Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 4

ἐὰν ἐπιστραφη̨̃ Ισραηλ λέγει κύριος πρός με ἐπιστραφήσεται ἐὰν περιέλη̨ τὰ βδελύγματα αὐτου̃ ἐκ στόματος αὐτου̃ καὶ ἀπὸ του̃ προσώπου μου εὐλαβηθη̨̃
καὶ ὀμόση̨ ζη̨̃ κύριος μετὰ ἀληθείας καὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνη̨ καὶ εὐλογήσουσιν ἐν αὐτη̨̃ ἔθνη καὶ ἐν αὐτω̨̃ αἰνέσουσιν τω̨̃ θεω̨̃ ἐν Ιερουσαλημ
ὅτι τάδε λέγει κύριος τοι̃ς ἀνδράσιν Ιουδα καὶ τοι̃ς κατοικου̃σιν Ιερουσαλημ νεώσατε ἑαυτοι̃ς νεώματα καὶ μὴ σπείρητε ἐπ' ἀκάνθαις
περιτμήθητε τω̨̃ θεω̨̃ ὑμω̃ν καὶ περιτέμεσθε τὴν σκληροκαρδίαν ὑμω̃ν ἄνδρες Ιουδα καὶ οἱ κατοικου̃ντες Ιερουσαλημ μὴ ἐξέλθη̨ ὡς πυ̃ρ ὁ θυμός μου καὶ ἐκκαυθήσεται καὶ οὐκ ἔσται ὁ σβέσων ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων ὑμω̃ν
ἀναγγείλατε ἐν τω̨̃ Ιουδα καὶ ἀκουσθήτω ἐν Ιερουσαλημ εἴπατε σημάνατε ἐπὶ τη̃ς γη̃ς σάλπιγγι καὶ κεκράξατε μέγα εἴπατε συνάχθητε καὶ εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς τειχήρεις
ἀναλαβόντες φεύγετε εἰς Σιων σπεύσατε μὴ στη̃τε ὅτι κακὰ ἐγὼ ἐπάγω ἀπὸ βορρα̃ καὶ συντριβὴν μεγάλην
ἀνέβη λέων ἐκ τη̃ς μάνδρας αὐτου̃ ἐξολεθρεύων ἔθνη ἐξη̃ρεν καὶ ἐξη̃λθεν ἐκ του̃ τόπου αὐτου̃ του̃ θει̃ναι τὴν γη̃ν εἰς ἐρήμωσιν καὶ πόλεις καθαιρεθήσονται παρὰ τὸ μὴ κατοικει̃σθαι αὐτάς
ἐπὶ τούτοις περιζώσασθε σάκκους καὶ κόπτεσθε καὶ ἀλαλάξατε διότι οὐκ ἀπεστράφη ὁ θυμὸς κυρίου ἀφ' ὑμω̃ν
καὶ ἔσται ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ λέγει κύριος ἀπολει̃ται ἡ καρδία του̃ βασιλέως καὶ ἡ καρδία τω̃ν ἀρχόντων καὶ οἱ ἱερει̃ς ἐκστήσονται καὶ οἱ προφη̃ται θαυμάσονται
10 καὶ εἰ̃πα ὠ̃ δέσποτα κύριε ἄρα γε ἀπατω̃ν ἠπάτησας τὸν λαὸν του̃τον καὶ τὴν Ιερουσαλημ λέγων εἰρήνη ἔσται ὑμι̃ν καὶ ἰδοὺ ἥψατο ἡ μάχαιρα ἕως τη̃ς ψυχη̃ς αὐτω̃ν
11 ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἐρου̃σιν τω̨̃ λαω̨̃ τούτω̨ καὶ τη̨̃ Ιερουσαλημ πνευ̃μα πλανήσεως ἐν τη̨̃ ἐρήμω̨ ὁδὸς τη̃ς θυγατρὸς του̃ λαου̃ μου οὐκ εἰς καθαρὸν οὐδ' εἰς ἅγιον
12 πνευ̃μα πληρώσεως ἥξει μοι νυ̃ν δὲ ἐγὼ λαλω̃ κρίματα πρὸς αὐτούς
13 ἰδοὺ ὡς νεφέλη ἀναβήσεται καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτου̃ κουφότεροι ἀετω̃ν οἱ ἵπποι αὐτου̃ οὐαὶ ἡμι̃ν ὅτι ταλαιπωρου̃μεν
14 ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου Ιερουσαλημ ἵνα σωθη̨̃ς ἕως πότε ὑπάρξουσιν ἐν σοὶ διαλογισμοὶ πόνων σου
15 διότι φωνὴ ἀναγγέλλοντος ἐκ Δαν ἥξει καὶ ἀκουσθήσεται πόνος ἐξ ὄρους Εφραιμ
16 ἀναμνήσατε ἔθνη ἰδοὺ ἥκασιν ἀναγγείλατε ἐν Ιερουσαλημ συστροφαὶ ἔρχονται ἐκ γη̃ς μακρόθεν καὶ ἔδωκαν ἐπὶ τὰς πόλεις Ιουδα φωνὴν αὐτω̃ν
17 ὡς φυλάσσοντες ἀγρὸν ἐγένοντο ἐπ' αὐτὴν κύκλω̨ ὅτι ἐμου̃ ἠμέλησας λέγει κύριος
18 αἱ ὁδοί σου καὶ τὰ ἐπιτηδεύματά σου ἐποίησαν ταυ̃τά σοι αὕτη ἡ κακία σου ὅτι πικρά ὅτι ἥψατο ἕως τη̃ς καρδίας σου
19 τὴν κοιλίαν μου τὴν κοιλίαν μου ἀλγω̃ καὶ τὰ αἰσθητήρια τη̃ς καρδίας μου μαιμάσσει ἡ ψυχή μου σπαράσσεται ἡ καρδία μου οὐ σιωπήσομαι ὅτι φωνὴν σάλπιγγος ἤκουσεν ἡ ψυχή μου κραυγὴν πολέμου
20 καὶ ταλαιπωρίαν συντριμμὸν ἐπικαλει̃ται ὅτι τεταλαιπώρηκεν πα̃σα ἡ γη̃ ἄφνω τεταλαιπώρηκεν ἡ σκηνή διεσπάσθησαν αἱ δέρρεις μου
21 ἕως πότε ὄψομαι φεύγοντας ἀκούων φωνὴν σαλπίγγων
22 διότι οἱ ἡγούμενοι του̃ λαου̃ μου ἐμὲ οὐκ ἤ̨δεισαν υἱοὶ ἄφρονές εἰσιν καὶ οὐ συνετοί σοφοί εἰσιν του̃ κακοποιη̃σαι τὸ δὲ καλω̃ς ποιη̃σαι οὐκ ἐπέγνωσαν
23 ἐπέβλεψα ἐπὶ τὴν γη̃ν καὶ ἰδοὺ οὐθέν καὶ εἰς τὸν οὐρανόν καὶ οὐκ ἠ̃ν τὰ φω̃τα αὐτου̃
24 εἰ̃δον τὰ ὄρη καὶ ἠ̃ν τρέμοντα καὶ πάντας τοὺς βουνοὺς ταρασσομένους
25 ἐπέβλεψα καὶ ἰδοὺ οὐκ ἠ̃ν ἄνθρωπος καὶ πάντα τὰ πετεινὰ του̃ οὐρανου̃ ἐπτοει̃το
26 εἰ̃δον καὶ ἰδοὺ ὁ Κάρμηλος ἔρημος καὶ πα̃σαι αἱ πόλεις ἐμπεπυρισμέναι πυρὶ ἀπὸ προσώπου κυρίου καὶ ἀπὸ προσώπου ὀργη̃ς θυμου̃ αὐτου̃ ἠφανίσθησαν
27 τάδε λέγει κύριος ἔρημος ἔσται πα̃σα ἡ γη̃ συντέλειαν δὲ οὐ μὴ ποιήσω
28 ἐπὶ τούτοις πενθείτω ἡ γη̃ καὶ συσκοτασάτω ὁ οὐρανὸς ἄνωθεν διότι ἐλάλησα καὶ οὐ μετανοήσω ὥρμησα καὶ οὐκ ἀποστρέψω ἀπ' αὐτη̃ς
29 ἀπὸ φωνη̃ς ἱππέως καὶ ἐντεταμένου τόξου ἀνεχώρησεν πα̃σα χώρα εἰσέδυσαν εἰς τὰ σπήλαια καὶ εἰς τὰ ἄλση ἐκρύβησαν καὶ ἐπὶ τὰς πέτρας ἀνέβησαν πα̃σα πόλις ἐγκατελείφθη οὐ κατοικει̃ ἐν αὐται̃ς ἄνθρωπος
30 καὶ σὺ τί ποιήσεις ἐὰν περιβάλη̨ κόκκινον καὶ κοσμήση̨ κόσμω̨ χρυσω̨̃ καὶ ἐὰν ἐγχρίση̨ στίβι τοὺς ὀφθαλμούς σου εἰς μάτην ὁ ὡραϊσμός σου ἀπώσαντό σε οἱ ἐρασταί σου τὴν ψυχήν σου ζητου̃σιν
31 ὅτι φωνὴν ὡς ὠδινούσης ἤκουσα του̃ στεναγμου̃ σου ὡς πρωτοτοκούσης φωνὴ θυγατρὸς Σιων ἐκλυθήσεται καὶ παρήσει τὰς χει̃ρας αὐτη̃ς οἴμμοι ἐγώ ὅτι ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοι̃ς ἀνη̨ρημένοις
Читать далее:ΙΕΡΕΜΊΑΣ, κεφαλίς 5
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).