Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 51

ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν ἅπασιν τοι̃ς Ιουδαίοις τοι̃ς κατοικου̃σιν ἐν γη̨̃ Αἰγύπτω̨ καὶ τοι̃ς καθημένοις ἐν Μαγδώλω̨ καὶ ἐν Ταφνας καὶ ἐν γη̨̃ Παθουρης λέγων
οὕτως εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ ὑμει̃ς ἑωράκατε πάντα τὰ κακά ἃ ἐπήγαγον ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ τὰς πόλεις Ιουδα καὶ ἰδού εἰσιν ἔρημοι ἀπὸ ἐνοίκων
ἀπὸ προσώπου πονηρίας αὐτω̃ν ἡ̃ς ἐποίησαν παραπικρα̃ναί με πορευθέντες θυμια̃ν θεοι̃ς ἑτέροις οἱ̃ς οὐκ ἔγνωτε
καὶ ἀπέστειλα πρὸς ὑμα̃ς τοὺς παι̃δάς μου τοὺς προφήτας ὄρθρου καὶ ἀπέστειλα λέγων μὴ ποιήσητε τὸ πρα̃γμα τη̃ς μολύνσεως ταύτης ἡ̃ς ἐμίσησα
καὶ οὐκ ἤκουσάν μου καὶ οὐκ ἔκλιναν τὸ οὐ̃ς αὐτω̃ν ἀποστρέψαι ἀπὸ τω̃ν κακω̃ν αὐτω̃ν πρὸς τὸ μὴ θυμια̃ν θεοι̃ς ἑτέροις
καὶ ἔσταξεν ἡ ὀργή μου καὶ ὁ θυμός μου καὶ ἐξεκαύθη ἐν πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ καὶ ἐγενήθησαν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον ὡς ἡ ἡμέρα αὕτη
καὶ νυ̃ν οὕτως εἰ̃πεν κύριος παντοκράτωρ ἵνα τί ὑμει̃ς ποιει̃τε κακὰ μεγάλα ἐπὶ ψυχαι̃ς ὑμω̃ν ἐκκόψαι ὑμω̃ν ἄνθρωπον καὶ γυναι̃κα νήπιον καὶ θηλάζοντα ἐκ μέσου Ιουδα πρὸς τὸ μὴ καταλειφθη̃ναι ὑμω̃ν μηδένα
παραπικρα̃ναί με ἐν τοι̃ς ἔργοις τω̃ν χειρω̃ν ὑμω̃ν θυμια̃ν θεοι̃ς ἑτέροις ἐν γη̨̃ Αἰγύπτω̨ εἰς ἣν εἰσήλθατε ἐνοικει̃ν ἐκει̃ ἵνα ἐκκοπη̃τε καὶ ἵνα γένησθε εἰς κατάραν καὶ εἰς ὀνειδισμὸν ἐν πα̃σιν τοι̃ς ἔθνεσιν τη̃ς γη̃ς
μὴ ἐπιλέλησθε ὑμει̃ς τω̃ν κακω̃ν τω̃ν πατέρων ὑμω̃ν καὶ τω̃ν κακω̃ν τω̃ν βασιλέων Ιουδα καὶ τω̃ν κακω̃ν τω̃ν ἀρχόντων ὑμω̃ν καὶ τω̃ν κακω̃ν τω̃ν γυναικω̃ν ὑμω̃ν ὡ̃ν ἐποίησαν ἐν γη̨̃ Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ
10 καὶ οὐκ ἐπαύσαντο ἕως τη̃ς ἡμέρας ταύτης καὶ οὐκ ἀντείχοντο τω̃ν προσταγμάτων μου ὡ̃ν ἔδωκα κατὰ πρόσωπον τω̃ν πατέρων αὐτω̃ν
11 διὰ του̃το οὕτως εἰ̃πεν κύριος ἰδοὺ ἐγὼ ἐφίστημι τὸ πρόσωπόν μου
12 του̃ ἀπολέσαι πάντας τοὺς καταλοίπους τοὺς ἐν Αἰγύπτω̨ καὶ πεσου̃νται ἐν ῥομφαία̨ καὶ ἐν λιμω̨̃ ἐκλείψουσιν ἀπὸ μικρου̃ ἕως μεγάλου καὶ ἔσονται εἰς ὀνειδισμὸν καὶ εἰς ἀπώλειαν καὶ εἰς κατάραν
13 καὶ ἐπισκέψομαι ἐπὶ τοὺς καθημένους ἐν γη̨̃ Αἰγύπτω̨ ὡς ἐπεσκεψάμην ἐπὶ Ιερουσαλημ ἐν ῥομφαία̨ καὶ ἐν λιμω̨̃ καὶ ἐν θανάτω̨
14 καὶ οὐκ ἔσται σεσω̨σμένος οὐθεὶς τω̃ν ἐπιλοίπων Ιουδα τω̃ν παροικούντων ἐν γη̨̃ Αἰγύπτω̨ του̃ ἐπιστρέψαι εἰς γη̃ν Ιουδα ἐφ' ἣν αὐτοὶ ἐλπίζουσιν ται̃ς ψυχαι̃ς αὐτω̃ν του̃ ἐπιστρέψαι ἐκει̃ οὐ μὴ ἐπιστρέψωσιν ἀλλ' ἢ ἀνασεσω̨σμένοι
15 καὶ ἀπεκρίθησαν τω̨̃ Ιερεμια πάντες οἱ ἄνδρες οἱ γνόντες ὅτι θυμιω̃σιν αἱ γυναι̃κες αὐτω̃ν θεοι̃ς ἑτέροις καὶ πα̃σαι αἱ γυναι̃κες συναγωγὴ μεγάλη καὶ πα̃ς ὁ λαὸς οἱ καθήμενοι ἐν γη̨̃ Αἰγύπτω̨ ἐν Παθουρη λέγοντες
16 ὁ λόγος ὃν ἐλάλησας πρὸς ἡμα̃ς τω̨̃ ὀνόματι κυρίου οὐκ ἀκούσομέν σου
17 ὅτι ποιου̃ντες ποιήσομεν πάντα τὸν λόγον ὃς ἐξελεύσεται ἐκ του̃ στόματος ἡμω̃ν θυμια̃ν τη̨̃ βασιλίσση̨ του̃ οὐρανου̃ καὶ σπένδειν αὐτη̨̃ σπονδάς καθὰ ἐποιήσαμεν ἡμει̃ς καὶ οἱ πατέρες ἡμω̃ν καὶ οἱ βασιλει̃ς ἡμω̃ν καὶ οἱ ἄρχοντες ἡμω̃ν ἐν πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ καὶ ἐπλήσθημεν ἄρτων καὶ ἐγενόμεθα χρηστοὶ καὶ κακὰ οὐκ εἴδομεν
18 καὶ ὡς διελίπομεν θυμιω̃ντες τη̨̃ βασιλίσση̨ του̃ οὐρανου̃ ἠλαττώθημεν πάντες καὶ ἐν ῥομφαία̨ καὶ ἐν λιμω̨̃ ἐξελίπομεν
19 καὶ ὅτι ἡμει̃ς θυμιω̃μεν τη̨̃ βασιλίσση̨ του̃ οὐρανου̃ καὶ ἐσπείσαμεν αὐτη̨̃ σπονδάς μὴ ἄνευ τω̃ν ἀνδρω̃ν ἡμω̃ν ἐποιήσαμεν αὐτη̨̃ χαυω̃νας καὶ ἐσπείσαμεν σπονδὰς αὐτη̨̃
20 καὶ εἰ̃πεν Ιερεμιας παντὶ τω̨̃ λαω̨̃ τοι̃ς δυνατοι̃ς καὶ ται̃ς γυναιξὶν καὶ παντὶ τω̨̃ λαω̨̃ τοι̃ς ἀποκριθει̃σιν αὐτω̨̃ λόγους λέγων
21 οὐχὶ του̃ θυμιάματος οὑ̃ ἐθυμιάσατε ἐν ται̃ς πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ ὑμει̃ς καὶ οἱ πατέρες ὑμω̃ν καὶ οἱ βασιλει̃ς ὑμω̃ν καὶ οἱ ἄρχοντες ὑμω̃ν καὶ ὁ λαὸς τη̃ς γη̃ς ἐμνήσθη κύριος καὶ ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτου̃
22 καὶ οὐκ ἠδύνατο κύριος ἔτι φέρειν ἀπὸ προσώπου πονηρίας πραγμάτων ὑμω̃ν ἀπὸ τω̃ν βδελυγμάτων ὡ̃ν ἐποιήσατε καὶ ἐγενήθη ἡ γη̃ ὑμω̃ν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον καὶ εἰς ἀρὰν ὡς ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨
23 ἀπὸ προσώπου ὡ̃ν ἐθυμια̃τε καὶ ὡ̃ν ἡμάρτετε τω̨̃ κυρίω̨ καὶ οὐκ ἠκούσατε τη̃ς φωνη̃ς κυρίου καὶ ἐν τοι̃ς προστάγμασιν αὐτου̃ καὶ ἐν τω̨̃ νόμω̨ αὐτου̃ καὶ ἐν τοι̃ς μαρτυρίοις αὐτου̃ οὐκ ἐπορεύθητε καὶ ἐπελάβετο ὑμω̃ν τὰ κακὰ ταυ̃τα
24 καὶ εἰ̃πεν Ιερεμιας τω̨̃ λαω̨̃ καὶ ται̃ς γυναιξίν ἀκούσατε τὸν λόγον κυρίου
25 οὕτως εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ ὑμει̃ς γυναι̃κες τω̨̃ στόματι ὑμω̃ν ἐλαλήσατε καὶ ται̃ς χερσὶν ὑμω̃ν ἐπληρώσατε λέγουσαι ποιου̃σαι ποιήσομεν τὰς ὁμολογίας ἡμω̃ν ἃς ὡμολογήσαμεν θυμια̃ν τη̨̃ βασιλίσση̨ του̃ οὐρανου̃ καὶ σπένδειν αὐτη̨̃ σπονδάς ἐμμείνασαι ἐνεμείνατε ται̃ς ὁμολογίαις ὑμω̃ν καὶ ποιου̃σαι ἐποιήσατε
26 διὰ του̃το ἀκούσατε λόγον κυρίου πα̃ς Ιουδα οἱ καθήμενοι ἐν γη̨̃ Αἰγύπτω̨ ἰδοὺ ὤμοσα τω̨̃ ὀνόματί μου τω̨̃ μεγάλω̨ εἰ̃πεν κύριος ἐὰν γένηται ἔτι ὄνομά μου ἐν τω̨̃ στόματι παντὸς Ιουδα εἰπει̃ν ζη̨̃ κύριος κύριος ἐπὶ πάση̨ γη̨̃ Αἰγύπτω̨
27 ὅτι ἰδοὺ ἐγὼ ἐγρήγορα ἐπ' αὐτοὺς του̃ κακω̃σαι αὐτοὺς καὶ οὐκ ἀγαθω̃σαι καὶ ἐκλείψουσιν πα̃ς Ιουδα οἱ κατοικου̃ντες ἐν γη̨̃ Αἰγύπτω̨ ἐν ῥομφαία̨ καὶ ἐν λιμω̨̃ ἕως ἂν ἐκλίπωσιν
28 καὶ οἱ σεσω̨σμένοι ἀπὸ ῥομφαίας ἐπιστρέψουσιν εἰς γη̃ν Ιουδα ὀλίγοι ἀριθμω̨̃ καὶ γνώσονται οἱ κατάλοιποι Ιουδα οἱ καταστάντες ἐν γη̨̃ Αἰγύπτω̨ κατοικη̃σαι ἐκει̃ λόγος τίνος ἐμμενει̃
29 καὶ του̃το ὑμι̃ν τὸ σημει̃ον ὅτι ἐπισκέψομαι ἐγὼ ἐφ' ὑμα̃ς εἰς πονηρά
30 οὕτως εἰ̃πεν κύριος ἰδοὺ ἐγὼ δίδωμι τὸν Ουαφρη βασιλέα Αἰγύπτου εἰς χει̃ρας ἐχθρου̃ αὐτου̃ καὶ εἰς χει̃ρας ζητούντων τὴν ψυχὴν αὐτου̃ καθὰ ἔδωκα τὸν Σεδεκιαν βασιλέα Ιουδα εἰς χει̃ρας Ναβουχοδονοσορ βασιλέως Βαβυλω̃νος ἐχθρου̃ αὐτου̃ καὶ ζητου̃ντος τὴν ψυχὴν αὐτου̃
31 ὁ λόγος ὃν ἐλάλησεν Ιερεμιας ὁ προφήτης πρὸς Βαρουχ υἱὸν Νηριου ὅτε ἔγραφεν τοὺς λόγους τούτους ἐν τω̨̃ βιβλίω̨ ἀπὸ στόματος Ιερεμιου ἐν τω̨̃ ἐνιαυτω̨̃ τω̨̃ τετάρτω̨ τω̨̃ Ιωακιμ υἱω̨̃ Ιωσια βασιλέως Ιουδα
32 οὕτως εἰ̃πεν κύριος ἐπὶ σοί Βαρουχ
33 ὅτι εἰ̃πας οἴμμοι οἴμμοι ὅτι προσέθηκεν κύριος κόπον ἐπὶ πόνον μοι ἐκοιμήθην ἐν στεναγμοι̃ς ἀνάπαυσιν οὐχ εὑ̃ρον
34 εἰπὸν αὐτω̨̃ οὕτως εἰ̃πεν κύριος ἰδοὺ οὓς ἐγὼ ὠ̨κοδόμησα ἐγὼ καθαιρω̃ καὶ οὓς ἐγὼ ἐφύτευσα ἐγὼ ἐκτίλλω
35 καὶ σὺ ζητει̃ς σεαυτω̨̃ μεγάλα μὴ ζητήση̨ς ὅτι ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ πα̃σαν σάρκα λέγει κύριος καὶ δώσω τὴν ψυχήν σου εἰς εὕρεμα ἐν παντὶ τόπω̨ οὑ̃ ἐὰν βαδίση̨ς ἐκει̃
Читать далее:ΙΕΡΕΜΊΑΣ, κεφαλίς 52
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).