6 καὶ στηριω̃ τοὺς ὀφθαλμούς μου ἐπ' αὐτοὺς εἰς ἀγαθὰ καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τὴν γη̃ν ταύτην εἰς ἀγαθὰ καὶ ἀνοικοδομήσω αὐτοὺς καὶ οὐ μὴ καθελω̃ καὶ καταφυτεύσω αὐτοὺς καὶ οὐ μὴ ἐκτίλω |
7 καὶ δώσω αὐτοι̃ς καρδίαν του̃ εἰδέναι αὐτοὺς ἐμὲ ὅτι ἐγώ εἰμι κύριος καὶ ἔσονταί μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι αὐτοι̃ς εἰς θεόν ὅτι ἐπιστραφήσονται ἐπ' ἐμὲ ἐξ ὅλης τη̃ς καρδίας αὐτω̃ν |
8 καὶ ὡς τὰ συ̃κα τὰ πονηρά ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτω̃ν τάδε λέγει κύριος οὕτως παραδώσω τὸν Σεδεκιαν βασιλέα Ιουδα καὶ τοὺς μεγιστα̃νας αὐτου̃ καὶ τὸ κατάλοιπον Ιερουσαλημ τοὺς ὑπολελειμμένους ἐν τη̨̃ γη̨̃ ταύτη̨ καὶ τοὺς κατοικου̃ντας ἐν Αἰγύπτω̨ |
9 καὶ δώσω αὐτοὺς εἰς διασκορπισμὸν εἰς πάσας τὰς βασιλείας τη̃ς γη̃ς καὶ ἔσονται εἰς ὀνειδισμὸν καὶ εἰς παραβολὴν καὶ εἰς μι̃σος καὶ εἰς κατάραν ἐν παντὶ τόπω̨ οὑ̃ ἐξω̃σα αὐτοὺς ἐκει̃ |
10 καὶ ἀποστελω̃ εἰς αὐτοὺς τὸν λιμὸν καὶ τὸν θάνατον καὶ τὴν μάχαιραν ἕως ἂν ἐκλίπωσιν ἀπὸ τη̃ς γη̃ς ἡ̃ς ἔδωκα αὐτοι̃ς |