ΙΕΡΕΜΊΑΣ,
κεφαλίς 35
1 καὶ ἐγένετο ἐν τω̨̃ τετάρτω̨ ἔτει Σεδεκια βασιλέως Ιουδα ἐν μηνὶ τω̨̃ πέμπτω̨ εἰ̃πέν μοι Ανανιας υἱὸς Αζωρ ὁ ψευδοπροφήτης ὁ ἀπὸ Γαβαων ἐν οἴκω̨ κυρίου κατ' ὀφθαλμοὺς τω̃ν ἱερέων καὶ παντὸς του̃ λαου̃ λέγων |
2 οὕτως εἰ̃πεν κύριος συνέτριψα τὸν ζυγὸν του̃ βασιλέως Βαβυλω̃νος |
3 ἔτι δύο ἔτη ἡμερω̃ν ἐγὼ ἀποστρέψω εἰς τὸν τόπον του̃τον τὰ σκεύη οἴκου κυρίου |
4 καὶ Ιεχονιαν καὶ τὴν ἀποικίαν Ιουδα ὅτι συντρίψω τὸν ζυγὸν βασιλέως Βαβυλω̃νος |
5 καὶ εἰ̃πεν Ιερεμιας πρὸς Ανανιαν κατ' ὀφθαλμοὺς παντὸς του̃ λαου̃ καὶ κατ' ὀφθαλμοὺς τω̃ν ἱερέων τω̃ν ἑστηκότων ἐν οἴκω̨ κυρίου |
6 καὶ εἰ̃πεν Ιερεμιας ἀληθω̃ς οὕτω ποιήσαι κύριος στήσαι τὸν λόγον σου ὃν σὺ προφητεύεις του̃ ἐπιστρέψαι τὰ σκεύη οἴκου κυρίου καὶ πα̃σαν τὴν ἀποικίαν ἐκ Βαβυλω̃νος εἰς τὸν τόπον του̃τον |
7 πλὴν ἀκούσατε τὸν λόγον κυρίου ὃν ἐγὼ λέγω εἰς τὰ ὠ̃τα ὑμω̃ν καὶ εἰς τὰ ὠ̃τα παντὸς του̃ λαου̃ |
8 οἱ προφη̃ται οἱ γεγονότες πρότεροί μου καὶ πρότεροι ὑμω̃ν ἀπὸ του̃ αἰω̃νος καὶ ἐπροφήτευσαν ἐπὶ γη̃ς πολλη̃ς καὶ ἐπὶ βασιλείας μεγάλας εἰς πόλεμον |
9 ὁ προφήτης ὁ προφητεύσας εἰς εἰρήνην ἐλθόντος του̃ λόγου γνώσονται τὸν προφήτην ὃν ἀπέστειλεν αὐτοι̃ς κύριος ἐν πίστει |
10 καὶ ἔλαβεν Ανανιας ἐν ὀφθαλμοι̃ς παντὸς του̃ λαου̃ τοὺς κλοιοὺς ἀπὸ του̃ τραχήλου Ιερεμιου καὶ συνέτριψεν αὐτούς |
11 καὶ εἰ̃πεν Ανανιας κατ' ὀφθαλμοὺς παντὸς του̃ λαου̃ λέγων οὕτως εἰ̃πεν κύριος οὕτως συντρίψω τὸν ζυγὸν βασιλέως Βαβυλω̃νος ἀπὸ τραχήλων πάντων τω̃ν ἐθνω̃ν καὶ ὤ̨χετο Ιερεμιας εἰς τὴν ὁδὸν αὐτου̃ |
12 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν μετὰ τὸ συντρι̃ψαι Ανανιαν τοὺς κλοιοὺς ἀπὸ του̃ τραχήλου αὐτου̃ λέγων |
13 βάδιζε καὶ εἰπὸν πρὸς Ανανιαν λέγων οὕτως εἰ̃πεν κύριος κλοιοὺς ξυλίνους συνέτριψας καὶ ποιήσω ἀντ' αὐτω̃ν κλοιοὺς σιδηρου̃ς |
14 ὅτι οὕτως εἰ̃πεν κύριος ζυγὸν σιδηρου̃ν ἔθηκα ἐπὶ τὸν τράχηλον πάντων τω̃ν ἐθνω̃ν ἐργάζεσθαι τω̨̃ βασιλει̃ Βαβυλω̃νος |
15 καὶ εἰ̃πεν Ιερεμιας τω̨̃ Ανανια οὐκ ἀπέσταλκέν σε κύριος καὶ πεποιθέναι ἐποίησας τὸν λαὸν του̃τον ἐπ' ἀδίκω̨ |
16 διὰ του̃το οὕτως εἰ̃πεν κύριος ἰδοὺ ἐγὼ ἐξαποστέλλω σε ἀπὸ προσώπου τη̃ς γη̃ς τούτω̨ τω̨̃ ἐνιαυτω̨̃ ἀποθανη̨̃ |
17 καὶ ἀπέθανεν ἐν τω̨̃ μηνὶ τω̨̃ ἑβδόμω̨ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.