Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 27

1 λόγος κυρίου ὃν ἐλάλησεν ἐπὶ Βαβυλω̃να
2 ἀναγγείλατε ἐν τοι̃ς ἔθνεσιν καὶ ἀκουστὰ ποιήσατε καὶ μὴ κρύψητε εἴπατε ἑάλωκεν Βαβυλών κατη̨σχύνθη Βη̃λος ἡ ἀπτόητος ἡ τρυφερὰ παρεδόθη Μαρωδαχ
3 ὅτι ἀνέβη ἐπ' αὐτὴν ἔθνος ἀπὸ βορρα̃ οὑ̃τος θήσει τὴν γη̃ν αὐτη̃ς εἰς ἀφανισμόν καὶ οὐκ ἔσται ὁ κατοικω̃ν ἐν αὐτη̨̃ ἀπὸ ἀνθρώπου καὶ ἕως κτήνους
4 ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἥξουσιν οἱ υἱοὶ Ισραηλ αὐτοὶ καὶ οἱ υἱοὶ Ιουδα ἐπὶ τὸ αὐτό βαδίζοντες καὶ κλαίοντες πορεύσονται τὸν κύριον θεὸν αὐτω̃ν ζητου̃ντες
5 ἕως Σιων ἐρωτήσουσιν τὴν ὁδόν ὡ̃δε γὰρ τὸ πρόσωπον αὐτω̃ν δώσουσιν καὶ ἥξουσιν καὶ καταφεύξονται πρὸς κύριον τὸν θεόν διαθήκη γὰρ αἰώνιος οὐκ ἐπιλησθήσεται
6 πρόβατα ἀπολωλότα ἐγενήθη ὁ λαός μου οἱ ποιμένες αὐτω̃ν ἐξω̃σαν αὐτούς ἐπὶ τὰ ὄρη ἀπεπλάνησαν αὐτούς ἐξ ὄρους ἐπὶ βουνὸν ὤ̨χοντο ἐπελάθοντο κοίτης αὐτω̃ν
7 πάντες οἱ εὑρίσκοντες αὐτοὺς κατανάλισκον αὐτούς οἱ ἐχθροὶ αὐτω̃ν εἰ̃παν μὴ ἀνω̃μεν αὐτούς ἀνθ' ὡ̃ν ἥμαρτον τω̨̃ κυρίω̨ νομη̨̃ δικαιοσύνης τω̨̃ συναγαγόντι τοὺς πατέρας αὐτω̃ν
8 ἀπαλλοτριώθητε ἐκ μέσου Βαβυλω̃νος καὶ ἀπὸ γη̃ς Χαλδαίων καὶ ἐξέλθατε καὶ γένεσθε ὥσπερ δράκοντες κατὰ πρόσωπον προβάτων
9 ὅτι ἰδοὺ ἐγὼ ἐγείρω ἐπὶ Βαβυλω̃να συναγωγὰς ἐθνω̃ν ἐκ γη̃ς βορρα̃ καὶ παρατάξονται αὐτη̨̃ ἐκει̃θεν ἁλώσεται ὡς βολὶς μαχητου̃ συνετου̃ οὐκ ἐπιστρέψει κενή
10 καὶ ἔσται ἡ Χαλδαία εἰς προνομήν πάντες οἱ προνομεύοντες αὐτὴν ἐμπλησθήσονται
11 ὅτι ηὐφραίνεσθε καὶ κατεκαυχα̃σθε διαρπάζοντες τὴν κληρονομίαν μου διότι ἐσκιρτα̃τε ὡς βοΐδια ἐν βοτάνη̨ καὶ ἐκερατίζετε ὡς ταυ̃ροι
12 ἠ̨σχύνθη ἡ μήτηρ ὑμω̃ν σφόδρα μήτηρ ἐπ' ἀγαθὰ ἐσχάτη ἐθνω̃ν ἔρημος
13 ἀπὸ ὀργη̃ς κυρίου οὐ κατοικηθήσεται καὶ ἔσται εἰς ἀφανισμὸν πα̃σα καὶ πα̃ς ὁ διοδεύων διὰ Βαβυλω̃νος σκυθρωπάσει καὶ συριου̃σιν ἐπὶ πα̃σαν τὴν πληγὴν αὐτη̃ς
14 παρατάξασθε ἐπὶ Βαβυλω̃να κύκλω̨ πάντες τείνοντες τόξον τοξεύσατε ἐπ' αὐτήν μὴ φείσησθε ἐπὶ τοι̃ς τοξεύμασιν ὑμω̃ν
15 κατακροτήσατε ἐπ' αὐτήν παρελύθησαν αἱ χει̃ρες αὐτη̃ς ἔπεσαν αἱ ἐπάλξεις αὐτη̃ς καὶ κατεσκάφη τὸ τει̃χος αὐτη̃ς ὅτι ἐκδίκησις παρὰ θεου̃ ἐστιν ἐκδικει̃τε ἐπ' αὐτήν καθὼς ἐποίησεν ποιήσατε αὐτη̨̃
16 ἐξολεθρεύσατε σπέρμα ἐκ Βαβυλω̃νος κατέχοντα δρέπανον ἐν καιρω̨̃ θερισμου̃ ἀπὸ προσώπου μαχαίρας 'Ελληνικη̃ς ἕκαστος εἰς τὸν λαὸν αὐτου̃ ἀποστρέψουσιν καὶ ἕκαστος εἰς τὴν γη̃ν αὐτου̃ φεύξεται
17 πρόβατον πλανώμενον Ισραηλ λέοντες ἐξω̃σαν αὐτόν ὁ πρω̃τος ἔφαγεν αὐτὸν βασιλεὺς Ασσουρ καὶ οὑ̃τος ὕστερον τὰ ὀστα̃ αὐτου̃ βασιλεὺς Βαβυλω̃νος
18 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐκδικω̃ ἐπὶ τὸν βασιλέα Βαβυλω̃νος καὶ ἐπὶ τὴν γη̃ν αὐτου̃ καθὼς ἐξεδίκησα ἐπὶ τὸν βασιλέα Ασσουρ
19 καὶ ἀποκαταστήσω τὸν Ισραηλ εἰς τὴν νομὴν αὐτου̃ καὶ νεμήσεται ἐν τω̨̃ Καρμήλω̨ καὶ ἐν ὄρει Εφραιμ καὶ ἐν τω̨̃ Γαλααδ καὶ πλησθήσεται ἡ ψυχὴ αὐτου̃
20 ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ζητήσουσιν τὴν ἀδικίαν Ισραηλ καὶ οὐχ ὑπάρξει καὶ τὰς ἁμαρτίας Ιουδα καὶ οὐ μὴ εὑρεθω̃σιν ὅτι ἵλεως ἔσομαι τοι̃ς ὑπολελειμμένοις ἐπὶ τη̃ς γη̃ς λέγει κύριος
21 πικρω̃ς ἐπίβηθι ἐπ' αὐτὴν καὶ ἐπὶ τοὺς κατοικου̃ντας ἐπ' αὐτήν ἐκδίκησον μάχαιρα καὶ ἀφάνισον λέγει κύριος καὶ ποίει κατὰ πάντα ὅσα ἐντέλλομαί σοι
22 φωνὴ πολέμου καὶ συντριβὴ μεγάλη ἐν γη̨̃ Χαλδαίων
23 πω̃ς συνεκλάσθη καὶ συνετρίβη ἡ σφυ̃ρα πάσης τη̃ς γη̃ς πω̃ς ἐγενήθη εἰς ἀφανισμὸν Βαβυλὼν ἐν ἔθνεσιν
24 ἐπιθήσονταί σοι καὶ ἁλώση̨ ὠ̃ Βαβυλών καὶ οὐ γνώση̨ εὑρέθης καὶ ἐλήμφθης ὅτι τω̨̃ κυρίω̨ ἀντέστης
25 ἤνοιξεν κύριος τὸν θησαυρὸν αὐτου̃ καὶ ἐξήνεγκεν τὰ σκεύη ὀργη̃ς αὐτου̃ ὅτι ἔργον τω̨̃ κυρίω̨ θεω̨̃ ἐν γη̨̃ Χαλδαίων
26 ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτη̃ς ἀνοίξατε τὰς ἀποθήκας αὐτη̃ς ἐρευνήσατε αὐτὴν ὡς σπήλαιον καὶ ἐξολεθρεύσατε αὐτήν μὴ γενέσθω αὐτη̃ς κατάλειμμα
27 ἀναξηράνατε αὐτη̃ς πάντας τοὺς καρπούς καὶ καταβήτωσαν εἰς σφαγήν οὐαὶ αὐτοι̃ς ὅτι ἥκει ἡ ἡμέρα αὐτω̃ν καὶ καιρὸς ἐκδικήσεως αὐτω̃ν
28 φωνὴ φευγόντων καὶ ἀνασω̨ζομένων ἐκ γη̃ς Βαβυλω̃νος του̃ ἀναγγει̃λαι εἰς Σιων τὴν ἐκδίκησιν παρὰ κυρίου θεου̃ ἡμω̃ν
29 παραγγείλατε ἐπὶ Βαβυλω̃να πολλοι̃ς παντὶ ἐντείνοντι τόξον παρεμβάλετε ἐπ' αὐτὴν κυκλόθεν μὴ ἔστω αὐτη̃ς ἀνασω̨ζόμενος ἀνταπόδοτε αὐτη̨̃ κατὰ τὰ ἔργα αὐτη̃ς κατὰ πάντα ὅσα ἐποίησεν ποιήσατε αὐτη̨̃ ὅτι πρὸς τὸν κύριον ἀντέστη θεὸν ἅγιον του̃ Ισραηλ
30 διὰ του̃το πεσου̃νται οἱ νεανίσκοι αὐτη̃ς ἐν ται̃ς πλατείαις αὐτη̃ς καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ αὐτη̃ς ῥιφήσονται εἰ̃πεν κύριος
31 ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν λέγει κύριος ὅτι ἥκει ἡ ἡμέρα σου καὶ ὁ καιρὸς ἐκδικήσεώς σου
32 καὶ ἀσθενήσει ἡ ὕβρις σου καὶ πεσει̃ται καὶ οὐκ ἔσται ὁ ἀνιστω̃ν αὐτήν καὶ ἀνάψω πυ̃ρ ἐν τω̨̃ δρυμω̨̃ αὐτη̃ς καὶ καταφάγεται πάντα τὰ κύκλω̨ αὐτη̃ς
33 τάδε λέγει κύριος καταδεδυνάστευνται οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ Ιουδα ἅμα πάντες οἱ αἰχμαλωτεύσαντες αὐτοὺς κατεδυνάστευσαν αὐτούς ὅτι οὐκ ἠθέλησαν ἐξαποστει̃λαι αὐτούς
34 καὶ ὁ λυτρούμενος αὐτοὺς ἰσχυρός κύριος παντοκράτωρ ὄνομα αὐτω̨̃ κρίσιν κρινει̃ πρὸς τοὺς ἀντιδίκους αὐτου̃ ὅπως ἐξάρη̨ τὴν γη̃ν καὶ παροξυνει̃ τοι̃ς κατοικου̃σι Βαβυλω̃να
35 μάχαιραν ἐπὶ τοὺς Χαλδαίους καὶ ἐπὶ τοὺς κατοικου̃ντας Βαβυλω̃να καὶ ἐπὶ τοὺς μεγιστα̃νας αὐτη̃ς καὶ ἐπὶ τοὺς συνετοὺς αὐτη̃ς
36 μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτη̃ς καὶ παραλυθήσονται
37 μάχαιραν ἐπὶ τοὺς ἵππους αὐτω̃ν καὶ ἐπὶ τὰ ἅρματα αὐτω̃ν μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτω̃ν καὶ ἐπὶ τὸν σύμμικτον τὸν ἐν μέσω̨ αὐτη̃ς καὶ ἔσονται ὡσεὶ γυναι̃κες μάχαιραν ἐπὶ τοὺς θησαυροὺς αὐτη̃ς καὶ διασκορπισθήσονται
38 ἐπὶ τω̨̃ ὕδατι αὐτη̃ς ἐπεποίθει καὶ καταισχυνθήσονται ὅτι γη̃ τω̃ν γλυπτω̃ν ἐστιν καὶ ἐν ται̃ς νήσοις οὑ̃ κατεκαυχω̃ντο
39 διὰ του̃το κατοικήσουσιν ἰνδάλματα ἐν ται̃ς νήσοις καὶ κατοικήσουσιν ἐν αὐτη̨̃ θυγατέρες σειρήνων οὐ μὴ κατοικηθη̨̃ οὐκέτι εἰς τὸν αἰω̃να
40 καθὼς κατέστρεψεν ὁ θεὸς Σοδομα καὶ Γομορρα καὶ τὰς ὁμορούσας αὐται̃ς εἰ̃πεν κύριος οὐ μὴ κατοικήση̨ ἐκει̃ ἄνθρωπος καὶ οὐ μὴ παροικήση̨ ἐκει̃ υἱὸς ἀνθρώπου
41 ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρα̃ καὶ ἔθνος μέγα καὶ βασιλει̃ς πολλοὶ ἐξεγερθήσονται ἀπ' ἐσχάτου τη̃ς γη̃ς
42 τόξον καὶ ἐγχειρίδιον ἔχοντες ἰταμός ἐστιν καὶ οὐ μὴ ἐλεήση̨ φωνὴ αὐτω̃ν ὡς θάλασσα ἠχήσει ἐφ' ἵπποις ἱππάσονται παρεσκευασμένοι ὥσπερ πυ̃ρ εἰς πόλεμον πρὸς σέ θύγατερ Βαβυλω̃νος
43 ἤκουσεν βασιλεὺς Βαβυλω̃νος τὴν ἀκοὴν αὐτω̃ν καὶ παρελύθησαν αἱ χει̃ρες αὐτου̃ θλι̃ψις κατεκράτησεν αὐτου̃ ὠδι̃νες ὡς τικτούσης
44 ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἀπὸ του̃ Ιορδάνου εἰς τόπον Αιθαμ ὅτι ταχέως ἐκδιώξω αὐτοὺς ἀπ' αὐτη̃ς καὶ πάντα νεανίσκον ἐπ' αὐτὴν ἐπιστήσω ὅτι τίς ὥσπερ ἐγώ καὶ τίς ἀντιστήσεταί μοι καὶ τίς οὑ̃τος ποιμήν ὃς στήσεται κατὰ πρόσωπόν μου
45 διὰ του̃το ἀκούσατε τὴν βουλὴν κυρίου ἣν βεβούλευται ἐπὶ Βαβυλω̃να καὶ λογισμοὺς αὐτου̃ οὓς ἐλογίσατο ἐπὶ τοὺς κατοικου̃ντας Χαλδαίους ἐὰν μὴ διαφθαρη̨̃ τὰ ἀρνία τω̃ν προβάτων αὐτω̃ν ἐὰν μὴ ἀφανισθη̨̃ νομὴ ἀπ' αὐτω̃ν
46 ὅτι ἀπὸ φωνη̃ς ἁλώσεως Βαβυλω̃νος σεισθήσεται ἡ γη̃ καὶ κραυγὴ ἐν ἔθνεσιν ἀκουσθήσεται

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 28

1 τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ Βαβυλω̃να καὶ ἐπὶ τοὺς κατοικου̃ντας Χαλδαίους ἄνεμον καύσωνα διαφθείροντα
2 καὶ ἐξαποστελω̃ εἰς Βαβυλω̃να ὑβριστάς καὶ καθυβρίσουσιν αὐτὴν καὶ λυμανου̃νται τὴν γη̃ν αὐτη̃ς οὐαὶ ἐπὶ Βαβυλω̃να κυκλόθεν ἐν ἡμέρα̨ κακώσεως αὐτη̃ς
3 ἐπ' αὐτὴν τεινέτω ὁ τείνων τὸ τόξον αὐτου̃ καὶ περιθέσθω ὡ̨̃ ἐστιν ὅπλα αὐτω̨̃ καὶ μὴ φείσησθε ἐπὶ νεανίσκους αὐτη̃ς καὶ ἀφανίσατε πα̃σαν τὴν δύναμιν αὐτη̃ς
4 καὶ πεσου̃νται τραυματίαι ἐν γη̨̃ Χαλδαίων καὶ κατακεκεντημένοι ἔξωθεν αὐτη̃ς
5 διότι οὐκ ἐχήρευσεν Ισραηλ καὶ Ιουδας ἀπὸ θεου̃ αὐτω̃ν ἀπὸ κυρίου παντοκράτορος ὅτι ἡ γη̃ αὐτω̃ν ἐπλήσθη ἀδικίας ἀπὸ τω̃ν ἁγίων Ισραηλ
6 φεύγετε ἐκ μέσου Βαβυλω̃νος καὶ ἀνασώ̨ζετε ἕκαστος τὴν ψυχὴν αὐτου̃ καὶ μὴ ἀπορριφη̃τε ἐν τη̨̃ ἀδικία̨ αὐτη̃ς ὅτι καιρὸς ἐκδικήσεως αὐτη̃ς ἐστιν παρὰ κυρίου ἀνταπόδομα αὐτὸς ἀνταποδίδωσιν αὐτη̨̃
7 ποτήριον χρυσου̃ν Βαβυλὼν ἐν χειρὶ κυρίου μεθύσκον πα̃σαν τὴν γη̃ν ἀπὸ του̃ οἴνου αὐτη̃ς ἐπίοσαν ἔθνη διὰ του̃το ἐσαλεύθησαν
8 καὶ ἄφνω ἔπεσεν Βαβυλὼν καὶ συνετρίβη θρηνει̃τε αὐτήν λάβετε ῥητίνην τη̨̃ διαφθορα̨̃ αὐτη̃ς εἴ πως ἰαθήσεται
9 ἰατρεύσαμεν τὴν Βαβυλω̃να καὶ οὐκ ἰάθη ἐγκαταλίπωμεν αὐτὴν καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γη̃ν αὐτου̃ ὅτι ἤγγισεν εἰς οὐρανὸν τὸ κρίμα αὐτη̃ς ἐξη̃ρεν ἕως τω̃ν ἄστρων
10 ἐξήνεγκεν κύριος τὸ κρίμα αὐτου̃ δευ̃τε καὶ ἀναγγείλωμεν εἰς Σιων τὰ ἔργα κυρίου θεου̃ ἡμω̃ν
11 παρασκευάζετε τὰ τοξεύματα πληρου̃τε τὰς φαρέτρας ἤγειρεν κύριος τὸ πνευ̃μα βασιλέως Μήδων ὅτι εἰς Βαβυλω̃να ἡ ὀργὴ αὐτου̃ του̃ ἐξολεθρευ̃σαι αὐτήν ὅτι ἐκδίκησις κυρίου ἐστίν ἐκδίκησις λαου̃ αὐτου̃ ἐστιν
12 ἐπὶ τειχέων Βαβυλω̃νος ἄρατε σημει̃ον ἐπιστήσατε φαρέτρας ἐγείρατε φυλακάς ἑτοιμάσατε ὅπλα ὅτι ἐνεχείρησεν καὶ ποιήσει κύριος ἃ ἐλάλησεν ἐπὶ τοὺς κατοικου̃ντας Βαβυλω̃να
13 κατασκηνου̃ντας ἐφ' ὕδασι πολλοι̃ς καὶ ἐπὶ πλήθει θησαυρω̃ν αὐτη̃ς ἥκει τὸ πέρας σου ἀληθω̃ς εἰς τὰ σπλάγχα σου
14 ὅτι ὤμοσεν κύριος κατὰ του̃ βραχίονος αὐτου̃ διότι πληρώσω σε ἀνθρώπων ὡσεὶ ἀκρίδων καὶ φθέγξονται ἐπὶ σὲ οἱ καταβαίνοντες
15 ποιω̃ν γη̃ν ἐν τη̨̃ ἰσχύι αὐτου̃ ἑτοιμάζων οἰκουμένην ἐν τη̨̃ σοφία̨ αὐτου̃ ἐν τη̨̃ συνέσει αὐτου̃ ἐξέτεινεν τὸν οὐρανόν
16 εἰς φωνὴν ἔθετο ἠ̃χος ὕδατος ἐν τω̨̃ οὐρανω̨̃ καὶ ἀνήγαγεν νεφέλας ἀπ' ἐσχάτου τη̃ς γη̃ς ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν καὶ ἐξήγαγεν φω̃ς ἐκ θησαυρω̃ν αὐτου̃
17 ἐμωράνθη πα̃ς ἄνθρωπος ἀπὸ γνώσεως κατη̨σχύνθη πα̃ς χρυσοχόος ἀπὸ τω̃ν γλυπτω̃ν αὐτου̃ ὅτι ψευδη̃ ἐχώνευσαν οὐκ ἔστιν πνευ̃μα ἐν αὐτοι̃ς
18 μάταιά ἐστιν ἔργα μεμωκημένα ἐν καιρω̨̃ ἐπισκέψεως αὐτω̃ν ἀπολου̃νται
19 οὐ τοιαύτη μερὶς τω̨̃ Ιακωβ ὅτι ὁ πλάσας τὰ πάντα αὐτός ἐστιν κληρονομία αὐτου̃ κύριος ὄνομα αὐτω̨̃
20 διασκορπίζεις σύ μοι σκεύη πολέμου καὶ διασκορπιω̃ ἐν σοὶ ἔθνη καὶ ἐξαρω̃ ἐκ σου̃ βασιλει̃ς
21 καὶ διασκορπιω̃ ἐν σοὶ ἵππον καὶ ἀναβάτην αὐτου̃ καὶ διασκορπιω̃ ἐν σοὶ ἅρματα καὶ ἀναβάτας αὐτω̃ν
22 καὶ διασκορπιω̃ ἐν σοὶ νεανίσκον καὶ παρθένον καὶ διασκορπιω̃ ἐν σοὶ ἄνδρα καὶ γυναι̃κα
23 καὶ διασκορπιω̃ ἐν σοὶ ποιμένα καὶ τὸ ποίμνιον αὐτου̃ καὶ διασκορπιω̃ ἐν σοὶ γεωργὸν καὶ τὸ γεώργιον αὐτου̃ καὶ διασκορπιω̃ ἐν σοὶ ἡγεμόνας καὶ στρατηγούς σου
24 καὶ ἀνταποδώσω τη̨̃ Βαβυλω̃νι καὶ πα̃σι τοι̃ς κατοικου̃σι Χαλδαίοις πάσας τὰς κακίας αὐτω̃ν ἃς ἐποίησαν ἐπὶ Σιων κατ' ὀφθαλμοὺς ὑμω̃ν λέγει κύριος
25 ἰδοὺ ἐγὼ πρὸς σέ τὸ ὄρος τὸ διεφθαρμένον τὸ διαφθει̃ρον πα̃σαν τὴν γη̃ν καὶ ἐκτενω̃ τὴν χει̃ρά μου ἐπὶ σὲ καὶ κατακυλιω̃ σε ἀπὸ τω̃ν πετρω̃ν καὶ δώσω σε ὡς ὄρος ἐμπεπυρισμένον
26 καὶ οὐ μὴ λάβωσιν ἀπὸ σου̃ λίθον εἰς γωνίαν καὶ λίθον εἰς θεμέλιον ὅτι εἰς ἀφανισμὸν εἰς τὸν αἰω̃να ἔση̨ λέγει κύριος
27 ἄρατε σημει̃ον ἐπὶ τη̃ς γη̃ς σαλπίσατε ἐν ἔθνεσιν σάλπιγγι ἁγιάσατε ἐπ' αὐτὴν ἔθνη παραγγείλατε ἐπ' αὐτὴν βασιλείαις Αραρατ παρ' ἐμου̃ καὶ τοι̃ς Ασχαναζαίοις ἐπιστήσατε ἐπ' αὐτὴν βελοστάσεις ἀναβιβάσατε ἐπ' αὐτὴν ἵππον ὡς ἀκρίδων πλη̃θος
28 ἁγιάσατε ἐπ' αὐτὴν ἔθνη τὸν βασιλέα τω̃ν Μήδων καὶ πάσης τη̃ς γη̃ς τοὺς ἡγουμένους αὐτου̃ καὶ πάντας τοὺς στρατηγοὺς αὐτου̃
29 ἐσείσθη ἡ γη̃ καὶ ἐπόνεσεν διότι ἐξανέστη ἐπὶ Βαβυλω̃να λογισμὸς κυρίου του̃ θει̃ναι τὴν γη̃ν Βαβυλω̃νος εἰς ἀφανισμὸν καὶ μὴ κατοικει̃σθαι αὐτήν
30 ἐξέλιπεν μαχητὴς Βαβυλω̃νος του̃ πολεμει̃ν καθήσονται ἐκει̃ ἐν περιοχη̨̃ ἐθραύσθη ἡ δυναστεία αὐτω̃ν ἐγενήθησαν ὡσεὶ γυναι̃κες ἐνεπυρίσθη τὰ σκηνώματα αὐτη̃ς συνετρίβησαν οἱ μοχλοὶ αὐτη̃ς
31 διώκων εἰς ἀπάντησιν διώκοντος διώξεται καὶ ἀναγγέλλων εἰς ἀπάντησιν ἀναγγέλλοντος του̃ ἀναγγει̃λαι τω̨̃ βασιλει̃ Βαβυλω̃νος ὅτι ἑάλωκεν ἡ πόλις αὐτου̃
32 ἀπ' ἐσχάτου τω̃ν διαβάσεων αὐτου̃ ἐλήμφθησαν καὶ τὰ συστέματα αὐτω̃ν ἐνέπρησαν ἐν πυρί καὶ ἄνδρες αὐτου̃ οἱ πολεμισταὶ ἐξέρχονται
33 διότι τάδε λέγει κύριος οἰ̃κοι βασιλέως Βαβυλω̃νος ὡς ἅλων ὥριμος ἀλοηθήσονται ἔτι μικρὸν καὶ ἥξει ὁ ἄμητος αὐτη̃ς
34 κατέφαγέν με ἐμερίσατό με κατέλαβέν με σκευ̃ος λεπτὸν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος κατέπιέν με ὡς δράκων ἔπλησεν τὴν κοιλίαν αὐτου̃ ἀπὸ τη̃ς τρυφη̃ς μου ἐξω̃σέν με
35 οἱ μόχθοι μου καὶ αἱ ταλαιπωρίαι μου εἰς Βαβυλω̃να ἐρει̃ κατοικου̃σα Σιων καὶ τὸ αἱ̃μά μου ἐπὶ τοὺς κατοικου̃ντας Χαλδαίους ἐρει̃ Ιερουσαλημ
36 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ἐγὼ κρινω̃ τὴν ἀντίδικόν σου καὶ ἐκδικήσω τὴν ἐκδίκησίν σου καὶ ἐρημώσω τὴν θάλασσαν αὐτη̃ς καὶ ξηρανω̃ τὴν πηγὴν αὐτη̃ς
37 καὶ ἔσται Βαβυλὼν εἰς ἀφανισμὸν καὶ οὐ κατοικηθήσεται
38 ἅμα ὡς λέοντες ἐξηγέρθησαν καὶ ὡς σκύμνοι λεόντων
39 ἐν τη̨̃ θερμασία̨ αὐτω̃ν δώσω πότημα αὐτοι̃ς καὶ μεθύσω αὐτούς ὅπως καρωθω̃σιν καὶ ὑπνώσωσιν ὕπνον αἰώνιον καὶ οὐ μὴ ἐγερθω̃σι λέγει κύριος
40 καταβιβάσω αὐτοὺς ὡς ἄρνας εἰς σφαγὴν καὶ ὡς κριοὺς μετ' ἐρίφων
41 πω̃ς ἑάλω καὶ ἐθηρεύθη τὸ καύχημα πάσης τη̃ς γη̃ς πω̃ς ἐγένετο Βαβυλὼν εἰς ἀφανισμὸν ἐν τοι̃ς ἔθνεσιν
42 ἀνέβη ἐπὶ Βαβυλω̃να ἡ θάλασσα ἐν ἤχω̨ κυμάτων αὐτη̃ς καὶ κατεκαλύφθη
43 ἐγενήθησαν αἱ πόλεις αὐτη̃ς γη̃ ἄνυδρος καὶ ἄβατος οὐ κατοικήσει ἐν αὐτη̨̃ οὐδὲ εἱ̃ς οὐδὲ μὴ καταλύση̨ ἐν αὐτη̨̃ υἱὸς ἀνθρώπου
44 καὶ ἐκδικήσω ἐπὶ Βαβυλω̃να καὶ ἐξοίσω ἃ κατέπιεν ἐκ του̃ στόματος αὐτη̃ς καὶ οὐ μὴ συναχθω̃σιν πρὸς αὐτὴν ἔτι τὰ ἔθνη
45 ...
46 ...
47 ...
48 ...
49 καὶ ἐν Βαβυλω̃νι πεσου̃νται τραυματίαι πάσης τη̃ς γη̃ς
50 ἀνασω̨ζόμενοι ἐκ γη̃ς πορεύεσθε καὶ μὴ ἵστασθε οἱ μακρόθεν μνήσθητε του̃ κυρίου καὶ Ιερουσαλημ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμω̃ν
51 ἠ̨σχύνθημεν ὅτι ἠκούσαμεν ὀνειδισμὸν ἡμω̃ν κατεκάλυψεν ἀτιμία τὸ πρόσωπον ἡμω̃ν εἰση̃λθον ἀλλογενει̃ς εἰς τὰ ἅγια ἡμω̃ν εἰς οἰ̃κον κυρίου
52 διὰ του̃το ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ ἐκδικήσω ἐπὶ τὰ γλυπτὰ αὐτη̃ς καὶ ἐν πάση̨ τη̨̃ γη̨̃ αὐτη̃ς πεσου̃νται τραυματίαι
53 ὅτι ἐὰν ἀναβη̨̃ Βαβυλὼν ὡς ὁ οὐρανὸς καὶ ὅτι ἐὰν ὀχυρώση̨ ὕψος ἰσχύος αὐτη̃ς παρ' ἐμου̃ ἥξουσιν ἐξολεθρεύοντες αὐτήν λέγει κύριος
54 φωνὴ κραυγη̃ς ἐν Βαβυλω̃νι καὶ συντριβὴ μεγάλη ἐν γη̨̃ Χαλδαίων
55 ὅτι ἐξωλέθρευσεν κύριος τὴν Βαβυλω̃να καὶ ἀπώλεσεν ἀπ' αὐτη̃ς φωνὴν μεγάλην ἠχου̃σαν ὡς ὕδατα πολλά ἔδωκεν εἰς ὄλεθρον φωνὴν αὐτη̃ς
56 ὅτι ἠ̃λθεν ἐπὶ Βαβυλω̃να ταλαιπωρία ἑάλωσαν οἱ μαχηταὶ αὐτη̃ς ἐπτόηται τὸ τόξον αὐτω̃ν ὅτι θεὸς ἀνταποδίδωσιν αὐτοι̃ς κύριος ἀνταποδίδωσιν αὐτη̨̃ τὴν ἀνταπόδοσιν
57 καὶ μεθύσει μέθη̨ τοὺς ἡγεμόνας αὐτη̃ς καὶ τοὺς σοφοὺς αὐτη̃ς καὶ τοὺς στρατηγοὺς αὐτη̃ς λέγει ὁ βασιλεύς κύριος παντοκράτωρ ὄνομα αὐτω̨̃
58 τάδε λέγει κύριος τει̃χος Βαβυλω̃νος ἐπλατύνθη κατασκαπτόμενον κατασκαφήσεται καὶ αἱ πύλαι αὐτη̃ς αἱ ὑψηλαὶ ἐμπυρισθήσονται καὶ οὐ κοπιάσουσιν λαοὶ εἰς κενόν καὶ ἔθνη ἐν ἀρχη̨̃ ἐκλείψουσιν
59 ὁ λόγος ὃν ἐνετείλατο κύριος Ιερεμια τω̨̃ προφήτη̨ εἰπει̃ν τω̨̃ Σαραια υἱω̨̃ Νηριου υἱου̃ Μαασαιου ὅτε ἐπορεύετο παρὰ Σεδεκιου βασιλέως Ιουδα εἰς Βαβυλω̃να ἐν τω̨̃ ἔτει τω̨̃ τετάρτω̨ τη̃ς βασιλείας αὐτου̃ καὶ Σαραιας ἄρχων δώρων
60 καὶ ἔγραψεν Ιερεμιας πάντα τὰ κακά ἃ ἥξει ἐπὶ Βαβυλω̃να ἐν βιβλίω̨ ἑνί πάντας τοὺς λόγους τούτους τοὺς γεγραμμένους ἐπὶ Βαβυλω̃να
61 καὶ εἰ̃πεν Ιερεμιας πρὸς Σαραιαν ὅταν ἔλθη̨ς εἰς Βαβυλω̃να καὶ ὄψη̨ καὶ ἀναγνώση̨ πάντας τοὺς λόγους τούτους
62 καὶ ἐρει̃ς κύριε κύριε σὺ ἐλάλησας ἐπὶ τὸν τόπον του̃τον του̃ ἐξολεθρευ̃σαι αὐτὸν καὶ του̃ μὴ εἰ̃ναι ἐν αὐτω̨̃ κατοικου̃ντας ἀπὸ ἀνθρώπου ἕως κτήνους ὅτι ἀφανισμὸς εἰς τὸν αἰω̃να ἔσται
63 καὶ ἔσται ὅταν παύση̨ του̃ ἀναγινώσκειν τὸ βιβλίον του̃το καὶ ἐπιδήσεις ἐπ' αὐτὸ λίθον καὶ ῥίψεις αὐτὸ εἰς μέσον του̃ Εὐφράτου
64 καὶ ἐρει̃ς οὕτως καταδύσεται Βαβυλὼν καὶ οὐ μὴ ἀναστη̨̃ ἀπὸ προσώπου τω̃ν κακω̃ν ὡ̃ν ἐγὼ ἐπάγω ἐπ' αὐτήν

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 29

1 ἐπὶ τοὺς ἀλλοφύλους
2 τάδε λέγει κύριος ἰδοὺ ὕδατα ἀναβαίνει ἀπὸ βορρα̃ καὶ ἔσται εἰς χειμάρρουν κατακλύζοντα καὶ κατακλύσει γη̃ν καὶ τὸ πλήρωμα αὐτη̃ς πόλιν καὶ τοὺς κατοικου̃ντας ἐν αὐτη̨̃ καὶ κεκράξονται οἱ ἄνθρωποι καὶ ἀλαλάξουσιν ἅπαντες οἱ κατοικου̃ντες τὴν γη̃ν
3 ἀπὸ φωνη̃ς ὁρμη̃ς αὐτου̃ ἀπὸ τω̃ν ὁπλω̃ν τω̃ν ποδω̃ν αὐτου̃ καὶ ἀπὸ σεισμου̃ τω̃ν ἁρμάτων αὐτου̃ ἤχου τροχω̃ν αὐτου̃ οὐκ ἐπέστρεψαν πατέρες ἐφ' υἱοὺς αὐτω̃ν ἀπὸ ἐκλύσεως χειρω̃ν αὐτω̃ν
4 ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ἐρχομένη̨ του̃ ἀπολέσαι πάντας τοὺς ἀλλοφύλους καὶ ἀφανιω̃ τὴν Τύρον καὶ τὴν Σιδω̃να καὶ πάντας τοὺς καταλοίπους τη̃ς βοηθείας αὐτω̃ν ὅτι ἐξολεθρεύσει κύριος τοὺς καταλοίπους τω̃ν νήσων
5 ἥκει φαλάκρωμα ἐπὶ Γάζαν ἀπερρίφη 'Ασκαλὼν καὶ οἱ κατάλοιποι Ενακιμ ἕως τίνος κόψεις
6 ἡ μάχαιρα του̃ κυρίου ἕως τίνος οὐχ ἡσυχάσεις ἀποκατάστηθι εἰς τὸν κολεόν σου ἀνάπαυσαι καὶ ἐπάρθητι
7 πω̃ς ἡσυχάσει καὶ κύριος ἐνετείλατο αὐτη̨̃ ἐπὶ τὴν 'Ασκαλω̃να καὶ ἐπὶ τὰς παραθαλασσίους ἐπὶ τὰς καταλοίπους ἐπεγερθη̃ναι
Читать далее:ΙΕΡΕΜΊΑΣ, κεφαλίς 30
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).