ΙΕΡΕΜΊΑΣ,
κεφαλίς 38,
στἰχοι 14-23
14 μεγαλυνω̃ καὶ μεθύσω τὴν ψυχὴν τω̃ν ἱερέων υἱω̃ν Λευι καὶ ὁ λαός μου τω̃ν ἀγαθω̃ν μου ἐμπλησθήσεται |
15 οὕτως εἰ̃πεν κύριος φωνὴ ἐν Ραμα ἠκούσθη θρήνου καὶ κλαυθμου̃ καὶ ὀδυρμου̃ Ραχηλ ἀποκλαιομένη οὐκ ἤθελεν παύσασθαι ἐπὶ τοι̃ς υἱοι̃ς αὐτη̃ς ὅτι οὐκ εἰσίν |
16 οὕτως εἰ̃πεν κύριος διαλιπέτω ἡ φωνή σου ἀπὸ κλαυθμου̃ καὶ οἱ ὀφθαλμοί σου ἀπὸ δακρύων σου ὅτι ἔστιν μισθὸς τοι̃ς σοι̃ς ἔργοις καὶ ἐπιστρέψουσιν ἐκ γη̃ς ἐχθρω̃ν |
17 μόνιμον τοι̃ς σοι̃ς τέκνοις |
18 ἀκοὴν ἤκουσα Εφραιμ ὀδυρομένου ἐπαίδευσάς με καὶ ἐπαιδεύθην ἐγώ ὥσπερ μόσχος οὐκ ἐδιδάχθην ἐπίστρεψόν με καὶ ἐπιστρέψω ὅτι σὺ κύριος ὁ θεός μου |
19 ὅτι ὕστερον αἰχμαλωσίας μου μετενόησα καὶ ὕστερον του̃ γνω̃ναί με ἐστέναξα ἐφ' ἡμέρας αἰσχύνης καὶ ὑπέδειξά σοι ὅτι ἔλαβον ὀνειδισμὸν ἐκ νεότητός μου |
20 υἱὸς ἀγαπητὸς Εφραιμ ἐμοί παιδίον ἐντρυφω̃ν ὅτι ἀνθ' ὡ̃ν οἱ λόγοι μου ἐν αὐτω̨̃ μνεία̨ μνησθήσομαι αὐτου̃ διὰ του̃το ἔσπευσα ἐπ' αὐτω̨̃ ἐλεω̃ν ἐλεήσω αὐτόν φησὶν κύριος |
21 στη̃σον σεαυτήν Σιων ποίησον τιμωρίαν δὸς καρδίαν σου εἰς τοὺς ὤμους ὁδὸν ἣν ἐπορεύθης ἀποστράφητι παρθένος Ισραηλ ἀποστράφητι εἰς τὰς πόλεις σου πενθου̃σα |
22 ἕως πότε ἀποστρέψεις θυγάτηρ ἠτιμωμένη ὅτι ἔκτισεν κύριος σωτηρίαν εἰς καταφύτευσιν καινήν ἐν σωτηρία̨ περιελεύσονται ἄνθρωποι |
23 οὕτως εἰ̃πεν κύριος ἔτι ἐρου̃σιν τὸν λόγον του̃τον ἐν γη̨̃ Ιουδα καὶ ἐν πόλεσιν αὐτου̃ ὅταν ἀποστρέψω τὴν αἰχμαλωσίαν αὐτου̃ εὐλογημένος κύριος ἐπὶ δίκαιον ὄρος τὸ ἅγιον αὐτου̃ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.