ΙΕΡΕΜΊΑΣ,
κεφαλίς 6,
στἰχοι 13-30
13 ὅτι ἀπὸ μικρου̃ αὐτω̃ν καὶ ἕως μεγάλου πάντες συνετελέσαντο ἄνομα ἀπὸ ἱερέως καὶ ἕως ψευδοπροφήτου πάντες ἐποίησαν ψευδη̃ |
14 καὶ ἰω̃ντο τὸ σύντριμμα του̃ λαου̃ μου ἐξουθενου̃ντες καὶ λέγοντες εἰρήνη εἰρήνη καὶ που̃ ἐστιν εἰρήνη |
15 κατη̨σχύνθησαν ὅτι ἐξελίποσαν καὶ οὐδ' ὡ̃ς καταισχυνόμενοι κατη̨σχύνθησαν καὶ τὴν ἀτιμίαν αὐτω̃ν οὐκ ἔγνωσαν διὰ του̃το πεσου̃νται ἐν τη̨̃ πτώσει αὐτω̃ν καὶ ἐν καιρω̨̃ ἐπισκοπη̃ς αὐτω̃ν ἀπολου̃νται εἰ̃πεν κύριος |
16 τάδε λέγει κύριος στη̃τε ἐπὶ ται̃ς ὁδοι̃ς καὶ ἴδετε καὶ ἐρωτήσατε τρίβους κυρίου αἰωνίους καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή καὶ βαδίζετε ἐν αὐτη̨̃ καὶ εὑρήσετε ἁγνισμὸν ται̃ς ψυχαι̃ς ὑμω̃ν καὶ εἰ̃παν οὐ πορευσόμεθα |
17 κατέστακα ἐφ' ὑμα̃ς σκοπούς ἀκούσατε τη̃ς φωνη̃ς τη̃ς σάλπιγγος καὶ εἰ̃παν οὐκ ἀκουσόμεθα |
18 διὰ του̃το ἤκουσαν τὰ ἔθνη καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια αὐτω̃ν |
19 ἄκουε γη̃ ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν του̃τον κακά τὸν καρπὸν ἀποστροφη̃ς αὐτω̃ν ὅτι τω̃ν λόγων μου οὐ προσέσχον καὶ τὸν νόμον μου ἀπώσαντο |
20 ἵνα τί μοι λίβανον ἐκ Σαβα φέρετε καὶ κιννάμωμον ἐκ γη̃ς μακρόθεν τὰ ὁλοκαυτώματα ὑμω̃ν οὔκ εἰσιν δεκτά καὶ αἱ θυσίαι ὑμω̃ν οὐχ ἥδυνάν μοι |
21 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν του̃τον ἀσθένειαν καὶ ἀσθενήσουσιν ἐν αὐτη̨̃ πατέρες καὶ υἱοὶ ἅμα γείτων καὶ ὁ πλησίον αὐτου̃ ἀπολου̃νται |
22 τάδε λέγει κύριος ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρα̃ καὶ ἔθνη ἐξεγερθήσεται ἀπ' ἐσχάτου τη̃ς γη̃ς |
23 τόξον καὶ ζιβύνην κρατήσουσιν ἰταμός ἐστιν καὶ οὐκ ἐλεήσει φωνὴ αὐτου̃ ὡς θάλασσα κυμαίνουσα ἐφ' ἵπποις καὶ ἅρμασιν παρατάξεται ὡς πυ̃ρ εἰς πόλεμον πρὸς σέ θύγατερ Σιων |
24 ἠκούσαμεν τὴν ἀκοὴν αὐτω̃ν παρελύθησαν αἱ χει̃ρες ἡμω̃ν θλι̃ψις κατέσχεν ἡμα̃ς ὠδι̃νες ὡς τικτούσης |
25 μὴ ἐκπορεύεσθε εἰς ἀγρὸν καὶ ἐν ται̃ς ὁδοι̃ς μὴ βαδίζετε ὅτι ῥομφαία τω̃ν ἐχθρω̃ν παροικει̃ κυκλόθεν |
26 θύγατερ λαου̃ μου περίζωσαι σάκκον κατάπασαι ἐν σποδω̨̃ πένθος ἀγαπητου̃ ποίησαι σεαυτη̨̃ κοπετὸν οἰκτρόν ὅτι ἐξαίφνης ἥξει ταλαιπωρία ἐφ' ὑμα̃ς |
27 δοκιμαστὴν δέδωκά σε ἐν λαοι̃ς δεδοκιμασμένοις καὶ γνώση̨ με ἐν τω̨̃ δοκιμάσαι με τὴν ὁδὸν αὐτω̃ν |
28 πάντες ἀνήκοοι πορευόμενοι σκολιω̃ς χαλκὸς καὶ σίδηρος πάντες διεφθαρμένοι εἰσίν |
29 ἐξέλιπεν φυσητὴρ ἀπὸ πυρός ἐξέλιπεν μόλιβος εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπει̃ πονηρία αὐτω̃ν οὐκ ἐτάκη |
30 ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτούς ὅτι ἀπεδοκίμασεν αὐτοὺς κύριος |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.