Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 21

1 ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν ὅτε ἀπέστειλεν πρὸς αὐτὸν ὁ βασιλεὺς Σεδεκιας τὸν Πασχωρ υἱὸν Μελχιου καὶ Σοφονιαν υἱὸν Μαασαιου τὸν ἱερέα λέγων
2 ἐπερώτησον περὶ ἡμω̃ν τὸν κύριον ὅτι βασιλεὺς Βαβυλω̃νος ἐφέστηκεν ἐφ' ἡμα̃ς εἰ ποιήσει κύριος κατὰ πάντα τὰ θαυμάσια αὐτου̃ καὶ ἀπελεύσεται ἀφ' ἡμω̃ν
3 καὶ εἰ̃πεν πρὸς αὐτοὺς Ιερεμιας οὕτως ἐρει̃τε πρὸς Σεδεκιαν βασιλέα Ιουδα
4 τάδε λέγει κύριος ἰδοὺ ἐγὼ μεταστρέφω τὰ ὅπλα τὰ πολεμικά ἐν οἱ̃ς ὑμει̃ς πολεμει̃τε ἐν αὐτοι̃ς πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμα̃ς ἔξωθεν του̃ τείχους εἰς τὸ μέσον τη̃ς πόλεως ταύτης
5 καὶ πολεμήσω ἐγὼ ὑμα̃ς ἐν χειρὶ ἐκτεταμένη̨ καὶ ἐν βραχίονι κραταιω̨̃ μετὰ θυμου̃ καὶ ὀργη̃ς καὶ παροργισμου̃ μεγάλου
6 καὶ πατάξω πάντας τοὺς κατοικου̃ντας ἐν τη̨̃ πόλει ταύτη̨ τοὺς ἀνθρώπους καὶ τὰ κτήνη ἐν θανάτω̨ μεγάλω̨ καὶ ἀποθανου̃νται
7 καὶ μετὰ ταυ̃τα οὕτως λέγει κύριος δώσω τὸν Σεδεκιαν βασιλέα Ιουδα καὶ τοὺς παι̃δας αὐτου̃ καὶ τὸν λαὸν τὸν καταλειφθέντα ἐν τη̨̃ πόλει ταύτη̨ ἀπὸ του̃ θανάτου καὶ ἀπὸ του̃ λιμου̃ καὶ ἀπὸ τη̃ς μαχαίρας εἰς χει̃ρας ἐχθρω̃ν αὐτω̃ν τω̃ν ζητούντων τὰς ψυχὰς αὐτω̃ν καὶ κατακόψουσιν αὐτοὺς ἐν στόματι μαχαίρας οὐ φείσομαι ἐπ' αὐτοι̃ς καὶ οὐ μὴ οἰκτιρήσω αὐτούς
8 καὶ πρὸς τὸν λαὸν του̃τον ἐρει̃ς τάδε λέγει κύριος ἰδοὺ ἐγὼ δέδωκα πρὸ προσώπου ὑμω̃ν τὴν ὁδὸν τη̃ς ζωη̃ς καὶ τὴν ὁδὸν του̃ θανάτου
9 ὁ καθήμενος ἐν τη̨̃ πόλει ταύτη̨ ἀποθανει̃ται ἐν μαχαίρα̨ καὶ ἐν λιμω̨̃ καὶ ὁ ἐκπορευόμενος προσχωρη̃σαι πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμα̃ς ζήσεται καὶ ἔσται ἡ ψυχὴ αὐτου̃ εἰς σκυ̃λα καὶ ζήσεται
10 διότι ἐστήρικα τὸ πρόσωπόν μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά εἰς χει̃ρας βασιλέως Βαβυλω̃νος παραδοθήσεται καὶ κατακαύσει αὐτὴν ἐν πυρί
11 ὁ οἰ̃κος βασιλέως Ιουδα ἀκούσατε λόγον κυρίου
12 οἰ̃κος Δαυιδ τάδε λέγει κύριος κρίνατε τὸ πρωὶ κρίμα καὶ κατευθύνατε καὶ ἐξέλεσθε διηρπασμένον ἐκ χειρὸς ἀδικου̃ντος αὐτόν ὅπως μὴ ἀναφθη̨̃ ὡς πυ̃ρ ἡ ὀργή μου καὶ καυθήσεται καὶ οὐκ ἔσται ὁ σβέσων
13 ἰδοὺ ἐγὼ πρὸς σὲ τὸν κατοικου̃ντα τὴν κοιλάδα Σορ τὴν πεδινὴν τοὺς λέγοντας τίς πτοήσει ἡμα̃ς ἢ τίς εἰσελεύσεται πρὸς τὸ κατοικητήριον ἡμω̃ν
14 καὶ ἀνάψω πυ̃ρ ἐν τω̨̃ δρυμω̨̃ αὐτη̃ς καὶ ἔδεται πάντα τὰ κύκλω̨ αὐτη̃ς

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 22

1 τάδε λέγει κύριος πορεύου καὶ κατάβηθι εἰς τὸν οἰ̃κον του̃ βασιλέως Ιουδα καὶ λαλήσεις ἐκει̃ τὸν λόγον του̃τον
2 καὶ ἐρει̃ς ἄκουε λόγον κυρίου βασιλευ̃ Ιουδα ὁ καθήμενος ἐπὶ θρόνου Δαυιδ σὺ καὶ ὁ οἰ̃κός σου καὶ ὁ λαός σου καὶ οἱ εἰσπορευόμενοι ται̃ς πύλαις ταύταις
3 τάδε λέγει κύριος ποιει̃τε κρίσιν καὶ δικαιοσύνην καὶ ἐξαιρει̃σθε διηρπασμένον ἐκ χειρὸς ἀδικου̃ντος αὐτὸν καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύετε καὶ μὴ ἀσεβει̃τε καὶ αἱ̃μα ἀθω̨̃ον μὴ ἐκχέητε ἐν τω̨̃ τόπω̨ τούτω̨
4 διότι ἐὰν ποιου̃ντες ποιήσητε τὸν λόγον του̃τον καὶ εἰσελεύσονται ἐν ται̃ς πύλαις του̃ οἴκου τούτου βασιλει̃ς καθήμενοι ἐπὶ θρόνου Δαυιδ καὶ ἐπιβεβηκότες ἐφ' ἁρμάτων καὶ ἵππων αὐτοὶ καὶ οἱ παι̃δες αὐτω̃ν καὶ ὁ λαὸς αὐτω̃ν
5 ἐὰν δὲ μὴ ποιήσητε τοὺς λόγους τούτους κατ' ἐμαυτου̃ ὤμοσα λέγει κύριος ὅτι εἰς ἐρήμωσιν ἔσται ὁ οἰ̃κος οὑ̃τος
6 ὅτι τάδε λέγει κύριος κατὰ του̃ οἴκου βασιλέως Ιουδα Γαλααδ σύ μοι ἀρχὴ του̃ Λιβάνου ἐὰν μὴ θω̃ σε εἰς ἔρημον πόλεις μὴ κατοικηθησομένας
7 καὶ ἐπάξω ἐπὶ σὲ ἄνδρα ὀλεθρεύοντα καὶ τὸν πέλεκυν αὐτου̃ καὶ ἐκκόψουσιν τὰς ἐκλεκτὰς κέδρους σου καὶ ἐμβαλου̃σιν εἰς τὸ πυ̃ρ
8 καὶ διελεύσονται ἔθνη διὰ τη̃ς πόλεως ταύτης καὶ ἐρου̃σιν ἕκαστος πρὸς τὸν πλησίον αὐτου̃ διὰ τί ἐποίησεν κύριος οὕτως τη̨̃ πόλει τη̨̃ μεγάλη̨ ταύτη̨
9 καὶ ἐρου̃σιν ἀνθ' ὡ̃ν ἐγκατέλιπον τὴν διαθήκην κυρίου θεου̃ αὐτω̃ν καὶ προσεκύνησαν θεοι̃ς ἀλλοτρίοις καὶ ἐδούλευσαν αὐτοι̃ς
10 μὴ κλαίετε τὸν τεθνηκότα μηδὲ θρηνει̃τε αὐτόν κλαύσατε κλαυθμω̨̃ τὸν ἐκπορευόμενον ὅτι οὐκ ἐπιστρέψει ἔτι καὶ οὐ μὴ ἴδη̨ τὴν γη̃ν πατρίδος αὐτου̃
11 διότι τάδε λέγει κύριος ἐπὶ Σελλημ υἱὸν Ιωσια τὸν βασιλεύοντα ἀντὶ Ιωσια του̃ πατρὸς αὐτου̃ ὃς ἐξη̃λθεν ἐκ του̃ τόπου τούτου οὐκ ἀναστρέψει ἐκει̃ οὐκέτι
12 ἀλλ' ἢ ἐν τω̨̃ τόπω̨ οὑ̃ μετώ̨κισα αὐτόν ἐκει̃ ἀποθανει̃ται καὶ τὴν γη̃ν ταύτην οὐκ ὄψεται ἔτι
13 ὠ̃ ὁ οἰκοδομω̃ν οἰκίαν αὐτου̃ οὐ μετὰ δικαιοσύνης καὶ τὰ ὑπερω̨̃α αὐτου̃ οὐκ ἐν κρίματι παρὰ τω̨̃ πλησίον αὐτου̃ ἐργα̃ται δωρεὰν καὶ τὸν μισθὸν αὐτου̃ οὐ μὴ ἀποδώσει αὐτω̨̃
14 ὠ̨κοδόμησας σεαυτω̨̃ οἰ̃κον σύμμετρον ὑπερω̨̃α ῥιπιστὰ διεσταλμένα θυρίσιν καὶ ἐξυλωμένα ἐν κέδρω̨ καὶ κεχρισμένα ἐν μίλτω̨
15 μὴ βασιλεύσεις ὅτι σὺ παροξύνη̨ ἐν Αχαζ τω̨̃ πατρί σου οὐ φάγονται καὶ οὐ πίονται βέλτιον ἠ̃ν σε ποιει̃ν κρίμα καὶ δικαιοσύνην καλήν
16 οὐκ ἔγνωσαν οὐκ ἔκριναν κρίσιν ταπεινω̨̃ οὐδὲ κρίσιν πένητος οὐ του̃τό ἐστιν τὸ μὴ γνω̃ναί σε ἐμέ λέγει κύριος
17 ἰδοὺ οὔκ εἰσιν οἱ ὀφθαλμοί σου οὐδὲ ἡ καρδία σου καλή ἀλλ' εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὸ αἱ̃μα τὸ ἀθω̨̃ον του̃ ἐκχέειν αὐτὸ καὶ εἰς ἀδίκημα καὶ εἰς φόνον του̃ ποιει̃ν
18 διὰ του̃το τάδε λέγει κύριος ἐπὶ Ιωακιμ υἱὸν Ιωσια βασιλέα Ιουδα οὐαὶ ἐπὶ τὸν ἄνδρα του̃τον οὐ μὴ κόψωνται αὐτόν ὠ̃ ἀδελφέ οὐδὲ μὴ κλαύσονται αὐτόν οἴμμοι κύριε
19 ταφὴν ὄνου ταφήσεται συμψησθεὶς ῥιφήσεται ἐπέκεινα τη̃ς πύλης Ιερουσαλημ
20 ἀνάβηθι εἰς τὸν Λίβανον καὶ κέκραξον καὶ εἰς τὴν Βασαν δὸς τὴν φωνήν σου καὶ βόησον εἰς τὸ πέραν τη̃ς θαλάσσης ὅτι συνετρίβησαν πάντες οἱ ἐρασταί σου
21 ἐλάλησα πρὸς σὲ ἐν τη̨̃ παραπτώσει σου καὶ εἰ̃πας οὐκ ἀκούσομαι αὕτη ἡ ὁδός σου ἐκ νεότητός σου οὐκ ἤκουσας τη̃ς φωνη̃ς μου
22 πάντας τοὺς ποιμένας σου ποιμανει̃ ἄνεμος καὶ οἱ ἐρασταί σου ἐν αἰχμαλωσία̨ ἐξελεύσονται ὅτι τότε αἰσχυνθήση̨ καὶ ἀτιμωθήση̨ ἀπὸ πάντων τω̃ν φιλούντων σε
23 κατοικου̃σα ἐν τω̨̃ Λιβάνω̨ ἐννοσσεύουσα ἐν ται̃ς κέδροις καταστενάξεις ἐν τω̨̃ ἐλθει̃ν σοι ὠδι̃νας ὡς τικτούσης
24 ζω̃ ἐγώ λέγει κύριος ἐὰν γενόμενος γένηται Ιεχονιας υἱὸς Ιωακιμ βασιλεὺς Ιουδα ἀποσφράγισμα ἐπὶ τη̃ς χειρὸς τη̃ς δεξια̃ς μου ἐκει̃θεν ἐκσπάσω σε
25 καὶ παραδώσω σε εἰς χει̃ρας τω̃ν ζητούντων τὴν ψυχήν σου ὡ̃ν σὺ εὐλαβη̨̃ ἀπὸ προσώπου αὐτω̃ν εἰς χει̃ρας τω̃ν Χαλδαίων
26 καὶ ἀπορρίψω σὲ καὶ τὴν μητέρα σου τὴν τεκου̃σάν σε εἰς γη̃ν οὑ̃ οὐκ ἐτέχθης ἐκει̃ καὶ ἐκει̃ ἀποθανει̃σθε
27 εἰς δὲ τὴν γη̃ν ἣν αὐτοὶ εὔχονται ται̃ς ψυχαι̃ς αὐτω̃ν οὐ μὴ ἀποστρέψωσιν
28 ἠτιμώθη Ιεχονιας ὡς σκευ̃ος οὑ̃ οὐκ ἔστιν χρεία αὐτου̃ ὅτι ἐξερρίφη καὶ ἐξεβλήθη εἰς γη̃ν ἣν οὐκ ἤ̨δει
29 γη̃ γη̃ ἄκουε λόγον κυρίου
30 γράψον τὸν ἄνδρα του̃τον ἐκκήρυκτον ἄνθρωπον ὅτι οὐ μὴ αὐξηθη̨̃ ἐκ του̃ σπέρματος αὐτου̃ ἀνὴρ καθήμενος ἐπὶ θρόνου Δαυιδ ἄρχων ἔτι ἐν τω̨̃ Ιουδα

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 23,  στἰχοι 1-8

1 ὠ̃ οἱ ποιμένες οἱ διασκορπίζοντες καὶ ἀπολλύοντες τὰ πρόβατα τη̃ς νομη̃ς μου
2 διὰ του̃το τάδε λέγει κύριος ἐπὶ τοὺς ποιμαίνοντας τὸν λαόν μου ὑμει̃ς διεσκορπίσατε τὰ πρόβατά μου καὶ ἐξώσατε αὐτὰ καὶ οὐκ ἐπεσκέψασθε αὐτά ἰδοὺ ἐγὼ ἐκδικω̃ ἐφ' ὑμα̃ς κατὰ τὰ πονηρὰ ἐπιτηδεύματα ὑμω̃ν
3 καὶ ἐγὼ εἰσδέξομαι τοὺς καταλοίπους του̃ λαου̃ μου ἀπὸ πάσης τη̃ς γη̃ς οὑ̃ ἐξω̃σα αὐτοὺς ἐκει̃ καὶ καταστήσω αὐτοὺς εἰς τὴν νομὴν αὐτω̃ν καὶ αὐξηθήσονται καὶ πληθυνθήσονται
4 καὶ ἀναστήσω αὐτοι̃ς ποιμένας οἳ ποιμανου̃σιν αὐτούς καὶ οὐ φοβηθήσονται ἔτι οὐδὲ πτοηθήσονται λέγει κύριος
5 ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ ἀναστήσω τω̨̃ Δαυιδ ἀνατολὴν δικαίαν καὶ βασιλεύσει βασιλεὺς καὶ συνήσει καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τη̃ς γη̃ς
6 ἐν ται̃ς ἡμέραις αὐτου̃ σωθήσεται Ιουδας καὶ Ισραηλ κατασκηνώσει πεποιθώς καὶ του̃το τὸ ὄνομα αὐτου̃ ὃ καλέσει αὐτὸν κύριος Ιωσεδεκ
7 διὰ του̃το ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ οὐκ ἐρου̃σιν ἔτι ζη̨̃ κύριος ὃς ἀνήγαγεν τὸν οἰ̃κον Ισραηλ ἐκ γη̃ς Αἰγύπτου
8 ἀλλά ζη̨̃ κύριος ὃς συνήγαγεν ἅπαν τὸ σπέρμα Ισραηλ ἀπὸ γη̃ς βορρα̃ καὶ ἀπὸ πασω̃ν τω̃ν χωρω̃ν οὑ̃ ἐξω̃σεν αὐτοὺς ἐκει̃ καὶ ἀπεκατέστησεν αὐτοὺς εἰς τὴν γη̃ν αὐτω̃ν
Читать далее:ΙΕΡΕΜΊΑΣ, κεφαλίς 23

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).