Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 27

λόγος κυρίου ὃν ἐλάλησεν ἐπὶ Βαβυλω̃να
ἀναγγείλατε ἐν τοι̃ς ἔθνεσιν καὶ ἀκουστὰ ποιήσατε καὶ μὴ κρύψητε εἴπατε ἑάλωκεν Βαβυλών κατη̨σχύνθη Βη̃λος ἡ ἀπτόητος ἡ τρυφερὰ παρεδόθη Μαρωδαχ
ὅτι ἀνέβη ἐπ' αὐτὴν ἔθνος ἀπὸ βορρα̃ οὑ̃τος θήσει τὴν γη̃ν αὐτη̃ς εἰς ἀφανισμόν καὶ οὐκ ἔσται ὁ κατοικω̃ν ἐν αὐτη̨̃ ἀπὸ ἀνθρώπου καὶ ἕως κτήνους
ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἥξουσιν οἱ υἱοὶ Ισραηλ αὐτοὶ καὶ οἱ υἱοὶ Ιουδα ἐπὶ τὸ αὐτό βαδίζοντες καὶ κλαίοντες πορεύσονται τὸν κύριον θεὸν αὐτω̃ν ζητου̃ντες
ἕως Σιων ἐρωτήσουσιν τὴν ὁδόν ὡ̃δε γὰρ τὸ πρόσωπον αὐτω̃ν δώσουσιν καὶ ἥξουσιν καὶ καταφεύξονται πρὸς κύριον τὸν θεόν διαθήκη γὰρ αἰώνιος οὐκ ἐπιλησθήσεται
πρόβατα ἀπολωλότα ἐγενήθη ὁ λαός μου οἱ ποιμένες αὐτω̃ν ἐξω̃σαν αὐτούς ἐπὶ τὰ ὄρη ἀπεπλάνησαν αὐτούς ἐξ ὄρους ἐπὶ βουνὸν ὤ̨χοντο ἐπελάθοντο κοίτης αὐτω̃ν
πάντες οἱ εὑρίσκοντες αὐτοὺς κατανάλισκον αὐτούς οἱ ἐχθροὶ αὐτω̃ν εἰ̃παν μὴ ἀνω̃μεν αὐτούς ἀνθ' ὡ̃ν ἥμαρτον τω̨̃ κυρίω̨ νομη̨̃ δικαιοσύνης τω̨̃ συναγαγόντι τοὺς πατέρας αὐτω̃ν
ἀπαλλοτριώθητε ἐκ μέσου Βαβυλω̃νος καὶ ἀπὸ γη̃ς Χαλδαίων καὶ ἐξέλθατε καὶ γένεσθε ὥσπερ δράκοντες κατὰ πρόσωπον προβάτων
ὅτι ἰδοὺ ἐγὼ ἐγείρω ἐπὶ Βαβυλω̃να συναγωγὰς ἐθνω̃ν ἐκ γη̃ς βορρα̃ καὶ παρατάξονται αὐτη̨̃ ἐκει̃θεν ἁλώσεται ὡς βολὶς μαχητου̃ συνετου̃ οὐκ ἐπιστρέψει κενή
10 καὶ ἔσται ἡ Χαλδαία εἰς προνομήν πάντες οἱ προνομεύοντες αὐτὴν ἐμπλησθήσονται
11 ὅτι ηὐφραίνεσθε καὶ κατεκαυχα̃σθε διαρπάζοντες τὴν κληρονομίαν μου διότι ἐσκιρτα̃τε ὡς βοΐδια ἐν βοτάνη̨ καὶ ἐκερατίζετε ὡς ταυ̃ροι
12 ἠ̨σχύνθη ἡ μήτηρ ὑμω̃ν σφόδρα μήτηρ ἐπ' ἀγαθὰ ἐσχάτη ἐθνω̃ν ἔρημος
13 ἀπὸ ὀργη̃ς κυρίου οὐ κατοικηθήσεται καὶ ἔσται εἰς ἀφανισμὸν πα̃σα καὶ πα̃ς ὁ διοδεύων διὰ Βαβυλω̃νος σκυθρωπάσει καὶ συριου̃σιν ἐπὶ πα̃σαν τὴν πληγὴν αὐτη̃ς
14 παρατάξασθε ἐπὶ Βαβυλω̃να κύκλω̨ πάντες τείνοντες τόξον τοξεύσατε ἐπ' αὐτήν μὴ φείσησθε ἐπὶ τοι̃ς τοξεύμασιν ὑμω̃ν
15 κατακροτήσατε ἐπ' αὐτήν παρελύθησαν αἱ χει̃ρες αὐτη̃ς ἔπεσαν αἱ ἐπάλξεις αὐτη̃ς καὶ κατεσκάφη τὸ τει̃χος αὐτη̃ς ὅτι ἐκδίκησις παρὰ θεου̃ ἐστιν ἐκδικει̃τε ἐπ' αὐτήν καθὼς ἐποίησεν ποιήσατε αὐτη̨̃
16 ἐξολεθρεύσατε σπέρμα ἐκ Βαβυλω̃νος κατέχοντα δρέπανον ἐν καιρω̨̃ θερισμου̃ ἀπὸ προσώπου μαχαίρας 'Ελληνικη̃ς ἕκαστος εἰς τὸν λαὸν αὐτου̃ ἀποστρέψουσιν καὶ ἕκαστος εἰς τὴν γη̃ν αὐτου̃ φεύξεται
17 πρόβατον πλανώμενον Ισραηλ λέοντες ἐξω̃σαν αὐτόν ὁ πρω̃τος ἔφαγεν αὐτὸν βασιλεὺς Ασσουρ καὶ οὑ̃τος ὕστερον τὰ ὀστα̃ αὐτου̃ βασιλεὺς Βαβυλω̃νος
18 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐκδικω̃ ἐπὶ τὸν βασιλέα Βαβυλω̃νος καὶ ἐπὶ τὴν γη̃ν αὐτου̃ καθὼς ἐξεδίκησα ἐπὶ τὸν βασιλέα Ασσουρ
19 καὶ ἀποκαταστήσω τὸν Ισραηλ εἰς τὴν νομὴν αὐτου̃ καὶ νεμήσεται ἐν τω̨̃ Καρμήλω̨ καὶ ἐν ὄρει Εφραιμ καὶ ἐν τω̨̃ Γαλααδ καὶ πλησθήσεται ἡ ψυχὴ αὐτου̃
20 ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ζητήσουσιν τὴν ἀδικίαν Ισραηλ καὶ οὐχ ὑπάρξει καὶ τὰς ἁμαρτίας Ιουδα καὶ οὐ μὴ εὑρεθω̃σιν ὅτι ἵλεως ἔσομαι τοι̃ς ὑπολελειμμένοις ἐπὶ τη̃ς γη̃ς λέγει κύριος
21 πικρω̃ς ἐπίβηθι ἐπ' αὐτὴν καὶ ἐπὶ τοὺς κατοικου̃ντας ἐπ' αὐτήν ἐκδίκησον μάχαιρα καὶ ἀφάνισον λέγει κύριος καὶ ποίει κατὰ πάντα ὅσα ἐντέλλομαί σοι
22 φωνὴ πολέμου καὶ συντριβὴ μεγάλη ἐν γη̨̃ Χαλδαίων
23 πω̃ς συνεκλάσθη καὶ συνετρίβη ἡ σφυ̃ρα πάσης τη̃ς γη̃ς πω̃ς ἐγενήθη εἰς ἀφανισμὸν Βαβυλὼν ἐν ἔθνεσιν
24 ἐπιθήσονταί σοι καὶ ἁλώση̨ ὠ̃ Βαβυλών καὶ οὐ γνώση̨ εὑρέθης καὶ ἐλήμφθης ὅτι τω̨̃ κυρίω̨ ἀντέστης
25 ἤνοιξεν κύριος τὸν θησαυρὸν αὐτου̃ καὶ ἐξήνεγκεν τὰ σκεύη ὀργη̃ς αὐτου̃ ὅτι ἔργον τω̨̃ κυρίω̨ θεω̨̃ ἐν γη̨̃ Χαλδαίων
26 ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτη̃ς ἀνοίξατε τὰς ἀποθήκας αὐτη̃ς ἐρευνήσατε αὐτὴν ὡς σπήλαιον καὶ ἐξολεθρεύσατε αὐτήν μὴ γενέσθω αὐτη̃ς κατάλειμμα
27 ἀναξηράνατε αὐτη̃ς πάντας τοὺς καρπούς καὶ καταβήτωσαν εἰς σφαγήν οὐαὶ αὐτοι̃ς ὅτι ἥκει ἡ ἡμέρα αὐτω̃ν καὶ καιρὸς ἐκδικήσεως αὐτω̃ν
28 φωνὴ φευγόντων καὶ ἀνασω̨ζομένων ἐκ γη̃ς Βαβυλω̃νος του̃ ἀναγγει̃λαι εἰς Σιων τὴν ἐκδίκησιν παρὰ κυρίου θεου̃ ἡμω̃ν
29 παραγγείλατε ἐπὶ Βαβυλω̃να πολλοι̃ς παντὶ ἐντείνοντι τόξον παρεμβάλετε ἐπ' αὐτὴν κυκλόθεν μὴ ἔστω αὐτη̃ς ἀνασω̨ζόμενος ἀνταπόδοτε αὐτη̨̃ κατὰ τὰ ἔργα αὐτη̃ς κατὰ πάντα ὅσα ἐποίησεν ποιήσατε αὐτη̨̃ ὅτι πρὸς τὸν κύριον ἀντέστη θεὸν ἅγιον του̃ Ισραηλ
30 διὰ του̃το πεσου̃νται οἱ νεανίσκοι αὐτη̃ς ἐν ται̃ς πλατείαις αὐτη̃ς καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ αὐτη̃ς ῥιφήσονται εἰ̃πεν κύριος
31 ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν λέγει κύριος ὅτι ἥκει ἡ ἡμέρα σου καὶ ὁ καιρὸς ἐκδικήσεώς σου
32 καὶ ἀσθενήσει ἡ ὕβρις σου καὶ πεσει̃ται καὶ οὐκ ἔσται ὁ ἀνιστω̃ν αὐτήν καὶ ἀνάψω πυ̃ρ ἐν τω̨̃ δρυμω̨̃ αὐτη̃ς καὶ καταφάγεται πάντα τὰ κύκλω̨ αὐτη̃ς
33 τάδε λέγει κύριος καταδεδυνάστευνται οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ Ιουδα ἅμα πάντες οἱ αἰχμαλωτεύσαντες αὐτοὺς κατεδυνάστευσαν αὐτούς ὅτι οὐκ ἠθέλησαν ἐξαποστει̃λαι αὐτούς
34 καὶ ὁ λυτρούμενος αὐτοὺς ἰσχυρός κύριος παντοκράτωρ ὄνομα αὐτω̨̃ κρίσιν κρινει̃ πρὸς τοὺς ἀντιδίκους αὐτου̃ ὅπως ἐξάρη̨ τὴν γη̃ν καὶ παροξυνει̃ τοι̃ς κατοικου̃σι Βαβυλω̃να
35 μάχαιραν ἐπὶ τοὺς Χαλδαίους καὶ ἐπὶ τοὺς κατοικου̃ντας Βαβυλω̃να καὶ ἐπὶ τοὺς μεγιστα̃νας αὐτη̃ς καὶ ἐπὶ τοὺς συνετοὺς αὐτη̃ς
36 μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτη̃ς καὶ παραλυθήσονται
37 μάχαιραν ἐπὶ τοὺς ἵππους αὐτω̃ν καὶ ἐπὶ τὰ ἅρματα αὐτω̃ν μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτω̃ν καὶ ἐπὶ τὸν σύμμικτον τὸν ἐν μέσω̨ αὐτη̃ς καὶ ἔσονται ὡσεὶ γυναι̃κες μάχαιραν ἐπὶ τοὺς θησαυροὺς αὐτη̃ς καὶ διασκορπισθήσονται
38 ἐπὶ τω̨̃ ὕδατι αὐτη̃ς ἐπεποίθει καὶ καταισχυνθήσονται ὅτι γη̃ τω̃ν γλυπτω̃ν ἐστιν καὶ ἐν ται̃ς νήσοις οὑ̃ κατεκαυχω̃ντο
39 διὰ του̃το κατοικήσουσιν ἰνδάλματα ἐν ται̃ς νήσοις καὶ κατοικήσουσιν ἐν αὐτη̨̃ θυγατέρες σειρήνων οὐ μὴ κατοικηθη̨̃ οὐκέτι εἰς τὸν αἰω̃να
40 καθὼς κατέστρεψεν ὁ θεὸς Σοδομα καὶ Γομορρα καὶ τὰς ὁμορούσας αὐται̃ς εἰ̃πεν κύριος οὐ μὴ κατοικήση̨ ἐκει̃ ἄνθρωπος καὶ οὐ μὴ παροικήση̨ ἐκει̃ υἱὸς ἀνθρώπου
41 ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρα̃ καὶ ἔθνος μέγα καὶ βασιλει̃ς πολλοὶ ἐξεγερθήσονται ἀπ' ἐσχάτου τη̃ς γη̃ς
42 τόξον καὶ ἐγχειρίδιον ἔχοντες ἰταμός ἐστιν καὶ οὐ μὴ ἐλεήση̨ φωνὴ αὐτω̃ν ὡς θάλασσα ἠχήσει ἐφ' ἵπποις ἱππάσονται παρεσκευασμένοι ὥσπερ πυ̃ρ εἰς πόλεμον πρὸς σέ θύγατερ Βαβυλω̃νος
43 ἤκουσεν βασιλεὺς Βαβυλω̃νος τὴν ἀκοὴν αὐτω̃ν καὶ παρελύθησαν αἱ χει̃ρες αὐτου̃ θλι̃ψις κατεκράτησεν αὐτου̃ ὠδι̃νες ὡς τικτούσης
44 ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἀπὸ του̃ Ιορδάνου εἰς τόπον Αιθαμ ὅτι ταχέως ἐκδιώξω αὐτοὺς ἀπ' αὐτη̃ς καὶ πάντα νεανίσκον ἐπ' αὐτὴν ἐπιστήσω ὅτι τίς ὥσπερ ἐγώ καὶ τίς ἀντιστήσεταί μοι καὶ τίς οὑ̃τος ποιμήν ὃς στήσεται κατὰ πρόσωπόν μου
45 διὰ του̃το ἀκούσατε τὴν βουλὴν κυρίου ἣν βεβούλευται ἐπὶ Βαβυλω̃να καὶ λογισμοὺς αὐτου̃ οὓς ἐλογίσατο ἐπὶ τοὺς κατοικου̃ντας Χαλδαίους ἐὰν μὴ διαφθαρη̨̃ τὰ ἀρνία τω̃ν προβάτων αὐτω̃ν ἐὰν μὴ ἀφανισθη̨̃ νομὴ ἀπ' αὐτω̃ν
46 ὅτι ἀπὸ φωνη̃ς ἁλώσεως Βαβυλω̃νος σεισθήσεται ἡ γη̃ καὶ κραυγὴ ἐν ἔθνεσιν ἀκουσθήσεται
Читать далее:ΙΕΡΕΜΊΑΣ, κεφαλίς 28
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).