ΙΕΡΕΜΊΑΣ,
κεφαλίς 27,
στἰχοι 5-8
5 ἕως Σιων ἐρωτήσουσιν τὴν ὁδόν ὡ̃δε γὰρ τὸ πρόσωπον αὐτω̃ν δώσουσιν καὶ ἥξουσιν καὶ καταφεύξονται πρὸς κύριον τὸν θεόν διαθήκη γὰρ αἰώνιος οὐκ ἐπιλησθήσεται |
6 πρόβατα ἀπολωλότα ἐγενήθη ὁ λαός μου οἱ ποιμένες αὐτω̃ν ἐξω̃σαν αὐτούς ἐπὶ τὰ ὄρη ἀπεπλάνησαν αὐτούς ἐξ ὄρους ἐπὶ βουνὸν ὤ̨χοντο ἐπελάθοντο κοίτης αὐτω̃ν |
7 πάντες οἱ εὑρίσκοντες αὐτοὺς κατανάλισκον αὐτούς οἱ ἐχθροὶ αὐτω̃ν εἰ̃παν μὴ ἀνω̃μεν αὐτούς ἀνθ' ὡ̃ν ἥμαρτον τω̨̃ κυρίω̨ νομη̨̃ δικαιοσύνης τω̨̃ συναγαγόντι τοὺς πατέρας αὐτω̃ν |
8 ἀπαλλοτριώθητε ἐκ μέσου Βαβυλω̃νος καὶ ἀπὸ γη̃ς Χαλδαίων καὶ ἐξέλθατε καὶ γένεσθε ὥσπερ δράκοντες κατὰ πρόσωπον προβάτων |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.