Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 46

καὶ ἐγένετο ἐν τω̨̃ ἔτει τω̨̃ ἐνάτω̨ του̃ Σεδεκια βασιλέως Ιουδα ἐν τω̨̃ μηνὶ τω̨̃ δεκάτω̨ παρεγένετο Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος καὶ πα̃σα ἡ δύναμις αὐτου̃ ἐπὶ Ιερουσαλημ καὶ ἐπολιόρκουν αὐτήν
καὶ ἐν τω̨̃ ἑνδεκάτω̨ ἔτει του̃ Σεδεκια ἐν τω̨̃ μηνὶ τω̨̃ τετάρτω̨ ἐνάτη̨ του̃ μηνὸς ἐρράγη ἡ πόλις
καὶ εἰση̃λθον πάντες οἱ ἡγεμόνες βασιλέως Βαβυλω̃νος καὶ ἐκάθισαν ἐν πύλη̨ τη̨̃ μέση̨ Ναργαλασαρ καὶ Σαμαγωθ καὶ Ναβουσαχαρ καὶ Ναβουσαρις καὶ Ναγαργασνασερ Ραβαμαγ καὶ οἱ κατάλοιποι ἡγεμόνες βασιλέως Βαβυλω̃νος
...
...
...
...
...
...
10 ...
11 ...
12 ...
13 ...
14 καὶ ἀπέστειλαν καὶ ἔλαβον τὸν Ιερεμιαν ἐξ αὐλη̃ς τη̃ς φυλακη̃ς καὶ ἔδωκαν αὐτὸν πρὸς τὸν Γοδολιαν υἱὸν Αχικαμ υἱου̃ Σαφαν καὶ ἐξήγαγον αὐτόν καὶ ἐκάθισεν ἐν μέσω̨ του̃ λαου̃
15 καὶ πρὸς Ιερεμιαν ἐγένετο λόγος κυρίου ἐν τη̨̃ αὐλη̨̃ τη̃ς φυλακη̃ς λέγων
16 πορεύου καὶ εἰπὸν πρὸς Αβδεμελεχ τὸν Αἰθίοπα οὕτως εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ ἰδοὺ ἐγὼ φέρω τοὺς λόγους μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά
17 καὶ σώσω σε ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ οὐ μὴ δώσω σε εἰς χει̃ρας τω̃ν ἀνθρώπων ὡ̃ν σὺ φοβη̨̃ ἀπὸ προσώπου αὐτω̃ν
18 ὅτι σώ̨ζων σώσω σε καὶ ἐν ῥομφαία̨ οὐ μὴ πέση̨ς καὶ ἔσται ἡ ψυχή σου εἰς εὕρεμα ὅτι ἐπεποίθεις ἐπ' ἐμοί φησὶν κύριος

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 47

ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν ὕστερον μετὰ τὸ ἀποστει̃λαι αὐτὸν Ναβουζαρδαν τὸν ἀρχιμάγειρον τὸν ἐκ Δαμαν ἐν τω̨̃ λαβει̃ν αὐτὸν ἐν χειροπέδαις ἐν μέσω̨ ἀποικίας Ιουδα τω̃ν ἠγμένων εἰς Βαβυλω̃να
καὶ ἔλαβεν αὐτὸν ὁ ἀρχιμάγειρος καὶ εἰ̃πεν αὐτω̨̃ κύριος ὁ θεός σου ἐλάλησεν τὰ κακὰ ταυ̃τα ἐπὶ τὸν τόπον του̃τον
καὶ ἐποίησεν κύριος ὅτι ἡμάρτετε αὐτω̨̃ καὶ οὐκ ἠκούσατε αὐτου̃ τη̃ς φωνη̃ς
ἰδοὺ ἔλυσά σε ἀπὸ τω̃ν χειροπέδων τω̃ν ἐπὶ τὰς χει̃ράς σου εἰ καλὸν ἐναντίον σου ἐλθει̃ν μετ' ἐμου̃ εἰς Βαβυλω̃να ἡ̃κε καὶ θήσω τοὺς ὀφθαλμούς μου ἐπὶ σέ
εἰ δὲ μή ἀπότρεχε καὶ ἀνάστρεψον πρὸς Γοδολιαν υἱὸν Αχικαμ υἱου̃ Σαφαν ὃν κατέστησεν βασιλεὺς Βαβυλω̃νος ἐν γη̨̃ Ιουδα καὶ οἴκησον μετ' αὐτου̃ ἐν μέσω̨ του̃ λαου̃ ἐν γη̨̃ Ιουδα εἰς ἅπαντα τὰ ἀγαθὰ ἐν ὀφθαλμοι̃ς σου του̃ πορευθη̃ναι πορεύου καὶ ἔδωκεν αὐτω̨̃ ὁ ἀρχιμάγειρος δω̃ρα καὶ ἀπέστειλεν αὐτόν
καὶ ἠ̃λθεν πρὸς Γοδολιαν εἰς Μασσηφα καὶ ἐκάθισεν ἐν μέσω̨ του̃ λαου̃ του̃ καταλειφθέντος ἐν τη̨̃ γη̨̃
καὶ ἤκουσαν πάντες οἱ ἡγεμόνες τη̃ς δυνάμεως τη̃ς ἐν ἀγρω̨̃ αὐτοὶ καὶ οἱ ἄνδρες αὐτω̃ν ὅτι κατέστησεν βασιλεὺς Βαβυλω̃νος τὸν Γοδολιαν ἐν τη̨̃ γη̨̃ καὶ παρεκατέθετο αὐτω̨̃ ἄνδρας καὶ γυναι̃κας αὐτω̃ν οὓς οὐκ ἀπώ̨κισεν εἰς Βαβυλω̃να
καὶ ἠ̃λθεν πρὸς Γοδολιαν εἰς Μασσηφα Ισμαηλ υἱὸς Ναθανιου καὶ Ιωαναν υἱὸς Καρηε καὶ Σαραιας υἱὸς Θαναεμεθ καὶ υἱοὶ Ωφε του̃ Νετωφατι καὶ Ιεζονιας υἱὸς του̃ Μοχατι αὐτοὶ καὶ οἱ ἄνδρες αὐτω̃ν
καὶ ὤμοσεν αὐτοι̃ς Γοδολιας καὶ τοι̃ς ἀνδράσιν αὐτω̃ν λέγων μὴ φοβηθη̃τε ἀπὸ προσώπου τω̃ν παίδων τω̃ν Χαλδαίων κατοικήσατε ἐν τη̨̃ γη̨̃ καὶ ἐργάσασθε τω̨̃ βασιλει̃ Βαβυλω̃νος καὶ βέλτιον ἔσται ὑμι̃ν
10 καὶ ἰδοὺ ἐγὼ κάθημαι ἐναντίον ὑμω̃ν εἰς Μασσηφα στη̃ναι κατὰ πρόσωπον τω̃ν Χαλδαίων οἳ ἂν ἔλθωσιν ἐφ' ὑμα̃ς καὶ ὑμει̃ς συναγάγετε οἰ̃νον καὶ ὀπώραν καὶ συναγάγετε ἔλαιον καὶ βάλετε εἰς τὰ ἀγγει̃α ὑμω̃ν καὶ οἰκήσατε ἐν ται̃ς πόλεσιν αἱ̃ς κατεκρατήσατε
11 καὶ πάντες οἱ Ιουδαι̃οι οἱ ἐν γη̨̃ Μωαβ καὶ ἐν υἱοι̃ς Αμμων καὶ οἱ ἐν τη̨̃ Ιδουμαία̨ καὶ οἱ ἐν πάση̨ τη̨̃ γη̨̃ ἤκουσαν ὅτι ἔδωκεν βασιλεὺς Βαβυλω̃νος κατάλειμμα τω̨̃ Ιουδα καὶ ὅτι κατέστησεν ἐπ' αὐτοὺς τὸν Γοδολιαν υἱὸν Αχικαμ
12 καὶ ἠ̃λθον πρὸς Γοδολιαν εἰς γη̃ν Ιουδα εἰς Μασσηφα καὶ συνήγαγον οἰ̃νον καὶ ὀπώραν πολλὴν σφόδρα καὶ ἔλαιον
13 καὶ Ιωαναν υἱὸς Καρηε καὶ πάντες οἱ ἡγεμόνες τη̃ς δυνάμεως οἱ ἐν τοι̃ς ἀγροι̃ς ἠ̃λθον πρὸς Γοδολιαν εἰς Μασσηφα
14 καὶ εἰ̃παν αὐτω̨̃ εἰ γνώσει γινώσκεις ὅτι Βελισα βασιλεὺς υἱω̃ν Αμμων ἀπέστειλεν πρὸς σὲ τὸν Ισμαηλ πατάξαι σου ψυχήν καὶ οὐκ ἐπίστευσεν αὐτοι̃ς Γοδολιας
15 καὶ Ιωαναν εἰ̃πεν τω̨̃ Γοδολια κρυφαίως ἐν Μασσηφα πορεύσομαι δὴ καὶ πατάξω τὸν Ισμαηλ καὶ μηθεὶς γνώτω μὴ πατάξη̨ σου ψυχὴν καὶ διασπαρη̨̃ πα̃ς Ιουδα οἱ συνηγμένοι πρὸς σὲ καὶ ἀπολου̃νται οἱ κατάλοιποι Ιουδα
16 καὶ εἰ̃πεν Γοδολιας πρὸς Ιωαναν μὴ ποιήση̨ς τὸ πρα̃γμα του̃το ὅτι ψευδη̃ σὺ λέγεις περὶ Ισμαηλ

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 48

καὶ ἐγένετο τω̨̃ μηνὶ τω̨̃ ἑβδόμω̨ ἠ̃λθεν Ισμαηλ υἱὸς Ναθανιου υἱου̃ Ελασα ἀπὸ γένους του̃ βασιλέως καὶ δέκα ἄνδρες μετ' αὐτου̃ πρὸς Γοδολιαν εἰς Μασσηφα καὶ ἔφαγον ἐκει̃ ἄρτον ἅμα
καὶ ἀνέστη Ισμαηλ καὶ οἱ δέκα ἄνδρες οἳ ἠ̃σαν μετ' αὐτου̃ καὶ ἐπάταξαν τὸν Γοδολιαν ὃν κατέστησεν βασιλεὺς Βαβυλω̃νος ἐπὶ τη̃ς γη̃ς
καὶ πάντας τοὺς Ιουδαίους τοὺς ὄντας μετ' αὐτου̃ ἐν Μασσηφα καὶ πάντας τοὺς Χαλδαίους τοὺς εὑρεθέντας ἐκει̃
καὶ ἐγένετο τη̨̃ ἡμέρα̨ τη̨̃ δευτέρα̨ πατάξαντος αὐτου̃ τὸν Γοδολιαν καὶ ἄνθρωπος οὐκ ἔγνω
καὶ ἤλθοσαν ἄνδρες ἀπὸ Συχεμ καὶ ἀπὸ Σαλημ καὶ ἀπὸ Σαμαρείας ὀγδοήκοντα ἄνδρες ἐξυρημένοι πώγωνας καὶ διερρηγμένοι τὰ ἱμάτια καὶ κοπτόμενοι καὶ μαναα καὶ λίβανος ἐν χερσὶν αὐτω̃ν του̃ εἰσενεγκει̃ν εἰς οἰ̃κον κυρίου
καὶ ἐξη̃λθεν εἰς ἀπάντησιν αὐτοι̃ς Ισμαηλ αὐτοὶ ἐπορεύοντο καὶ ἔκλαιον καὶ εἰ̃πεν αὐτοι̃ς εἰσέλθετε πρὸς Γοδολιαν
καὶ ἐγένετο εἰσελθόντων αὐτω̃ν εἰς τὸ μέσον τη̃ς πόλεως ἔσφαξεν αὐτοὺς εἰς τὸ φρέαρ
καὶ δέκα ἄνδρες εὑρέθησαν ἐκει̃ καὶ εἰ̃παν τω̨̃ Ισμαηλ μὴ ἀνέλη̨ς ἡμα̃ς ὅτι εἰσὶν ἡμι̃ν θησαυροὶ ἐν ἀγρω̨̃ πυροὶ καὶ κριθαί μέλι καὶ ἔλαιον καὶ παρη̃λθεν καὶ οὐκ ἀνει̃λεν αὐτοὺς ἐν μέσω̨ τω̃ν ἀδελφω̃ν αὐτω̃ν
καὶ τὸ φρέαρ εἰς ὃ ἔρριψεν ἐκει̃ Ισμαηλ πάντας οὓς ἐπάταξεν φρέαρ μέγα του̃τό ἐστιν ὃ ἐποίησεν ὁ βασιλεὺς Ασα ἀπὸ προσώπου Βαασα βασιλέως Ισραηλ του̃το ἐνέπλησεν Ισμαηλ τραυματιω̃ν
10 καὶ ἀπέστρεψεν Ισμαηλ πάντα τὸν λαὸν τὸν καταλειφθέντα εἰς Μασσηφα καὶ τὰς θυγατέρας του̃ βασιλέως ἃς παρεκατέθετο ὁ ἀρχιμάγειρος τω̨̃ Γοδολια υἱω̨̃ Αχικαμ καὶ ὤ̨χετο εἰς τὸ πέραν υἱω̃ν Αμμων
11 καὶ ἤκουσεν Ιωαναν υἱὸς Καρηε καὶ πάντες οἱ ἡγεμόνες τη̃ς δυνάμεως οἱ μετ' αὐτου̃ πάντα τὰ κακά ἃ ἐποίησεν Ισμαηλ
12 καὶ ἤγαγον ἅπαν τὸ στρατόπεδον αὐτω̃ν καὶ ὤ̨χοντο πολεμει̃ν αὐτὸν καὶ εὑ̃ρον αὐτὸν ἐπὶ ὕδατος πολλου̃ ἐν Γαβαων
13 καὶ ἐγένετο ὅτε εἰ̃δον πα̃ς ὁ λαὸς ὁ μετὰ Ισμαηλ τὸν Ιωαναν καὶ τοὺς ἡγεμόνας τη̃ς δυνάμεως τη̃ς μετ' αὐτου̃
14 καὶ ἀνέστρεψαν πρὸς Ιωαναν
15 καὶ Ισμαηλ ἐσώθη σὺν ὀκτὼ ἀνθρώποις καὶ ὤ̨χετο πρὸς τοὺς υἱοὺς Αμμων
16 καὶ ἔλαβεν Ιωαναν καὶ πάντες οἱ ἡγεμόνες τη̃ς δυνάμεως οἱ μετ' αὐτου̃ πάντας τοὺς καταλοίπους του̃ λαου̃ οὕς ἀπέστρεψεν ἀπὸ Ισμαηλ δυνατοὺς ἄνδρας ἐν πολέμω̨ καὶ τὰς γυναι̃κας καὶ τὰ λοιπὰ καὶ τοὺς εὐνούχους οὓς ἀπέστρεψεν ἀπὸ Γαβαων
17 καὶ ὤ̨χοντο καὶ ἐκάθισαν ἐν Γαβηρωθ-χαμααμ τὴν πρὸς Βηθλεεμ του̃ πορευθη̃ναι εἰσελθει̃ν εἰς Αἴγυπτον
18 ἀπὸ προσώπου τω̃ν Χαλδαίων ὅτι ἐφοβήθησαν ἀπὸ προσώπου αὐτω̃ν ὅτι ἐπάταξεν Ισμαηλ τὸν Γοδολιαν ὃν κατέστησεν βασιλεὺς Βαβυλω̃νος ἐν τη̨̃ γη̨̃

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 49

καὶ προση̃λθον πάντες οἱ ἡγεμόνες τη̃ς δυνάμεως καὶ Ιωαναν καὶ Αζαριας υἱὸς Μαασαιου καὶ πα̃ς ὁ λαὸς ἀπὸ μικρου̃ ἕως μεγάλου
πρὸς Ιερεμιαν τὸν προφήτην καὶ εἰ̃παν αὐτω̨̃ πεσέτω δὴ τὸ ἔλεος ἡμω̃ν κατὰ πρόσωπόν σου καὶ πρόσευξαι πρὸς κύριον τὸν θεόν σου περὶ τω̃ν καταλοίπων τούτων ὅτι κατελείφθημεν ὀλίγοι ἀπὸ πολλω̃ν καθὼς οἱ ὀφθαλμοί σου βλέπουσιν
καὶ ἀναγγειλάτω ἡμι̃ν κύριος ὁ θεός σου τὴν ὁδόν ἡ̨̃ πορευσόμεθα ἐν αὐτη̨̃ καὶ λόγον ὃν ποιήσομεν
καὶ εἰ̃πεν αὐτοι̃ς Ιερεμιας ἤκουσα ἰδοὺ ἐγὼ προσεύξομαι πρὸς κύριον τὸν θεὸν ἡμω̃ν κατὰ τοὺς λόγους ὑμω̃ν καὶ ἔσται ὁ λόγος ὃν ἂν ἀποκριθήσεται κύριος ἀναγγελω̃ ὑμι̃ν οὐ μὴ κρύψω ἀφ' ὑμω̃ν ῥη̃μα
καὶ αὐτοὶ εἰ̃παν τω̨̃ Ιερεμια ἔστω κύριος ἐν ἡμι̃ν εἰς μάρτυρα δίκαιον καὶ πιστόν εἰ μὴ κατὰ πάντα τὸν λόγον ὃν ἂν ἀποστείλη̨ σε κύριος πρὸς ἡμα̃ς οὕτως ποιήσομεν
καὶ ἐὰν ἀγαθὸν καὶ ἐὰν κακόν τὴν φωνὴν κυρίου του̃ θεου̃ ἡμω̃ν οὑ̃ ἡμει̃ς ἀποστέλλομέν σε πρὸς αὐτόν ἀκουσόμεθα ἵνα βέλτιον ἡμι̃ν γένηται ὅτι ἀκουσόμεθα τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ ἡμω̃ν
καὶ ἐγενήθη μετὰ δέκα ἡμέρας ἐγενήθη λόγος κυρίου πρὸς Ιερεμιαν
καὶ ἐκάλεσεν τὸν Ιωαναν καὶ τοὺς ἡγεμόνας τη̃ς δυνάμεως καὶ πάντα τὸν λαὸν ἀπὸ μικρου̃ ἕως μεγάλου
καὶ εἰ̃πεν αὐτοι̃ς οὕτως εἰ̃πεν κύριος
10 ἐὰν καθίσαντες καθίσητε ἐν τη̨̃ γη̨̃ ταύτη̨ οἰκοδομήσω ὑμα̃ς καὶ οὐ μὴ καθέλω καὶ φυτεύσω ὑμα̃ς καὶ οὐ μὴ ἐκτίλω ὅτι ἀναπέπαυμαι ἐπὶ τοι̃ς κακοι̃ς οἱ̃ς ἐποίησα ὑμι̃ν
11 μὴ φοβηθη̃τε ἀπὸ προσώπου βασιλέως Βαβυλω̃νος οὑ̃ ὑμει̃ς φοβει̃σθε ἀπὸ προσώπου αὐτου̃ μὴ φοβηθη̃τε φησὶν κύριος ὅτι μεθ' ὑμω̃ν ἐγώ εἰμι του̃ ἐξαιρει̃σθαι ὑμα̃ς καὶ σώ̨ζειν ὑμα̃ς ἐκ χειρὸς αὐτου̃
12 καὶ δώσω ὑμι̃ν ἔλεος καὶ ἐλεήσω ὑμα̃ς καὶ ἐπιστρέψω ὑμα̃ς εἰς τὴν γη̃ν ὑμω̃ν
13 καὶ εἰ λέγετε ὑμει̃ς οὐ μὴ καθίσωμεν ἐν τη̨̃ γη̨̃ ταύτη̨ πρὸς τὸ μὴ ἀκου̃σαι φωνη̃ς κυρίου
14 ὅτι εἰς γη̃ν Αἰγύπτου εἰσελευσόμεθα καὶ οὐ μὴ ἴδωμεν πόλεμον καὶ φωνὴν σάλπιγγος οὐ μὴ ἀκούσωμεν καὶ ἐν ἄρτοις οὐ μὴ πεινάσωμεν καὶ ἐκει̃ οἰκήσομεν
15 διὰ του̃το ἀκούσατε λόγον κυρίου οὕτως εἰ̃πεν κύριος ἐὰν ὑμει̃ς δω̃τε τὸ πρόσωπον ὑμω̃ν εἰς Αἴγυπτον καὶ εἰσέλθητε ἐκει̃ κατοικει̃ν
16 καὶ ἔσται ἡ ῥομφαία ἣν ὑμει̃ς φοβει̃σθε ἀπὸ προσώπου αὐτη̃ς εὑρήσει ὑμα̃ς ἐν γη̨̃ Αἰγύπτου καὶ ὁ λιμός οὑ̃ ὑμει̃ς λόγον ἔχετε ἀπὸ προσώπου αὐτου̃ καταλήμψεται ὑμα̃ς ὀπίσω ὑμω̃ν ἐν Αἰγύπτω̨ καὶ ἐκει̃ ἀποθανει̃σθε
17 καὶ ἔσονται πάντες οἱ ἄνθρωποι καὶ πάντες οἱ ἀλλογενει̃ς οἱ θέντες τὸ πρόσωπον αὐτω̃ν εἰς γη̃ν Αἰγύπτου ἐνοικει̃ν ἐκει̃ ἐκλείψουσιν ἐν τη̨̃ ῥομφαία̨ καὶ ἐν τω̨̃ λιμω̨̃ καὶ οὐκ ἔσται αὐτω̃ν οὐθεὶς σω̨ζόμενος ἀπὸ τω̃ν κακω̃ν ὡ̃ν ἐγὼ ἐπάγω ἐπ' αὐτούς
18 ὅτι οὕτως εἰ̃πεν κύριος καθὼς ἔσταξεν ὁ θυμός μου ἐπὶ τοὺς κατοικου̃ντας Ιερουσαλημ οὕτως στάξει ὁ θυμός μου ἐφ' ὑμα̃ς εἰσελθόντων ὑμω̃ν εἰς Αἴγυπτον καὶ ἔσεσθε εἰς ἄβατον καὶ ὑποχείριοι καὶ εἰς ἀρὰν καὶ εἰς ὀνειδισμὸν καὶ οὐ μὴ ἴδητε οὐκέτι τὸν τόπον του̃τον
19 ἃ ἐλάλησεν κύριος ἐφ' ὑμα̃ς τοὺς καταλοίπους Ιουδα μὴ εἰσέλθητε εἰς Αἴγυπτον καὶ νυ̃ν γνόντες γνώσεσθε
20 ὅτι ἐπονηρεύσασθε ἐν ψυχαι̃ς ὑμω̃ν ἀποστείλαντές με λέγοντες πρόσευξαι περὶ ἡμω̃ν πρὸς κύριον καὶ κατὰ πάντα ἃ ἐὰν λαλήση̨ σοι κύριος ποιήσομεν
21 καὶ οὐκ ἠκούσατε τη̃ς φωνη̃ς κυρίου ἡ̃ς ἀπέστειλέν με πρὸς ὑμα̃ς
22 καὶ νυ̃ν ἐν ῥομφαία̨ καὶ ἐν λιμω̨̃ ἐκλείψετε ἐν τω̨̃ τόπω̨ οὑ̃ ὑμει̃ς βούλεσθε εἰσελθει̃ν κατοικει̃ν ἐκει̃

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 50

καὶ ἐγενήθη ὡς ἐπαύσατο Ιερεμιας λέγων πρὸς τὸν λαὸν πάντας τοὺς λόγους κυρίου οὓς ἀπέστειλεν αὐτὸν κύριος πρὸς αὐτούς πάντας τοὺς λόγους τούτους
καὶ εἰ̃πεν Αζαριας υἱὸς Μαασαιου καὶ Ιωαναν υἱὸς Καρηε καὶ πάντες οἱ ἄνδρες οἱ εἴπαντες τω̨̃ Ιερεμια λέγοντες ψεύδη οὐκ ἀπέστειλέν σε κύριος πρὸς ἡμα̃ς λέγων μὴ εἰσέλθητε εἰς Αἴγυπτον οἰκει̃ν ἐκει̃
ἀλλ' ἢ Βαρουχ υἱὸς Νηριου συμβάλλει σε πρὸς ἡμα̃ς ἵνα δω̨̃ς ἡμα̃ς εἰς χει̃ρας τω̃ν Χαλδαίων του̃ θανατω̃σαι ἡμα̃ς καὶ ἀποικισθη̃ναι ἡμα̃ς εἰς Βαβυλω̃να
καὶ οὐκ ἤκουσεν Ιωαναν καὶ πάντες οἱ ἡγεμόνες τη̃ς δυνάμεως καὶ πα̃ς ὁ λαὸς τη̃ς φωνη̃ς κυρίου κατοικη̃σαι ἐν γη̨̃ Ιουδα
καὶ ἔλαβεν Ιωαναν καὶ πάντες οἱ ἡγεμόνες τη̃ς δυνάμεως πάντας τοὺς καταλοίπους Ιουδα τοὺς ἀποστρέψαντας κατοικει̃ν ἐν τη̨̃ γη̨̃
τοὺς δυνατοὺς ἄνδρας καὶ τὰς γυναι̃κας καὶ τὰ νήπια καὶ τὰς θυγατέρας του̃ βασιλέως καὶ τὰς ψυχάς ἃς κατέλιπεν Ναβουζαρδαν μετὰ Γοδολιου υἱου̃ Αχικαμ καὶ Ιερεμιαν τὸν προφήτην καὶ Βαρουχ υἱὸν Νηριου
καὶ εἰση̃λθον εἰς Αἴγυπτον ὅτι οὐκ ἤκουσαν τη̃ς φωνη̃ς κυρίου καὶ εἰση̃λθον εἰς Ταφνας
καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν ἐν Ταφνας λέγων
λαβὲ σεαυτω̨̃ λίθους μεγάλους καὶ κατάκρυψον αὐτοὺς ἐν προθύροις ἐν πύλη̨ τη̃ς οἰκίας Φαραω ἐν Ταφνας κατ' ὀφθαλμοὺς ἀνδρω̃ν Ιουδα
10 καὶ ἐρει̃ς οὕτως εἰ̃πεν κύριος ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ ἄξω Ναβουχοδονοσορ βασιλέα Βαβυλω̃νος καὶ θήσει αὐτου̃ τὸν θρόνον ἐπάνω τω̃ν λίθων τούτων ὡ̃ν κατέκρυψας καὶ ἀρει̃ τὰ ὅπλα αὐτου̃ ἐπ' αὐτοὺς
11 καὶ εἰσελεύσεται καὶ πατάξει γη̃ν Αἰγύπτου οὓς εἰς θάνατον εἰς θάνατον καὶ οὓς εἰς ἀποικισμόν εἰς ἀποικισμόν καὶ οὕς εἰς ῥομφαίαν εἰς ῥομφαίαν
12 καὶ καύσει πυ̃ρ ἐν οἰκίαις θεω̃ν αὐτω̃ν καὶ ἐμπυριει̃ αὐτὰς καὶ ἀποικιει̃ αὐτοὺς καὶ φθειριει̃ γη̃ν Αἰγύπτου ὥσπερ φθειρίζει ποιμὴν τὸ ἱμάτιον αὐτου̃ καὶ ἐξελεύσεται ἐν εἰρήνη̨
13 καὶ συντρίψει τοὺς στύλους ἡλίου πόλεως τοὺς ἐν Ων καὶ τὰς οἰκίας αὐτω̃ν κατακαύσει ἐν πυρί

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 51

ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν ἅπασιν τοι̃ς Ιουδαίοις τοι̃ς κατοικου̃σιν ἐν γη̨̃ Αἰγύπτω̨ καὶ τοι̃ς καθημένοις ἐν Μαγδώλω̨ καὶ ἐν Ταφνας καὶ ἐν γη̨̃ Παθουρης λέγων
οὕτως εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ ὑμει̃ς ἑωράκατε πάντα τὰ κακά ἃ ἐπήγαγον ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ τὰς πόλεις Ιουδα καὶ ἰδού εἰσιν ἔρημοι ἀπὸ ἐνοίκων
ἀπὸ προσώπου πονηρίας αὐτω̃ν ἡ̃ς ἐποίησαν παραπικρα̃ναί με πορευθέντες θυμια̃ν θεοι̃ς ἑτέροις οἱ̃ς οὐκ ἔγνωτε
καὶ ἀπέστειλα πρὸς ὑμα̃ς τοὺς παι̃δάς μου τοὺς προφήτας ὄρθρου καὶ ἀπέστειλα λέγων μὴ ποιήσητε τὸ πρα̃γμα τη̃ς μολύνσεως ταύτης ἡ̃ς ἐμίσησα
καὶ οὐκ ἤκουσάν μου καὶ οὐκ ἔκλιναν τὸ οὐ̃ς αὐτω̃ν ἀποστρέψαι ἀπὸ τω̃ν κακω̃ν αὐτω̃ν πρὸς τὸ μὴ θυμια̃ν θεοι̃ς ἑτέροις
καὶ ἔσταξεν ἡ ὀργή μου καὶ ὁ θυμός μου καὶ ἐξεκαύθη ἐν πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ καὶ ἐγενήθησαν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον ὡς ἡ ἡμέρα αὕτη
καὶ νυ̃ν οὕτως εἰ̃πεν κύριος παντοκράτωρ ἵνα τί ὑμει̃ς ποιει̃τε κακὰ μεγάλα ἐπὶ ψυχαι̃ς ὑμω̃ν ἐκκόψαι ὑμω̃ν ἄνθρωπον καὶ γυναι̃κα νήπιον καὶ θηλάζοντα ἐκ μέσου Ιουδα πρὸς τὸ μὴ καταλειφθη̃ναι ὑμω̃ν μηδένα
παραπικρα̃ναί με ἐν τοι̃ς ἔργοις τω̃ν χειρω̃ν ὑμω̃ν θυμια̃ν θεοι̃ς ἑτέροις ἐν γη̨̃ Αἰγύπτω̨ εἰς ἣν εἰσήλθατε ἐνοικει̃ν ἐκει̃ ἵνα ἐκκοπη̃τε καὶ ἵνα γένησθε εἰς κατάραν καὶ εἰς ὀνειδισμὸν ἐν πα̃σιν τοι̃ς ἔθνεσιν τη̃ς γη̃ς
μὴ ἐπιλέλησθε ὑμει̃ς τω̃ν κακω̃ν τω̃ν πατέρων ὑμω̃ν καὶ τω̃ν κακω̃ν τω̃ν βασιλέων Ιουδα καὶ τω̃ν κακω̃ν τω̃ν ἀρχόντων ὑμω̃ν καὶ τω̃ν κακω̃ν τω̃ν γυναικω̃ν ὑμω̃ν ὡ̃ν ἐποίησαν ἐν γη̨̃ Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ
10 καὶ οὐκ ἐπαύσαντο ἕως τη̃ς ἡμέρας ταύτης καὶ οὐκ ἀντείχοντο τω̃ν προσταγμάτων μου ὡ̃ν ἔδωκα κατὰ πρόσωπον τω̃ν πατέρων αὐτω̃ν
11 διὰ του̃το οὕτως εἰ̃πεν κύριος ἰδοὺ ἐγὼ ἐφίστημι τὸ πρόσωπόν μου
12 του̃ ἀπολέσαι πάντας τοὺς καταλοίπους τοὺς ἐν Αἰγύπτω̨ καὶ πεσου̃νται ἐν ῥομφαία̨ καὶ ἐν λιμω̨̃ ἐκλείψουσιν ἀπὸ μικρου̃ ἕως μεγάλου καὶ ἔσονται εἰς ὀνειδισμὸν καὶ εἰς ἀπώλειαν καὶ εἰς κατάραν
13 καὶ ἐπισκέψομαι ἐπὶ τοὺς καθημένους ἐν γη̨̃ Αἰγύπτω̨ ὡς ἐπεσκεψάμην ἐπὶ Ιερουσαλημ ἐν ῥομφαία̨ καὶ ἐν λιμω̨̃ καὶ ἐν θανάτω̨
14 καὶ οὐκ ἔσται σεσω̨σμένος οὐθεὶς τω̃ν ἐπιλοίπων Ιουδα τω̃ν παροικούντων ἐν γη̨̃ Αἰγύπτω̨ του̃ ἐπιστρέψαι εἰς γη̃ν Ιουδα ἐφ' ἣν αὐτοὶ ἐλπίζουσιν ται̃ς ψυχαι̃ς αὐτω̃ν του̃ ἐπιστρέψαι ἐκει̃ οὐ μὴ ἐπιστρέψωσιν ἀλλ' ἢ ἀνασεσω̨σμένοι
15 καὶ ἀπεκρίθησαν τω̨̃ Ιερεμια πάντες οἱ ἄνδρες οἱ γνόντες ὅτι θυμιω̃σιν αἱ γυναι̃κες αὐτω̃ν θεοι̃ς ἑτέροις καὶ πα̃σαι αἱ γυναι̃κες συναγωγὴ μεγάλη καὶ πα̃ς ὁ λαὸς οἱ καθήμενοι ἐν γη̨̃ Αἰγύπτω̨ ἐν Παθουρη λέγοντες
16 ὁ λόγος ὃν ἐλάλησας πρὸς ἡμα̃ς τω̨̃ ὀνόματι κυρίου οὐκ ἀκούσομέν σου
17 ὅτι ποιου̃ντες ποιήσομεν πάντα τὸν λόγον ὃς ἐξελεύσεται ἐκ του̃ στόματος ἡμω̃ν θυμια̃ν τη̨̃ βασιλίσση̨ του̃ οὐρανου̃ καὶ σπένδειν αὐτη̨̃ σπονδάς καθὰ ἐποιήσαμεν ἡμει̃ς καὶ οἱ πατέρες ἡμω̃ν καὶ οἱ βασιλει̃ς ἡμω̃ν καὶ οἱ ἄρχοντες ἡμω̃ν ἐν πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ καὶ ἐπλήσθημεν ἄρτων καὶ ἐγενόμεθα χρηστοὶ καὶ κακὰ οὐκ εἴδομεν
18 καὶ ὡς διελίπομεν θυμιω̃ντες τη̨̃ βασιλίσση̨ του̃ οὐρανου̃ ἠλαττώθημεν πάντες καὶ ἐν ῥομφαία̨ καὶ ἐν λιμω̨̃ ἐξελίπομεν
19 καὶ ὅτι ἡμει̃ς θυμιω̃μεν τη̨̃ βασιλίσση̨ του̃ οὐρανου̃ καὶ ἐσπείσαμεν αὐτη̨̃ σπονδάς μὴ ἄνευ τω̃ν ἀνδρω̃ν ἡμω̃ν ἐποιήσαμεν αὐτη̨̃ χαυω̃νας καὶ ἐσπείσαμεν σπονδὰς αὐτη̨̃
20 καὶ εἰ̃πεν Ιερεμιας παντὶ τω̨̃ λαω̨̃ τοι̃ς δυνατοι̃ς καὶ ται̃ς γυναιξὶν καὶ παντὶ τω̨̃ λαω̨̃ τοι̃ς ἀποκριθει̃σιν αὐτω̨̃ λόγους λέγων
21 οὐχὶ του̃ θυμιάματος οὑ̃ ἐθυμιάσατε ἐν ται̃ς πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ ὑμει̃ς καὶ οἱ πατέρες ὑμω̃ν καὶ οἱ βασιλει̃ς ὑμω̃ν καὶ οἱ ἄρχοντες ὑμω̃ν καὶ ὁ λαὸς τη̃ς γη̃ς ἐμνήσθη κύριος καὶ ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτου̃
22 καὶ οὐκ ἠδύνατο κύριος ἔτι φέρειν ἀπὸ προσώπου πονηρίας πραγμάτων ὑμω̃ν ἀπὸ τω̃ν βδελυγμάτων ὡ̃ν ἐποιήσατε καὶ ἐγενήθη ἡ γη̃ ὑμω̃ν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον καὶ εἰς ἀρὰν ὡς ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨
23 ἀπὸ προσώπου ὡ̃ν ἐθυμια̃τε καὶ ὡ̃ν ἡμάρτετε τω̨̃ κυρίω̨ καὶ οὐκ ἠκούσατε τη̃ς φωνη̃ς κυρίου καὶ ἐν τοι̃ς προστάγμασιν αὐτου̃ καὶ ἐν τω̨̃ νόμω̨ αὐτου̃ καὶ ἐν τοι̃ς μαρτυρίοις αὐτου̃ οὐκ ἐπορεύθητε καὶ ἐπελάβετο ὑμω̃ν τὰ κακὰ ταυ̃τα
24 καὶ εἰ̃πεν Ιερεμιας τω̨̃ λαω̨̃ καὶ ται̃ς γυναιξίν ἀκούσατε τὸν λόγον κυρίου
25 οὕτως εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ ὑμει̃ς γυναι̃κες τω̨̃ στόματι ὑμω̃ν ἐλαλήσατε καὶ ται̃ς χερσὶν ὑμω̃ν ἐπληρώσατε λέγουσαι ποιου̃σαι ποιήσομεν τὰς ὁμολογίας ἡμω̃ν ἃς ὡμολογήσαμεν θυμια̃ν τη̨̃ βασιλίσση̨ του̃ οὐρανου̃ καὶ σπένδειν αὐτη̨̃ σπονδάς ἐμμείνασαι ἐνεμείνατε ται̃ς ὁμολογίαις ὑμω̃ν καὶ ποιου̃σαι ἐποιήσατε
26 διὰ του̃το ἀκούσατε λόγον κυρίου πα̃ς Ιουδα οἱ καθήμενοι ἐν γη̨̃ Αἰγύπτω̨ ἰδοὺ ὤμοσα τω̨̃ ὀνόματί μου τω̨̃ μεγάλω̨ εἰ̃πεν κύριος ἐὰν γένηται ἔτι ὄνομά μου ἐν τω̨̃ στόματι παντὸς Ιουδα εἰπει̃ν ζη̨̃ κύριος κύριος ἐπὶ πάση̨ γη̨̃ Αἰγύπτω̨
27 ὅτι ἰδοὺ ἐγὼ ἐγρήγορα ἐπ' αὐτοὺς του̃ κακω̃σαι αὐτοὺς καὶ οὐκ ἀγαθω̃σαι καὶ ἐκλείψουσιν πα̃ς Ιουδα οἱ κατοικου̃ντες ἐν γη̨̃ Αἰγύπτω̨ ἐν ῥομφαία̨ καὶ ἐν λιμω̨̃ ἕως ἂν ἐκλίπωσιν
28 καὶ οἱ σεσω̨σμένοι ἀπὸ ῥομφαίας ἐπιστρέψουσιν εἰς γη̃ν Ιουδα ὀλίγοι ἀριθμω̨̃ καὶ γνώσονται οἱ κατάλοιποι Ιουδα οἱ καταστάντες ἐν γη̨̃ Αἰγύπτω̨ κατοικη̃σαι ἐκει̃ λόγος τίνος ἐμμενει̃
29 καὶ του̃το ὑμι̃ν τὸ σημει̃ον ὅτι ἐπισκέψομαι ἐγὼ ἐφ' ὑμα̃ς εἰς πονηρά
30 οὕτως εἰ̃πεν κύριος ἰδοὺ ἐγὼ δίδωμι τὸν Ουαφρη βασιλέα Αἰγύπτου εἰς χει̃ρας ἐχθρου̃ αὐτου̃ καὶ εἰς χει̃ρας ζητούντων τὴν ψυχὴν αὐτου̃ καθὰ ἔδωκα τὸν Σεδεκιαν βασιλέα Ιουδα εἰς χει̃ρας Ναβουχοδονοσορ βασιλέως Βαβυλω̃νος ἐχθρου̃ αὐτου̃ καὶ ζητου̃ντος τὴν ψυχὴν αὐτου̃
31 ὁ λόγος ὃν ἐλάλησεν Ιερεμιας ὁ προφήτης πρὸς Βαρουχ υἱὸν Νηριου ὅτε ἔγραφεν τοὺς λόγους τούτους ἐν τω̨̃ βιβλίω̨ ἀπὸ στόματος Ιερεμιου ἐν τω̨̃ ἐνιαυτω̨̃ τω̨̃ τετάρτω̨ τω̨̃ Ιωακιμ υἱω̨̃ Ιωσια βασιλέως Ιουδα
32 οὕτως εἰ̃πεν κύριος ἐπὶ σοί Βαρουχ
33 ὅτι εἰ̃πας οἴμμοι οἴμμοι ὅτι προσέθηκεν κύριος κόπον ἐπὶ πόνον μοι ἐκοιμήθην ἐν στεναγμοι̃ς ἀνάπαυσιν οὐχ εὑ̃ρον
34 εἰπὸν αὐτω̨̃ οὕτως εἰ̃πεν κύριος ἰδοὺ οὓς ἐγὼ ὠ̨κοδόμησα ἐγὼ καθαιρω̃ καὶ οὓς ἐγὼ ἐφύτευσα ἐγὼ ἐκτίλλω
35 καὶ σὺ ζητει̃ς σεαυτω̨̃ μεγάλα μὴ ζητήση̨ς ὅτι ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ πα̃σαν σάρκα λέγει κύριος καὶ δώσω τὴν ψυχήν σου εἰς εὕρεμα ἐν παντὶ τόπω̨ οὑ̃ ἐὰν βαδίση̨ς ἐκει̃
Читать далее:ΙΕΡΕΜΊΑΣ, κεφαλίς 52
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).