται ἐπὶ σοί Ιερουσαλημ καὶ τίς δειλιάσει ἐπὶ σοί ἢ τίς ἀνακάμψει εἰς εἰρήνην σοι
6 σὺ ἀπεστράφης με λέγει κύριος ὀπίσω πορεύση̨ καὶ ἐκτενω̃ τὴν χει̃ρά μου καὶ διαφθερω̃ σε καὶ οὐκέτι ἀνήσω αὐτούς
7 καὶ διασπερω̃ αὐτοὺς ἐν διασπορα̨̃ ἐν πύλαις λαου̃ μου ἠτεκνώθησαν ἀπώλεσαν τὸν λαόν μου διὰ τὰς κακίας αὐτω̃ν
8 ἐπληθύνθησαν χη̃ραι αὐτω̃ν ὑπὲρ τὴν ἄμμον τη̃ς θαλάσσης ἐπήγαγον ἐπὶ μητέρα νεανίσκου ταλαιπωρίαν ἐν μεσημβρία̨ ἐπέρριψα ἐπ' αὐτὴν ἐξαίφνης τρόμον καὶ σπουδήν
9 ἐκενώθη ἡ τίκτουσα ἑπτά ἀπεκάκησεν ἡ ψυχὴ αὐτη̃ς ἐπέδυ ὁ ἥλιος αὐτη̨̃ ἔτι μεσούσης τη̃ς ἡμέρας κατη̨σχύνθη καὶ ὠνειδίσθη τοὺς καταλοίπους αὐτω̃ν εἰς μάχαιραν δώσω ἐναντίον τω̃ν ἐχθρω̃ν αὐτω̃ν
10 οἴμμοι ἐγώ μη̃τερ ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάση̨ τη̨̃ γη̨̃ οὔτε ὠφέλησα οὔτε ὠφέλησέν με οὐδείς ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοι̃ς καταρωμένοις με
11 γένοιτο δέσποτα κατευθυνόντων αὐτω̃ν εἰ μὴ παρέστην σοι ἐν καιρω̨̃ τω̃ν κακω̃ν αὐτω̃ν καὶ ἐν καιρω̨̃ θλίψεως αὐτω̃ν εἰς ἀγαθὰ πρὸς τὸν ἐχθρόν
12 εἰ γνωσθήσεται σίδηρος καὶ περιβόλαιον χαλκου̃ν
13 ἡ ἰσχύς σου καὶ τοὺς θησαυρούς σου εἰς προνομὴν δώσω ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου καὶ ἐν πα̃σι τοι̃ς ὁρίοις σου
14 καὶ καταδουλώσω σε κύκλω̨ τοι̃ς ἐχθροι̃ς σου ἐν τη̨̃ γη̨̃ ἡ̨̃ οὐκ ἤ̨δεις ὅτι πυ̃ρ ἐκκέκαυται ἐκ του̃ θυμου̃ μου ἐφ' ὑμα̃ς καυθήσεται
15 κύριε μνήσθητί μου καὶ ἐπίσκεψαί με καὶ ἀθώ̨ωσόν με ἀπὸ τω̃ν καταδιωκόντων με μὴ εἰς μακροθυμίαν γνω̃θι ὡς ἔλαβον περὶ σου̃ ὀνειδισμὸν
16 ὑπὸ τω̃ν ἀθετούντων τοὺς λόγους σου συντέλεσον αὐτούς καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπ' ἐμοί κύριε παντοκράτωρ
17 οὐκ ἐκάθισα ἐν συνεδρίω̨ αὐτω̃ν παιζόντων ἀλλὰ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου κατὰ μόνας ἐκαθήμην ὅτι πικρίας ἐνεπλήσθην
18 ἵνα τί οἱ λυπου̃ντές με κατισχύουσίν μου ἡ πληγή μου στερεά πόθεν ἰαθήσομαι γινομένη ἐγενήθη μοι ὡς ὕδωρ ψευδὲς οὐκ ἔχον πίστιν
19 διὰ του̃το τάδε λέγει κύριος ἐὰν ἐπιστρέψη̨ς καὶ ἀποκαταστήσω σε καὶ πρὸ προσώπου μου στήση̨ καὶ ἐὰν ἐξαγάγη̨ς τίμιον ἀπὸ ἀναξίου ὡς στόμα μου ἔση̨ καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σέ καὶ σὺ οὐκ ἀναστρέψεις πρὸς αὐτούς
20 καὶ δώσω σε τω̨̃ λαω̨̃ τούτω̨ ὡς τει̃χος ὀχυρὸν χαλκου̃ν καὶ πολεμήσουσιν πρὸς σὲ καὶ οὐ μὴ δύνωνται πρὸς σέ διότι μετὰ σου̃ εἰμι του̃ σώ̨ζειν σε
21 καὶ ἐξαιρει̃σθαί σε ἐκ χειρὸς πονηρω̃ν καὶ λυτρώσομαί σε ἐκ χειρὸς λοιμω̃ν

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 16

1 καὶ σὺ μὴ λάβη̨ς γυναι̃κα λέγει κύριος ὁ θεὸς Ισραηλ
2 καὶ οὐ γεννηθήσεταί σοι υἱὸς οὐδὲ θυγάτηρ ἐν τω̨̃ τόπω̨ τούτω̨
3 ὅτι τάδε λέγει κύριος περὶ τω̃ν υἱω̃ν καὶ περὶ τω̃ν θυγατέρων τω̃ν γεννωμένων ἐν τω̨̃ τόπω̨ τούτω̨ καὶ περὶ τω̃ν μητέρων αὐτω̃ν τω̃ν τετοκυιω̃ν αὐτοὺς καὶ περὶ τω̃ν πατέρων αὐτω̃ν τω̃ν γεγεννηκότων αὐτοὺς ἐν τη̨̃ γη̨̃ ταύτη̨
4 ἐν θανάτω̨ νοσερω̨̃ ἀποθανου̃νται οὐ κοπήσονται καὶ οὐ ταφήσονται εἰς παράδειγμα ἐπὶ προσώπου τη̃ς γη̃ς ἔσονται καὶ τοι̃ς θηρίοις τη̃ς γη̃ς καὶ τοι̃ς πετεινοι̃ς του̃ οὐρανου̃ ἐν μαχαίρα̨ πεσου̃νται καὶ ἐν λιμω̨̃ συντελεσθήσονται
5 τάδε λέγει κύριος μὴ εἰσέλθη̨ς εἰς θίασον αὐτω̃ν καὶ μὴ πορευθη̨̃ς του̃ κόψασθαι καὶ μὴ πενθήση̨ς αὐτούς ὅτι ἀφέστακα τὴν εἰρήνην μου ἀπὸ του̃ λαου̃ τούτου
6 οὐ μὴ κόψωνται αὐτοὺς οὐδὲ ἐντομίδας οὐ μὴ ποιήσωσιν καὶ οὐ ξυρήσονται
7 καὶ οὐ μὴ κλασθη̨̃ ἄρτος ἐν πένθει αὐτω̃ν εἰς παράκλησιν ἐπὶ τεθνηκότι οὐ ποτιου̃σιν αὐτὸν ποτήριον εἰς παράκλησιν ἐπὶ πατρὶ καὶ μητρὶ αὐτου̃
8 εἰς οἰκίαν πότου οὐκ εἰσελεύση̨ συγκαθίσαι μετ' αὐτω̃ν του̃ φαγει̃ν καὶ πιει̃ν
9 διότι τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἰδοὺ ἐγὼ καταλύω ἐκ του̃ τόπου τούτου ἐνώπιον τω̃ν ὀφθαλμω̃ν ὑμω̃ν καὶ ἐν ται̃ς ἡμέραις ὑμω̃ν φωνὴν χαρα̃ς καὶ φωνὴν εὐφροσύνης φωνὴν νυμφίου καὶ φωνὴν νύμφης
10 καὶ ἔσται ὅταν ἀναγγείλη̨ς τω̨̃ λαω̨̃ τούτω̨ ἅπαντα τὰ ῥήματα ταυ̃τα καὶ εἴπωσιν πρὸς σέ διὰ τί ἐλάλησεν κύριος ἐφ' ἡμα̃ς πάντα τὰ κακὰ ταυ̃τα τίς ἡ ἀδικία ἡμω̃ν καὶ τίς ἡ ἁμαρτία ἡμω̃ν ἣν ἡμάρτομεν ἔναντι κυρίου του̃ θεου̃ ἡμω̃ν
11 καὶ ἐρει̃ς αὐτοι̃ς ἀνθ' ὡ̃ν ἐγκατέλιπόν με οἱ πατέρες ὑμω̃ν λέγει κύριος καὶ ὤ̨χοντο ὀπίσω θεω̃ν ἀλλοτρίων καὶ ἐδούλευσαν αὐτοι̃ς καὶ προσεκύνησαν αὐτοι̃ς καὶ ἐμὲ ἐγκατέλιπον καὶ τὸν νόμον μου οὐκ ἐφυλάξαντο
12 καὶ ὑμει̃ς ἐπονηρεύσασθε ὑπὲρ τοὺς πατέρας ὑμω̃ν καὶ ἰδοὺ ὑμει̃ς πορεύεσθε ἕκαστος ὀπίσω τω̃ν ἀρεστω̃ν τη̃ς καρδίας ὑμω̃ν τη̃ς πονηρα̃ς του̃ μὴ ὑπακούειν μου
13 καὶ ἀπορρίψω ὑμα̃ς ἀπὸ τη̃ς γη̃ς ταύτης εἰς τὴν γη̃ν ἣν οὐκ ἤ̨δειτε ὑμει̃ς καὶ οἱ πατέρες ὑμω̃ν καὶ δουλεύσετε ἐκει̃ θεοι̃ς ἑτέροις οἳ οὐ δώσουσιν ὑμι̃ν ἔλεος
14 διὰ του̃το ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ οὐκ ἐρου̃σιν ἔτι ζη̨̃ κύριος ὁ ἀναγαγὼν τοὺς υἱοὺς Ισραηλ ἐκ γη̃ς Αἰγύπτου
15 ἀλλά ζη̨̃ κύριος ὃς ἀνήγαγεν τὸν οἰ̃κον Ισραηλ ἀπὸ γη̃ς βορρα̃ καὶ ἀπὸ πασω̃ν τω̃ν χωρω̃ν οὑ̃ ἐξώσθησαν ἐκει̃ καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τὴν γη̃ν αὐτω̃ν ἣν ἔδωκα τοι̃ς πατράσιν αὐτω̃ν
16 ἰδοὺ ἐγὼ ἀποστέλλω τοὺς ἁλεει̃ς τοὺς πολλούς λέγει κύριος καὶ ἁλιεύσουσιν αὐτούς καὶ μετὰ ταυ̃τα ἀποστελω̃ τοὺς πολλοὺς θηρευτάς καὶ θηρεύσουσιν αὐτοὺς ἐπάνω παντὸς ὄρους καὶ ἐπάνω παντὸς βουνου̃ καὶ ἐκ τω̃ν τρυμαλιω̃ν τω̃ν πετρω̃ν
17 ὅτι οἱ ὀφθαλμοί μου ἐπὶ πάσας τὰς ὁδοὺς αὐτω̃ν καὶ οὐκ ἐκρύβη τὰ ἀδικήματα αὐτω̃ν ἀπέναντι τω̃ν ὀφθαλμω̃ν μου
18 καὶ ἀνταποδώσω διπλα̃ς τὰς ἀδικίας αὐτω̃ν καὶ τὰς ἁμαρτίας αὐτω̃ν ἐφ' αἱ̃ς ἐβεβήλωσαν τὴν γη̃ν μου ἐν τοι̃ς θνησιμαίοις τω̃ν βδελυγμάτων αὐτω̃ν καὶ ἐν ται̃ς ἀνομίαις αὐτω̃ν ἐν αἱ̃ς ἐπλημμέλησαν τὴν κληρονομίαν μου
19 κύριε ἰσχύς μου καὶ βοήθειά μου καὶ καταφυγή μου ἐν ἡμέρα̨ κακω̃ν πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ' ἐσχάτου τη̃ς γη̃ς καὶ ἐρου̃σιν ὡς ψευδη̃ ἐκτήσαντο οἱ πατέρες ἡμω̃ν εἴδωλα καὶ οὐκ ἔστιν ἐν αὐτοι̃ς ὠφέλημα
20 εἰ ποιήσει ἑαυτω̨̃ ἄνθρωπος θεούς καὶ οὑ̃τοι οὔκ εἰσιν θεοί
21 διὰ του̃το ἰδοὺ ἐγὼ δηλώσω αὐτοι̃ς ἐν τω̨̃ καιρω̨̃ τούτω̨ τὴν χει̃ρά μου καὶ γνωριω̃ αὐτοι̃ς τὴν δύναμίν μου καὶ γνώσονται ὅτι ὄνομά μοι κύριος

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 17

1 ...
2 ...
3 ...
4 ...
5 ἐπικατάρατος ὁ ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον καὶ στηρίσει σάρκα βραχίονος αὐτου̃ ἐπ' αὐτόν καὶ ἀπὸ κυρίου ἀποστη̨̃ ἡ καρδία αὐτου̃
6 καὶ ἔσται ὡς ἡ ἀγριομυρίκη ἡ ἐν τη̨̃ ἐρήμω̨ οὐκ ὄψεται ὅταν ἔλθη̨ τὰ ἀγαθά καὶ κατασκηνώσει ἐν ἁλίμοις καὶ ἐν ἐρήμω̨ ἐν γη̨̃ ἁλμυρα̨̃ ἥτις οὐ κατοικει̃ται
7 καὶ εὐλογημένος ὁ ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τω̨̃ κυρίω̨ καὶ ἔσται κύριος ἐλπὶς αὐτου̃
8 καὶ ἔσται ὡς ξύλον εὐθηνου̃ν παρ' ὕδατα καὶ ἐπὶ ἰκμάδα βαλει̃ ῥίζας αὐτου̃ καὶ οὐ φοβηθήσεται ὅταν ἔλθη̨ καυ̃μα καὶ ἔσται ἐπ' αὐτω̨̃ στελέχη ἀλσώδη ἐν ἐνιαυτω̨̃ ἀβροχίας οὐ φοβηθήσεται καὶ οὐ διαλείψει ποιω̃ν καρπόν
9 βαθει̃α ἡ καρδία παρὰ πάντα καὶ ἄνθρωπός ἐστιν καὶ τίς γνώσεται αὐτόν
10 ἐγὼ κύριος ἐτάζων καρδίας καὶ δοκιμάζων νεφροὺς του̃ δου̃ναι ἑκάστω̨ κατὰ τὰς ὁδοὺς αὐτου̃ καὶ κατὰ τοὺς καρποὺς τω̃ν ἐπιτηδευμάτων αὐτου̃
11 ἐφώνησεν πέρδιξ συνήγαγεν ἃ οὐκ ἔτεκεν ποιω̃ν πλου̃τον αὐτου̃ οὐ μετὰ κρίσεως ἐν ἡμίσει ἡμερω̃ν αὐτου̃ ἐγκαταλείψουσιν αὐτόν καὶ ἐπ' ἐσχάτων αὐτου̃ ἔσται ἄφρων
12 θρόνος δόξης ὑψωμένος ἁγίασμα ἡμω̃ν
13 ὑπομονὴ Ισραηλ κύριε πάντες οἱ καταλιπόντες σε καταισχυνθήτωσαν ἀφεστηκότες ἐπὶ τη̃ς γη̃ς γραφήτωσαν ὅτι ἐγκατέλιπον πηγὴν ζωη̃ς τὸν κύριον
14 ἴασαί με κύριε καὶ ἰαθήσομαι σω̃σόν με καὶ σωθήσομαι ὅτι καύχημά μου σὺ εἰ̃
15 ἰδοὺ αὐτοὶ λέγουσι πρός με που̃ ἐστιν ὁ λόγος κυρίου ἐλθάτω
16 ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθω̃ν ὀπίσω σου καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα σὺ ἐπίστη̨ τὰ ἐκπορευόμενα διὰ τω̃ν χειλέων μου πρὸ προσώπου σού ἐστιν
17 μὴ γενηθη̨̃ς μοι εἰς ἀλλοτρίωσιν φειδόμενός μου ἐν ἡμέρα̨ πονηρα̨̃
18 καταισχυνθήτωσαν οἱ διώκοντές με καὶ μὴ καταισχυνθείην ἐγώ πτοηθείησαν αὐτοί καὶ μὴ πτοηθείην ἐγώ ἐπάγαγε ἐπ' αὐτοὺς ἡμέραν πονηράν δισσὸν σύντριμμα σύντριψον αὐτούς
19 τάδε λέγει κύριος βάδισον καὶ στη̃θι ἐν πύλαις υἱω̃ν λαου̃ σου ἐν αἱ̃ς εἰσπορεύονται ἐν αὐται̃ς βασιλει̃ς Ιουδα καὶ ἐν αἱ̃ς ἐκπορεύονται ἐν αὐται̃ς καὶ ἐν πάσαις ται̃ς πύλαις Ιερουσαλημ
20 καὶ ἐρει̃ς πρὸς αὐτούς ἀκούσατε λόγον κυρίου βασιλει̃ς Ιουδα καὶ πα̃σα Ιουδαία καὶ πα̃σα Ιερουσαλημ οἱ εἰσπορευόμενοι ἐν ται̃ς πύλαις ταύταις
21 τάδε λέγει κύριος φυλάσσεσθε τὰς ψυχὰς ὑμω̃ν καὶ μὴ αἴρετε βαστάγματα ἐν τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων καὶ μὴ ἐκπορεύεσθε ται̃ς πύλαις Ιερουσαλημ
22 καὶ μὴ ἐκφέρετε βαστάγματα ἐξ οἰκιω̃ν ὑμω̃ν ἐν τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων καὶ πα̃ν ἔργον οὐ ποιήσετε ἁγιάσατε τὴν ἡμέραν τω̃ν σαββάτων καθὼς ἐνετειλάμην τοι̃ς πατράσιν ὑμω̃ν καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἔκλιναν τὸ οὐ̃ς αὐτω̃ν
23 καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτω̃ν ὑπὲρ τοὺς πατέρας αὐτω̃ν του̃ μὴ ἀκου̃σαί μου καὶ του̃ μὴ δέξασθαι παιδείαν
24 καὶ ἔσται ἐὰν ἀκοη̨̃ ἀκούσητέ μου λέγει κύριος του̃ μὴ εἰσφέρειν βαστάγματα διὰ τω̃ν πυλω̃ν τη̃ς πόλεως ταύτης ἐν τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων καὶ ἁγιάζειν τὴν ἡμέραν τω̃ν σαββάτων του̃ μὴ ποιει̃ν πα̃ν ἔργον
25 καὶ εἰσελεύσονται διὰ τω̃ν πυλω̃ν τη̃ς πόλεως ταύτης βασιλει̃ς καὶ ἄρχοντες καθήμενοι ἐπὶ θρόνου Δαυιδ καὶ ἐπιβεβηκότες ἐφ' ἅρμασιν καὶ ἵπποις αὐτω̃ν αὐτοὶ καὶ οἱ ἄρχοντες αὐτω̃ν ἄνδρες Ιουδα καὶ οἱ κατοικου̃ντες Ιερουσαλημ καὶ κατοικισθήσεται ἡ πόλις αὕτη εἰς τὸν αἰω̃να
26 καὶ ἥξουσιν ἐκ τω̃ν πόλεων Ιουδα καὶ κυκλόθεν Ιερουσαλημ καὶ ἐκ γη̃ς Βενιαμιν καὶ ἐκ τη̃ς πεδινη̃ς καὶ ἐκ του̃ ὄρους καὶ ἐκ τη̃ς πρὸς νότον φέροντες ὁλοκαυτώματα καὶ θυσίαν καὶ θυμιάματα καὶ μαναα καὶ λίβανον φέροντες αἴνεσιν εἰς οἰ̃κον κυρίου
27 καὶ ἔσται ἐὰν μὴ εἰσακούσητέ μου του̃ ἁγιάζειν τὴν ἡμέραν τω̃ν σαββάτων του̃ μὴ αἴρειν βαστάγματα καὶ μὴ εἰσπορεύεσθαι ται̃ς πύλαις Ιερουσαλημ ἐν τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων καὶ ἀνάψω πυ̃ρ ἐν ται̃ς πύλαις αὐτη̃ς καὶ καταφάγεται ἄμφοδα Ιερουσαλημ καὶ οὐ σβεσθήσεται

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 18

1 ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν λέγων
2 ἀνάστηθι καὶ κατάβηθι εἰς οἰ̃κον του̃ κεραμέως καὶ ἐκει̃ ἀκούση̨ τοὺς λόγους μου
3 καὶ κατέβην εἰς τὸν οἰ̃κον του̃ κεραμέως καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τω̃ν λίθων
4 καὶ διέπεσεν τὸ ἀγγει̃ον ὃ αὐτὸς ἐποίει ἐν ται̃ς χερσὶν αὐτου̃ καὶ πάλιν αὐτὸς ἐποίησεν αὐτὸ ἀγγει̃ον ἕτερον καθὼς ἤρεσεν ἐνώπιον αὐτου̃ του̃ ποιη̃σαι
5 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
6 εἰ καθὼς ὁ κεραμεὺς οὑ̃τος οὐ δυνήσομαι του̃ ποιη̃σαι ὑμα̃ς οἰ̃κος Ισραηλ ἰδοὺ ὡς ὁ πηλὸς του̃ κεραμέως ὑμει̃ς ἐστε ἐν ται̃ς χερσίν μου
7 πέρας λαλήσω ἐπὶ ἔθνος ἢ ἐπὶ βασιλείαν του̃ ἐξα̃ραι αὐτοὺς καὶ του̃ ἀπολλύειν
8 καὶ ἐπιστραφη̨̃ τὸ ἔθνος ἐκει̃νο ἀπὸ πάντων τω̃ν κακω̃ν αὐτω̃ν καὶ μετανοήσω περὶ τω̃ν κακω̃ν ὡ̃ν ἐλογισάμην του̃ ποιη̃σαι αὐτοι̃ς
9 καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν του̃ ἀνοικοδομει̃σθαι καὶ του̃ καταφυτεύεσθαι
10 καὶ ποιήσωσιν τὰ πονηρὰ ἐναντίον μου του̃ μὴ ἀκούειν τη̃ς φωνη̃ς μου καὶ μετανοήσω περὶ τω̃ν ἀγαθω̃ν ὡ̃ν ἐλάλησα του̃ ποιη̃σαι αὐτοι̃ς
11 καὶ νυ̃ν εἰπὸν πρὸς ἄνδρας Ιουδα καὶ πρὸς τοὺς κατοικου̃ντας Ιερουσαλημ ἰδοὺ ἐγὼ πλάσσω ἐφ' ὑμα̃ς κακὰ καὶ λογίζομαι ἐφ' ὑμα̃ς λογισμόν ἀποστραφήτω δὴ ἕκαστος ἀπὸ ὁδου̃ αὐτου̃ τη̃ς πονηρα̃ς καὶ καλλίονα ποιήσετε τὰ ἐπιτηδεύματα ὑμω̃ν
12 καὶ εἰ̃παν ἀνδριούμεθα ὅτι ὀπίσω τω̃ν ἀποστροφω̃ν ἡμω̃ν πορευσόμεθα καὶ ἕκαστος τὰ ἀρεστὰ τη̃ς καρδίας αὐτου̃ τη̃ς πονηρα̃ς ποιήσομεν
13 διὰ του̃το τάδε λέγει κύριος ἐρωτήσατε δὴ ἐν ἔθνεσιν τίς ἤκουσεν τοιαυ̃τα φρικτά ἃ ἐποίησεν σφόδρα παρθένος Ισραηλ
14 μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοὶ ἢ χιὼν ἀπὸ του̃ Λιβάνου μὴ ἐκκλινει̃ ὕδωρ βιαίως ἀνέμω̨ φερόμενον
15 ὅτι ἐπελάθοντό μου ὁ λαός μου εἰς κενὸν ἐθυμίασαν καὶ ἀσθενήσουσιν ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν σχοίνους αἰωνίους του̃ ἐπιβη̃ναι τρίβους οὐκ ἔχοντας ὁδὸν εἰς πορείαν
16 του̃ τάξαι τὴν γη̃ν αὐτω̃ν εἰς ἀφανισμὸν καὶ σύριγμα αἰώνιον πάντες οἱ διαπορευόμενοι δι' αὐτη̃ς ἐκστήσονται καὶ κινήσουσιν τὴν κεφαλὴν αὐτω̃ν
17 ὡς ἄνεμον καύσωνα διασπερω̃ αὐτοὺς κατὰ πρόσωπον ἐχθρω̃ν αὐτω̃ν δείξω αὐτοι̃ς ἡμέραν ἀπωλείας αὐτω̃ν
18 καὶ εἰ̃παν δευ̃τε λογισώμεθα ἐπὶ Ιερεμιαν λογισμόν ὅτι οὐκ ἀπολει̃ται νόμος ἀπὸ ἱερέως καὶ βουλὴ ἀπὸ συνετου̃ καὶ λόγος ἀπὸ προφήτου δευ̃τε καὶ πατάξωμεν αὐτὸν ἐν γλώσση̨ καὶ ἀκουσόμεθα πάντας τοὺς λόγους αὐτου̃
19 εἰσάκουσόν μου κύριε καὶ εἰσάκουσον τη̃ς φωνη̃ς του̃ δικαιώματός μου
20 εἰ ἀνταποδίδοται ἀντὶ ἀγαθω̃ν κακά ὅτι συνελάλησαν ῥήματα κατὰ τη̃ς ψυχη̃ς μου καὶ τὴν κόλασιν αὐτω̃ν ἔκρυψάν μοι μνήσθητι ἑστηκότος μου κατὰ πρόσωπόν σου του̃ λαλη̃σαι ὑπὲρ αὐτω̃ν ἀγαθὰ του̃ ἀποστρέψαι τὸν θυμόν σου ἀπ' αὐτω̃ν
21 διὰ του̃το δὸς τοὺς υἱοὺς αὐτω̃ν εἰς λιμὸν καὶ ἄθροισον αὐτοὺς εἰς χει̃ρας μαχαίρας γενέσθωσαν αἱ γυναι̃κες αὐτω̃ν ἄτεκνοι καὶ χη̃ραι καὶ οἱ ἄνδρες αὐτω̃ν γενέσθωσαν ἀνη̨ρημένοι θανάτω̨ καὶ οἱ νεανίσκοι αὐτω̃ν πεπτωκότες μαχαίρα̨ ἐν πολέμω̨
22 γενηθήτω κραυγὴ ἐν ται̃ς οἰκίαις αὐτω̃ν ἐπάξεις ἐπ' αὐτοὺς λη̨στὰς ἄφνω ὅτι ἐνεχείρησαν λόγον εἰς σύλλημψίν μου καὶ παγίδας ἔκρυψαν ἐπ' ἐμέ
23 καὶ σύ κύριε ἔγνως ἅπασαν τὴν βουλὴν αὐτω̃ν ἐπ' ἐμὲ εἰς θάνατον μὴ ἀθω̨ώση̨ς τὰς ἀδικίας αὐτω̃ν καὶ τὰς ἁμαρτίας αὐτω̃ν ἀπὸ προσώπου σου μὴ ἐξαλείψη̨ς γενέσθω ἡ ἀσθένεια αὐτω̃ν ἐναντίον σου ἐν καιρω̨̃ θυμου̃ σου ποίησον ἐν αὐτοι̃ς

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 19

1 τότε εἰ̃πεν κύριος πρός με βάδισον καὶ κτη̃σαι βι̃κον πεπλασμένον ὀστράκινον καὶ ἄξεις ἀπὸ τω̃ν πρεσβυτέρων του̃ λαου̃ καὶ ἀπὸ τω̃ν πρεσβυτέρων τω̃ν ἱερέων
2 καὶ ἐξελεύση̨ εἰς τὸ πολυάνδριον υἱω̃ν τω̃ν τέκνων αὐτω̃ν ὅ ἐστιν ἐπὶ τω̃ν προθύρων πύλης τη̃ς χαρσιθ καὶ ἀνάγνωθι ἐκει̃ πάντας τοὺς λόγους οὓς ἂν λαλήσω πρὸς σέ
3 καὶ ἐρει̃ς αὐτοι̃ς ἀκούσατε τὸν λόγον κυρίου βασιλει̃ς Ιουδα καὶ ἄνδρες Ιουδα καὶ οἱ κατοικου̃ντες Ιερουσαλημ καὶ οἱ εἰσπορευόμενοι ἐν ται̃ς πύλαις ταύταις τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον του̃τον κακὰ ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμφότερα τὰ ὠ̃τα αὐτου̃
4 ἀνθ' ὡ̃ν ἐγκατέλιπόν με καὶ ἀπηλλοτρίωσαν τὸν τόπον του̃τον καὶ ἐθυμίασαν ἐν αὐτω̨̃ θεοι̃ς ἀλλοτρίοις οἱ̃ς οὐκ ἤ̨δεισαν αὐτοὶ καὶ οἱ πατέρες αὐτω̃ν καὶ οἱ βασιλει̃ς Ιουδα ἔπλησαν τὸν τόπον του̃τον αἱμάτων ἀθώ̨ων
5 καὶ ὠ̨κοδόμησαν ὑψηλὰ τη̨̃ Βααλ του̃ κατακαίειν τοὺς υἱοὺς αὐτω̃ν ἐν πυρί ἃ οὐκ ἐνετειλάμην οὐδὲ ἐλάλησα οὐδὲ διενοήθην ἐν τη̨̃ καρδία̨ μου
6 διὰ του̃το ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ οὐ κληθήσεται τω̨̃ τόπω̨ τούτω̨ ἔτι διάπτωσις καὶ πολυάνδριον υἱου̃ Εννομ ἀλλ' ἢ πολυάνδριον τη̃ς σφαγη̃ς
7 καὶ σφάξω τὴν βουλὴν Ιουδα καὶ τὴν βουλὴν Ιερουσαλημ ἐν τω̨̃ τόπω̨ τούτω̨ καὶ καταβαλω̃ αὐτοὺς ἐν μαχαίρα̨ ἐναντίον τω̃ν ἐχθρω̃ν αὐτω̃ν καὶ ἐν χερσὶν τω̃ν ζητούντων τὰς ψυχὰς αὐτω̃ν καὶ δώσω τοὺς νεκροὺς αὐτω̃ν εἰς βρω̃σιν τοι̃ς πετεινοι̃ς του̃ οὐρανου̃ καὶ τοι̃ς θηρίοις τη̃ς γη̃ς
8 καὶ τάξω τὴν πόλιν ταύτην εἰς ἀφανισμὸν καὶ εἰς συριγμόν πα̃ς ὁ παραπορευόμενος ἐπ' αὐτη̃ς σκυθρωπάσει καὶ συριει̃ ὑπὲρ πάσης τη̃ς πληγη̃ς αὐτη̃ς
9 καὶ ἔδονται τὰς σάρκας τω̃ν υἱω̃ν αὐτω̃ν καὶ τὰς σάρκας τω̃ν θυγατέρων αὐτω̃ν καὶ ἕκαστος τὰς σάρκας του̃ πλησίον αὐτου̃ ἔδονται ἐν τη̨̃ περιοχη̨̃ καὶ ἐν τη̨̃ πολιορκία̨ ἡ̨̃ πολιορκήσουσιν αὐτοὺς οἱ ἐχθροὶ αὐτω̃ν
10 καὶ συντρίψεις τὸν βι̃κον κατ' ὀφθαλμοὺς τω̃ν ἀνδρω̃ν τω̃ν ἐκπορευομένων μετὰ σου̃
11 καὶ ἐρει̃ς τάδε λέγει κύριος οὕτως συντρίψω τὸν λαὸν του̃τον καὶ τὴν πόλιν ταύτην καθὼς συντρίβεται ἄγγος ὀστράκινον ὃ οὐ δυνήσεται ἰαθη̃ναι ἔτι
12 οὕτως ποιήσω λέγει κύριος τω̨̃ τόπω̨ τούτω̨ καὶ τοι̃ς κατοικου̃σιν ἐν αὐτω̨̃ του̃ δοθη̃ναι τὴν πόλιν ταύτην ὡς τὴν διαπίπτουσαν
13 καὶ οἱ οἰ̃κοι Ιερουσαλημ καὶ οἱ οἰ̃κοι βασιλέων Ιουδα ἔσονται καθὼς ὁ τόπος ὁ διαπίπτων τω̃ν ἀκαθαρσιω̃ν ἐν πάσαις ται̃ς οἰκίαις ἐν αἱ̃ς ἐθυμίασαν ἐπὶ τω̃ν δωμάτων αὐτω̃ν πάση̨ τη̨̃ στρατια̨̃ του̃ οὐρανου̃ καὶ ἔσπεισαν σπονδὰς θεοι̃ς ἀλλοτρίοις
14 καὶ ἠ̃λθεν Ιερεμιας ἀπὸ τη̃ς διαπτώσεως οὑ̃ ἀπέστειλεν αὐτὸν κύριος ἐκει̃ του̃ προφητευ̃σαι καὶ ἔστη ἐν τη̨̃ αὐλη̨̃ οἴκου κυρίου καὶ εἰ̃πε πρὸς πάντα τὸν λαόν
15 τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὴν πόλιν ταύτην καὶ ἐπὶ πάσας τὰς πόλεις αὐτη̃ς καὶ ἐπὶ τὰς κώμας αὐτη̃ς ἅπαντα τὰ κακά ἃ ἐλάλησα ἐπ' αὐτήν ὅτι ἐσκλήρυναν τὸν τράχηλον αὐτω̃ν του̃ μὴ εἰσακούειν τω̃ν λόγων μου

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 20

1 καὶ ἤκουσεν Πασχωρ υἱὸς Εμμηρ ὁ ἱερεύς καὶ οὑ̃τος ἠ̃ν καθεσταμένος ἡγούμενος οἴκου κυρίου του̃ Ιερεμιου προφητεύοντος τοὺς λόγους τούτους
2 καὶ ἐπάταξεν αὐτὸν καὶ ἐνέβαλεν αὐτὸν εἰς τὸν καταρράκτην ὃς ἠ̃ν ἐν πύλη̨ οἴκου ἀποτεταγμένου του̃ ὑπερώ̨ου ὃς ἠ̃ν ἐν οἴκω̨ κυρίου
3 καὶ ἐξήγαγεν Πασχωρ τὸν Ιερεμιαν ἐκ του̃ καταρράκτου καὶ εἰ̃πεν αὐτω̨̃ Ιερεμιας οὐχὶ Πασχωρ ἐκάλεσεν κύριος τὸ ὄνομά σου ἀλλ' ἢ μέτοικον
4 διότι τάδε λέγει κύριος ἰδοὺ ἐγὼ δίδωμί σε εἰς μετοικίαν σὺν πα̃σι τοι̃ς φίλοις σου καὶ πεσου̃νται ἐν μαχαίρα̨ ἐχθρω̃ν αὐτω̃ν καὶ οἱ ὀφθαλμοί σου ὄψονται καὶ σὲ καὶ πάντα Ιουδαν δώσω εἰς χει̃ρας βασιλέως Βαβυλω̃νος καὶ μετοικιου̃σιν αὐτοὺς καὶ κατακόψουσιν αὐτοὺς ἐν μαχαίραις
5 καὶ δώσω τὴν πα̃σαν ἰσχὺν τη̃ς πόλεως ταύτης καὶ πάντας τοὺς πόνους αὐτη̃ς καὶ πάντας τοὺς θησαυροὺς του̃ βασιλέως Ιουδα εἰς χει̃ρας ἐχθρω̃ν αὐτου̃ καὶ ἄξουσιν αὐτοὺς εἰς Βαβυλω̃να
6 καὶ σὺ καὶ πάντες οἱ κατοικου̃ντες ἐν τω̨̃ οἴκω̨ σου πορεύσεσθε ἐν αἰχμαλωσία̨ καὶ ἐν Βαβυλω̃νι ἀποθανη̨̃ καὶ ἐκει̃ ταφήση̨ σὺ καὶ πάντες οἱ φίλοι σου οἱ̃ς ἐπροφήτευσας αὐτοι̃ς ψευδη̃
7 ἠπάτησάς με κύριε καὶ ἠπατήθην ἐκράτησας καὶ ἠδυνάσθης ἐγενόμην εἰς γέλωτα πα̃σαν ἡμέραν διετέλεσα μυκτηριζόμενος
8 ὅτι πικρω̨̃ λόγω̨ μου γελάσομαι ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι ὅτι ἐγενήθη λόγος κυρίου εἰς ὀνειδισμὸν ἐμοὶ καὶ εἰς χλευασμὸν πα̃σαν ἡμέραν μου
9 καὶ εἰ̃πα οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τω̨̃ ὀνόματι αὐτου̃ καὶ ἐγένετο ὡς πυ̃ρ καιόμενον φλέγον ἐν τοι̃ς ὀστέοις μου καὶ παρει̃μαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν
10 ὅτι ἤκουσα ψόγον πολλω̃ν συναθροιζομένων κυκλόθεν ἐπισύστητε καὶ ἐπισυστω̃μεν αὐτω̨̃ πάντες ἄνδρες φίλοι αὐτου̃ τηρήσατε τὴν ἐπίνοιαν αὐτου̃ εἰ ἀπατηθήσεται καὶ δυνησόμεθα αὐτω̨̃ καὶ λημψόμεθα τὴν ἐκδίκησιν ἡμω̃ν ἐξ αὐτου̃
11 καὶ κύριος μετ' ἐμου̃ καθὼς μαχητὴς ἰσχύων διὰ του̃το ἐδίωξαν καὶ νοη̃σαι οὐκ ἠδύναντο ἠ̨σχύνθησαν σφόδρα ὅτι οὐκ ἐνόησαν ἀτιμίας αὐτω̃ν αἳ δι' αἰω̃νος οὐκ ἐπιλησθήσονται
12 κύριε δοκιμάζων δίκαια συνίων νεφροὺς καὶ καρδίας ἴδοιμι τὴν παρὰ σου̃ ἐκδίκησιν ἐν αὐτοι̃ς ὅτι πρὸς σὲ ἀπεκάλυψα τὰ ἀπολογήματά μου
13 ἄ̨σατε τω̨̃ κυρίω̨ αἰνέσατε αὐτω̨̃ ὅτι ἐξείλατο ψυχὴν πένητος ἐκ χειρὸς πονηρευομένων
14 ἐπικατάρατος ἡ ἡμέρα ἐν ἡ̨̃ ἐτέχθην ἐν αὐτη̨̃ ἡ ἡμέρα ἐν ἡ̨̃ ἔτεκέν με ἡ μήτηρ μου μὴ ἔστω ἐπευκτή
15 ἐπικατάρατος ὁ ἄνθρωπος ὁ εὐαγγελισάμενος τω̨̃ πατρί μου λέγων ἐτέχθη σοι ἄρσεν εὐφραινόμενος
16 ἔστω ὁ ἄνθρωπος ἐκει̃νος ὡς αἱ πόλεις ἃς κατέστρεψεν κύριος ἐν θυμω̨̃ καὶ οὐ μετεμελήθη ἀκουσάτω κραυγη̃ς τὸ πρωὶ καὶ ἀλαλαγμου̃ μεσημβρίας
17 ὅτι οὐκ ἀπέκτεινέν με ἐν μήτρα̨ μητρὸς καὶ ἐγένετό μοι ἡ μήτηρ μου τάφος μου καὶ ἡ μήτρα συλλήμψεως αἰωνίας
18 ἵνα τί του̃το ἐξη̃λθον ἐκ μήτρας του̃ βλέπειν κόπους καὶ πόνους καὶ διετέλεσαν ἐν αἰσχύνη̨ αἱ ἡμέραι μου
Читать далее:ΙΕΡΕΜΊΑΣ, κεφαλίς 21

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).