Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 7

1 ...
2 ἀκούσατε λόγον κυρίου πα̃σα ἡ Ιουδαία
3 τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ διορθώσατε τὰς ὁδοὺς ὑμω̃ν καὶ τὰ ἐπιτηδεύματα ὑμω̃ν καὶ κατοικιω̃ ὑμα̃ς ἐν τω̨̃ τόπω̨ τούτω̨
4 μὴ πεποίθατε ἐφ' ἑαυτοι̃ς ἐπὶ λόγοις ψευδέσιν ὅτι τὸ παράπαν οὐκ ὠφελήσουσιν ὑμα̃ς λέγοντες ναὸς κυρίου ναὸς κυρίου ἐστίν
5 ὅτι ἐὰν διορθου̃ντες διορθώσητε τὰς ὁδοὺς ὑμω̃ν καὶ τὰ ἐπιτηδεύματα ὑμω̃ν καὶ ποιου̃ντες ποιήσητε κρίσιν ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον του̃ πλησίον αὐτου̃
6 καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύσητε καὶ αἱ̃μα ἀθω̨̃ον μὴ ἐκχέητε ἐν τω̨̃ τόπω̨ τούτω̨ καὶ ὀπίσω θεω̃ν ἀλλοτρίων μὴ πορεύησθε εἰς κακὸν ὑμι̃ν
7 καὶ κατοικιω̃ ὑμα̃ς ἐν τω̨̃ τόπω̨ τούτω̨ ἐν γη̨̃ ἡ̨̃ ἔδωκα τοι̃ς πατράσιν ὑμω̃ν ἐξ αἰω̃νος καὶ ἕως αἰω̃νος
8 εἰ δὲ ὑμει̃ς πεποίθατε ἐπὶ λόγοις ψευδέσιν ὅθεν οὐκ ὠφεληθήσεσθε
9 καὶ φονεύετε καὶ μοιχα̃σθε καὶ κλέπτετε καὶ ὀμνύετε ἐπ' ἀδίκω̨ καὶ ἐθυμια̃τε τη̨̃ Βααλ καὶ ἐπορεύεσθε ὀπίσω θεω̃ν ἀλλοτρίων ὡ̃ν οὐκ οἴδατε του̃ κακω̃ς εἰ̃ναι ὑμι̃ν
10 καὶ ἤλθετε καὶ ἔστητε ἐνώπιον ἐμου̃ ἐν τω̨̃ οἴκω̨ οὑ̃ ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτω̨̃ καὶ εἴπατε ἀπεσχήμεθα του̃ μὴ ποιει̃ν πάντα τὰ βδελύγματα ταυ̃τα
11 μὴ σπήλαιον λη̨στω̃ν ὁ οἰ̃κός μου οὑ̃ ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτω̨̃ ἐκει̃ ἐνώπιον ὑμω̃ν καὶ ἐγὼ ἰδοὺ ἑώρακα λέγει κύριος
12 ὅτι πορεύθητε εἰς τὸν τόπον μου τὸν ἐν Σηλωμ οὑ̃ κατεσκήνωσα τὸ ὄνομά μου ἐκει̃ ἔμπροσθεν καὶ ἴδετε ἃ ἐποίησα αὐτω̨̃ ἀπὸ προσώπου κακίας λαου̃ μου Ισραηλ
13 καὶ νυ̃ν ἀνθ' ὡ̃ν ἐποιήσατε πάντα τὰ ἔργα ταυ̃τα καὶ ἐλάλησα πρὸς ὑμα̃ς καὶ οὐκ ἠκούσατέ μου καὶ ἐκάλεσα ὑμα̃ς καὶ οὐκ ἀπεκρίθητε
14 καὶ ποιήσω τω̨̃ οἴκω̨ τούτω̨ ὡ̨̃ ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτω̨̃ ἐφ' ὡ̨̃ ὑμει̃ς πεποίθατε ἐπ' αὐτω̨̃ καὶ τω̨̃ τόπω̨ ὡ̨̃ ἔδωκα ὑμι̃ν καὶ τοι̃ς πατράσιν ὑμω̃ν καθὼς ἐποίησα τη̨̃ Σηλωμ
15 καὶ ἀπορρίψω ὑμα̃ς ἀπὸ προσώπου μου καθὼς ἀπέρριψα τοὺς ἀδελφοὺς ὑμω̃ν πα̃ν τὸ σπέρμα Εφραιμ
16 καὶ σὺ μὴ προσεύχου περὶ του̃ λαου̃ τούτου καὶ μὴ ἀξίου του̃ ἐλεηθη̃ναι αὐτοὺς καὶ μὴ εὔχου καὶ μὴ προσέλθη̨ς μοι περὶ αὐτω̃ν ὅτι οὐκ εἰσακούσομαι
17 ἠ̃ οὐχ ὁρα̨̃ς τί αὐτοὶ ποιου̃σιν ἐν ται̃ς πόλεσιν Ιουδα καὶ ἐν ται̃ς ὁδοι̃ς Ιερουσαλημ
18 οἱ υἱοὶ αὐτω̃ν συλλέγουσιν ξύλα καὶ οἱ πατέρες αὐτω̃ν καίουσι πυ̃ρ καὶ αἱ γυναι̃κες αὐτω̃ν τρίβουσιν σται̃ς του̃ ποιη̃σαι χαυω̃νας τη̨̃ στρατια̨̃ του̃ οὐρανου̃ καὶ ἔσπεισαν σπονδὰς θεοι̃ς ἀλλοτρίοις ἵνα παροργίσωσίν με
19 μὴ ἐμὲ αὐτοὶ παροργίζουσιν λέγει κύριος οὐχὶ ἑαυτούς ὅπως καταισχυνθη̨̃ τὰ πρόσωπα αὐτω̃ν
20 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ὀργὴ καὶ θυμός μου χει̃ται ἐπὶ τὸν τόπον του̃τον καὶ ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ κτήνη καὶ ἐπὶ πα̃ν ξύλον του̃ ἀγρου̃ αὐτω̃ν καὶ ἐπὶ πάντα τὰ γενήματα τη̃ς γη̃ς καὶ καυθήσεται καὶ οὐ σβεσθήσεται
21 τάδε λέγει κύριος τὰ ὁλοκαυτώματα ὑμω̃ν συναγάγετε μετὰ τω̃ν θυσιω̃ν ὑμω̃ν καὶ φάγετε κρέα
22 ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμω̃ν καὶ οὐκ ἐνετειλάμην αὐτοι̃ς ἐν ἡμέρα̨ ἡ̨̃ ἀνήγαγον αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου περὶ ὁλοκαυτωμάτων καὶ θυσίας
23 ἀλλ' ἢ τὸ ῥη̃μα του̃το ἐνετειλάμην αὐτοι̃ς λέγων ἀκούσατε τη̃ς φωνη̃ς μου καὶ ἔσομαι ὑμι̃ν εἰς θεόν καὶ ὑμει̃ς ἔσεσθέ μοι εἰς λαόν καὶ πορεύεσθε ἐν πάσαις ται̃ς ὁδοι̃ς μου αἱ̃ς ἂν ἐντείλωμαι ὑμι̃ν ὅπως ἂν εὐ̃ ἠ̨̃ ὑμι̃ν
24 καὶ οὐκ ἤκουσάν μου καὶ οὐ προσέσχεν τὸ οὐ̃ς αὐτω̃ν ἀλλ' ἐπορεύθησαν ἐν τοι̃ς ἐνθυμήμασιν τη̃ς καρδίας αὐτω̃ν τη̃ς κακη̃ς καὶ ἐγενήθησαν εἰς τὰ ὄπισθεν καὶ οὐκ εἰς τὰ ἔμπροσθεν
25 ἀφ' ἡ̃ς ἡμέρας ἐξήλθοσαν οἱ πατέρες αὐτω̃ν ἐκ γη̃ς Αἰγύπτου καὶ ἕως τη̃ς ἡμέρας ταύτης καὶ ἐξαπέστειλα πρὸς ὑμα̃ς πάντας τοὺς δούλους μου τοὺς προφήτας ἡμέρας καὶ ὄρθρου καὶ ἀπέστειλα
26 καὶ οὐκ ἤκουσάν μου καὶ οὐ προσέσχεν τὸ οὐ̃ς αὐτω̃ν καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτω̃ν ὑπὲρ τοὺς πατέρας αὐτω̃ν
27 καὶ ἐρει̃ς αὐτοι̃ς τὸν λόγον του̃τον του̃το τὸ ἔθνος ὃ οὐκ ἤκουσεν τη̃ς φωνη̃ς κυρίου οὐδὲ ἐδέξατο παιδείαν ἐξέλιπεν ἡ πίστις ἐκ στόματος αὐτω̃ν
28 ...
29 κει̃ραι τὴν κεφαλήν σου καὶ ἀπόρριπτε καὶ ἀνάλαβε ἐπὶ χειλέων θρη̃νον ὅτι ἀπεδοκίμασεν κύριος καὶ ἀπώσατο τὴν γενεὰν τὴν ποιου̃σαν ταυ̃τα
30 ὅτι ἐποίησαν οἱ υἱοὶ Ιουδα τὸ πονηρὸν ἐναντίον ἐμου̃ λέγει κύριος ἔταξαν τὰ βδελύγματα αὐτω̃ν ἐν τω̨̃ οἴκω̨ οὑ̃ ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτόν του̃ μια̃ναι αὐτόν
31 καὶ ὠ̨κοδόμησαν τὸν βωμὸν του̃ Ταφεθ ὅς ἐστιν ἐν φάραγγι υἱου̃ Εννομ του̃ κατακαίειν τοὺς υἱοὺς αὐτω̃ν καὶ τὰς θυγατέρας αὐτω̃ν ἐν πυρί ὃ οὐκ ἐνετειλάμην αὐτοι̃ς καὶ οὐ διενοήθην ἐν τη̨̃ καρδία̨ μου
32 διὰ του̃το ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ οὐκ ἐρου̃σιν ἔτι βωμὸς του̃ Ταφεθ καὶ φάραγξ υἱου̃ Εννομ ἀλλ' ἢ φάραγξ τω̃ν ἀνη̨ρημένων καὶ θάψουσιν ἐν τω̨̃ Ταφεθ διὰ τὸ μὴ ὑπάρχειν τόπον
33 καὶ ἔσονται οἱ νεκροὶ του̃ λαου̃ τούτου εἰς βρω̃σιν τοι̃ς πετεινοι̃ς του̃ οὐρανου̃ καὶ τοι̃ς θηρίοις τη̃ς γη̃ς καὶ οὐκ ἔσται ὁ ἀποσοβω̃ν
34 καὶ καταλύσω ἐκ πόλεων Ιουδα καὶ ἐκ διόδων Ιερουσαλημ φωνὴν εὐφραινομένων καὶ φωνὴν χαιρόντων φωνὴν νυμφίου καὶ φωνὴν νύμφης ὅτι εἰς ἐρήμωσιν ἔσται πα̃σα ἡ γη̃

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 8

1 ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ λέγει κύριος ἐξοίσουσιν τὰ ὀστα̃ τω̃ν βασιλέων Ιουδα καὶ τὰ ὀστα̃ τω̃ν ἀρχόντων αὐτου̃ καὶ τὰ ὀστα̃ τω̃ν ἱερέων καὶ τὰ ὀστα̃ τω̃ν προφητω̃ν καὶ τὰ ὀστα̃ τω̃ν κατοικούντων Ιερουσαλημ ἐκ τω̃ν τάφων αὐτω̃ν
2 καὶ ψύξουσιν αὐτὰ πρὸς τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πρὸς πάντας τοὺς ἀστέρας καὶ πρὸς πα̃σαν τὴν στρατιὰν του̃ οὐρανου̃ ἃ ἠγάπησαν καὶ οἱ̃ς ἐδούλευσαν καὶ ὡ̃ν ἐπορεύθησαν ὀπίσω αὐτω̃ν καὶ ὡ̃ν ἀντείχοντο καὶ οἱ̃ς προσεκύνησαν αὐτοι̃ς οὐ κοπήσονται καὶ οὐ ταφήσονται καὶ ἔσονται εἰς παράδειγμα ἐπὶ προσώπου τη̃ς γη̃ς
3 ὅτι εἵλοντο τὸν θάνατον ἢ τὴν ζωήν καὶ πα̃σιν τοι̃ς καταλοίποις τοι̃ς καταλειφθει̃σιν ἀπὸ τη̃ς γενεα̃ς ἐκείνης ἐν παντὶ τόπω̨ οὑ̃ ἐὰν ἐξώσω αὐτοὺς ἐκει̃
4 ὅτι τάδε λέγει κύριος μὴ ὁ πίπτων οὐκ ἀνίσταται ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει
5 διὰ τί ἀπέστρεψεν ὁ λαός μου οὑ̃τος ἀποστροφὴν ἀναιδη̃ καὶ κατεκρατήθησαν ἐν τη̨̃ προαιρέσει αὐτω̃ν καὶ οὐκ ἠθέλησαν του̃ ἐπιστρέψαι
6 ἐνωτίσασθε δὴ καὶ ἀκούσατε οὐχ οὕτως λαλήσουσιν οὐκ ἔστιν ἄνθρωπος μετανοω̃ν ἀπὸ τη̃ς κακίας αὐτου̃ λέγων τί ἐποίησα διέλιπεν ὁ τρέχων ἀπὸ του̃ δρόμου αὐτου̃ ὡς ἵππος κάθιδρος ἐν χρεμετισμω̨̃ αὐτου̃
7 καὶ ἡ ασιδα ἐν τω̨̃ οὐρανω̨̃ ἔγνω τὸν καιρὸν αὐτη̃ς τρυγὼν καὶ χελιδών ἀγρου̃ στρουθία ἐφύλαξαν καιροὺς εἰσόδων αὐτω̃ν ὁ δὲ λαός μου οὐκ ἔγνω τὰ κρίματα κυρίου
8 πω̃ς ἐρει̃τε ὅτι σοφοί ἐσμεν ἡμει̃ς καὶ νόμος κυρίου ἐστὶν μεθ' ἡμω̃ν εἰς μάτην ἐγενήθη σχοι̃νος ψευδὴς γραμματευ̃σιν
9 ἠ̨σχύνθησαν σοφοὶ καὶ ἐπτοήθησαν καὶ ἑάλωσαν ὅτι τὸν λόγον κυρίου ἀπεδοκίμασαν σοφία τίς ἐστιν ἐν αὐτοι̃ς
10 διὰ του̃το δώσω τὰς γυναι̃κας αὐτω̃ν ἑτέροις καὶ τοὺς ἀγροὺς αὐτω̃ν τοι̃ς κληρονόμοις
11 ...
12 ...
13 καὶ συνάξουσιν τὰ γενήματα αὐτω̃ν λέγει κύριος οὐκ ἔστιν σταφυλὴ ἐν ται̃ς ἀμπέλοις καὶ οὐκ ἔστιν συ̃κα ἐν ται̃ς συκαι̃ς καὶ τὰ φύλλα κατερρύηκεν
14 ἐπὶ τί ἡμει̃ς καθήμεθα συνάχθητε καὶ εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἀπορριφω̃μεν ὅτι ὁ θεὸς ἀπέρριψεν ἡμα̃ς καὶ ἐπότισεν ἡμα̃ς ὕδωρ χολη̃ς ὅτι ἡμάρτομεν ἐναντίον αὐτου̃
15 συνήχθημεν εἰς εἰρήνην καὶ οὐκ ἠ̃ν ἀγαθά εἰς καιρὸν ἰάσεως καὶ ἰδοὺ σπουδή
16 ἐκ Δαν ἀκουσόμεθα φωνὴν ὀξύτητος ἵππων αὐτου̃ ἀπὸ φωνη̃ς χρεμετισμου̃ ἱππασίας ἵππων αὐτου̃ ἐσείσθη πα̃σα ἡ γη̃ καὶ ἥξει καὶ καταφάγεται τὴν γη̃ν καὶ τὸ πλήρωμα αὐτη̃ς πόλιν καὶ τοὺς κατοικου̃ντας ἐν αὐτη̨̃
17 διότι ἰδοὺ ἐγὼ ἐξαποστέλλω εἰς ὑμα̃ς ὄφεις θανατου̃ντας οἱ̃ς οὐκ ἔστιν ἐπα̨̃σαι καὶ δήξονται ὑμα̃ς
18 ἀνίατα μετ' ὀδύνης καρδίας ὑμω̃ν ἀπορουμένης
19 ἰδοὺ φωνὴ κραυγη̃ς θυγατρὸς λαου̃ μου ἀπὸ γη̃ς μακρόθεν μὴ κύριος οὐκ ἔστιν ἐν Σιων ἢ βασιλεὺς οὐκ ἔστιν ἐκει̃ διὰ τί παρώργισάν με ἐν τοι̃ς γλυπτοι̃ς αὐτω̃ν καὶ ἐν ματαίοις ἀλλοτρίοις
20 διη̃λθεν θέρος παρη̃λθεν ἄμητος καὶ ἡμει̃ς οὐ διεσώθημεν
21 ἐπὶ συντρίμματι θυγατρὸς λαου̃ μου ἐσκοτώθην ἀπορία̨ κατίσχυσάν με ὠδι̃νες ὡς τικτούσης
22 μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλααδ ἢ ἰατρὸς οὐκ ἔστιν ἐκει̃ διὰ τί οὐκ ἀνέβη ἴασις θυγατρὸς λαου̃ μου
23 τίς δώσει κεφαλη̨̃ μου ὕδωρ καὶ ὀφθαλμοι̃ς μου πηγὴν δακρύων καὶ κλαύσομαι τὸν λαόν μου του̃τον ἡμέρας καὶ νυκτός τοὺς τετραυματισμένους θυγατρὸς λαου̃ μου

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 9

1 τίς δώ̨η μοι ἐν τη̨̃ ἐρήμω̨ σταθμὸν ἔσχατον καὶ καταλείψω τὸν λαόν μου καὶ ἀπελεύσομαι ἀπ' αὐτω̃ν ὅτι πάντες μοιχω̃νται σύνοδος ἀθετούντων
2 καὶ ἐνέτειναν τὴν γλω̃σσαν αὐτω̃ν ὡς τόξον ψευ̃δος καὶ οὐ πίστις ἐνίσχυσεν ἐπὶ τη̃ς γη̃ς ὅτι ἐκ κακω̃ν εἰς κακὰ ἐξήλθοσαν καὶ ἐμὲ οὐκ ἔγνωσαν
3 ἕκαστος ἀπὸ του̃ πλησίον αὐτου̃ φυλάξασθε καὶ ἐπ' ἀδελφοι̃ς αὐτω̃ν μὴ πεποίθατε ὅτι πα̃ς ἀδελφὸς πτέρνη̨ πτερνιει̃ καὶ πα̃ς φίλος δολίως πορεύσεται
4 ἕκαστος κατὰ του̃ φίλου αὐτου̃ καταπαίξεται ἀλήθειαν οὐ μὴ λαλήσωσιν μεμάθηκεν ἡ γλω̃σσα αὐτω̃ν λαλει̃ν ψευδη̃ ἠδίκησαν καὶ οὐ διέλιπον του̃ ἐπιστρέψαι
5 τόκος ἐπὶ τόκω̨ δόλος ἐπὶ δόλω̨ οὐκ ἤθελον εἰδέναι με
6 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ἐγὼ πυρώσω αὐτοὺς καὶ δοκιμω̃ αὐτούς ὅτι ποιήσω ἀπὸ προσώπου πονηρίας θυγατρὸς λαου̃ μου
7 βολὶς τιτρώσκουσα ἡ γλω̃σσα αὐτω̃ν δόλια τὰ ῥήματα του̃ στόματος αὐτω̃ν τω̨̃ πλησίον αὐτου̃ λαλει̃ εἰρηνικὰ καὶ ἐν ἑαυτω̨̃ ἔχει τὴν ἔχθραν
8 μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι λέγει κύριος ἢ ἐν λαω̨̃ τω̨̃ τοιούτω̨ οὐκ ἐκδικήσει ἡ ψυχή μου
9 ἐπὶ τὰ ὄρη λάβετε κοπετὸν καὶ ἐπὶ τὰς τρίβους τη̃ς ἐρήμου θρη̃νον ὅτι ἐξέλιπον παρὰ τὸ μὴ εἰ̃ναι ἀνθρώπους οὐκ ἤκουσαν φωνὴν ὑπάρξεως ἀπὸ πετεινω̃ν του̃ οὐρανου̃ καὶ ἕως κτηνω̃ν ἐξέστησαν ὤ̨χοντο
10 καὶ δώσω τὴν Ιερουσαλημ εἰς μετοικίαν καὶ εἰς κατοικητήριον δρακόντων καὶ τὰς πόλεις Ιουδα εἰς ἀφανισμὸν θήσομαι παρὰ τὸ μὴ κατοικει̃σθαι
11 τίς ὁ ἄνθρωπος ὁ συνετός καὶ συνέτω του̃το καὶ ὡ̨̃ λόγος στόματος κυρίου πρὸς αὐτόν ἀναγγειλάτω ὑμι̃ν ἕνεκεν τίνος ἀπώλετο ἡ γη̃ ἀνήφθη ὡς ἔρημος παρὰ τὸ μὴ διοδεύεσθαι αὐτήν
12 καὶ εἰ̃πεν κύριος πρός με διὰ τὸ ἐγκαταλιπει̃ν αὐτοὺς τὸν νόμον μου ὃν ἔδωκα πρὸ προσώπου αὐτω̃ν καὶ οὐκ ἤκουσαν τη̃ς φωνη̃ς μου
13 ἀλλ' ἐπορεύθησαν ὀπίσω τω̃ν ἀρεστω̃ν τη̃ς καρδίας αὐτω̃ν τη̃ς κακη̃ς καὶ ὀπίσω τω̃ν εἰδώλων ἃ ἐδίδαξαν αὐτοὺς οἱ πατέρες αὐτω̃ν
14 διὰ του̃το τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἰδοὺ ἐγὼ ψωμιω̃ αὐτοὺς ἀνάγκας καὶ ποτιω̃ αὐτοὺς ὕδωρ χολη̃ς
15 καὶ διασκορπιω̃ αὐτοὺς ἐν τοι̃ς ἔθνεσιν εἰς οὓς οὐκ ἐγίνωσκον αὐτοὶ καὶ οἱ πατέρες αὐτω̃ν καὶ ἐπαποστελω̃ ἐπ' αὐτοὺς τὴν μάχαιραν ἕως του̃ ἐξαναλω̃σαι αὐτοὺς ἐν αὐτη̨̃
16 τάδε λέγει κύριος καλέσατε τὰς θρηνούσας καὶ ἐλθέτωσαν καὶ πρὸς τὰς σοφὰς ἀποστείλατε καὶ φθεγξάσθωσαν
17 καὶ λαβέτωσαν ἐφ' ὑμα̃ς θρη̃νον καὶ καταγαγέτωσαν οἱ ὀφθαλμοὶ ὑμω̃ν δάκρυα καὶ τὰ βλέφαρα ὑμω̃ν ῥείτω ὕδωρ
18 ὅτι φωνὴ οἴκτου ἠκούσθη ἐν Σιων πω̃ς ἐταλαιπωρήσαμεν κατη̨σχύνθημεν σφόδρα ὅτι ἐγκατελίπομεν τὴν γη̃ν καὶ ἀπερρίψαμεν τὰ σκηνώματα ἡμω̃ν
19 ἀκούσατε δή γυναι̃κες λόγον θεου̃ καὶ δεξάσθω τὰ ὠ̃τα ὑμω̃ν λόγους στόματος αὐτου̃ καὶ διδάξατε τὰς θυγατέρας ὑμω̃ν οἰ̃κτον καὶ γυνὴ τὴν πλησίον αὐτη̃ς θρη̃νον
20 ὅτι ἀνέβη θάνατος διὰ τω̃ν θυρίδων ὑμω̃ν εἰση̃λθεν εἰς τὴν γη̃ν ὑμω̃ν του̃ ἐκτρι̃ψαι νήπια ἔξωθεν καὶ νεανίσκους ἀπὸ τω̃ν πλατειω̃ν
21 καὶ ἔσονται οἱ νεκροὶ τω̃ν ἀνθρώπων εἰς παράδειγμα ἐπὶ προσώπου του̃ πεδίου τη̃ς γη̃ς ὑμω̃ν καὶ ὡς χόρτος ὀπίσω θερίζοντος καὶ οὐκ ἔσται ὁ συνάγων
22 τάδε λέγει κύριος μὴ καυχάσθω ὁ σοφὸς ἐν τη̨̃ σοφία̨ αὐτου̃ καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τη̨̃ ἰσχύι αὐτου̃ καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τω̨̃ πλούτω̨ αὐτου̃
23 ἀλλ' ἢ ἐν τούτω̨ καυχάσθω ὁ καυχώμενος συνίειν καὶ γινώσκειν ὅτι ἐγώ εἰμι κύριος ποιω̃ν ἔλεος καὶ κρίμα καὶ δικαιοσύνην ἐπὶ τη̃ς γη̃ς ὅτι ἐν τούτοις τὸ θέλημά μου λέγει κύριος
24 ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ ἐπισκέψομαι ἐπὶ πάντας περιτετμημένους ἀκροβυστίας αὐτω̃ν
25 ἐπ' Αἴγυπτον καὶ ἐπὶ τὴν Ιουδαίαν καὶ ἐπὶ Εδωμ καὶ ἐπὶ υἱοὺς Αμμων καὶ ἐπὶ υἱοὺς Μωαβ καὶ ἐπὶ πάντα περικειρόμενον τὰ κατὰ πρόσωπον αὐτου̃ τοὺς κατοικου̃ντας ἐν τη̨̃ ἐρήμω̨ ὅτι πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκί καὶ πα̃ς οἰ̃κος Ισραηλ ἀπερίτμητοι καρδίας αὐτω̃ν

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 10

1 ἀκούσατε τὸν λόγον κυρίου ὃν ἐλάλησεν ἐφ' ὑμα̃ς οἰ̃κος Ισραηλ
2 τάδε λέγει κύριος κατὰ τὰς ὁδοὺς τω̃ν ἐθνω̃ν μὴ μανθάνετε καὶ ἀπὸ τω̃ν σημείων του̃ οὐρανου̃ μὴ φοβει̃σθε ὅτι φοβου̃νται αὐτὰ τοι̃ς προσώποις αὐτω̃ν
3 ὅτι τὰ νόμιμα τω̃ν ἐθνω̃ν μάταια ξύλον ἐστὶν ἐκ του̃ δρυμου̃ ἐκκεκομμένον ἔργον τέκτονος καὶ χώνευμα
4 ἀργυρίω̨ καὶ χρυσίω̨ κεκαλλωπισμένα ἐστίν ἐν σφύραις καὶ ἥλοις ἐστερέωσαν αὐτά καὶ οὐ κινηθήσονται
5 αἰρόμενα ἀρθήσονται ὅτι οὐκ ἐπιβήσονται μὴ φοβηθη̃τε αὐτά ὅτι οὐ μὴ κακοποιήσωσιν καὶ ἀγαθὸν οὐκ ἔστιν ἐν αὐτοι̃ς
6 ...
7 ...
8 ...
9 ἀργύριον τορευτόν ἐστιν οὐ πορεύσονται ἀργύριον προσβλητὸν ἀπὸ Θαρσις ἥξει χρυσίον Μωφαζ καὶ χεὶρ χρυσοχόων ἔργα τεχνιτω̃ν πάντα ὑάκινθον καὶ πορφύραν ἐνδύσουσιν αὐτά
10 ...
11 οὕτως ἐρει̃τε αὐτοι̃ς θεοί οἳ τὸν οὐρανὸν καὶ τὴν γη̃ν οὐκ ἐποίησαν ἀπολέσθωσαν ἀπὸ τη̃ς γη̃ς καὶ ὑποκάτωθεν του̃ οὐρανου̃ τούτου
12 κύριος ὁ ποιήσας τὴν γη̃ν ἐν τη̨̃ ἰσχύι αὐτου̃ ὁ ἀνορθώσας τὴν οἰκουμένην ἐν τη̨̃ σοφία̨ αὐτου̃ καὶ τη̨̃ φρονήσει αὐτου̃ ἐξέτεινεν τὸν οὐρανὸν
13 καὶ πλη̃θος ὕδατος ἐν οὐρανω̨̃ καὶ ἀνήγαγεν νεφέλας ἐξ ἐσχάτου τη̃ς γη̃ς ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν καὶ ἐξήγαγεν φω̃ς ἐκ θησαυρω̃ν αὐτου̃
14 ἐμωράνθη πα̃ς ἄνθρωπος ἀπὸ γνώσεως κατη̨σχύνθη πα̃ς χρυσοχόος ἐπὶ τοι̃ς γλυπτοι̃ς αὐτου̃ ὅτι ψευδη̃ ἐχώνευσαν οὐκ ἔστιν πνευ̃μα ἐν αὐτοι̃ς
15 μάταιά ἐστιν ἔργα ἐμπεπαιγμένα ἐν καιρω̨̃ ἐπισκοπη̃ς αὐτω̃ν ἀπολου̃νται
16 οὐκ ἔστιν τοιαύτη μερὶς τω̨̃ Ιακωβ ὅτι ὁ πλάσας τὰ πάντα αὐτὸς κληρονομία αὐτου̃ κύριος ὄνομα αὐτω̨̃
17 συνήγαγεν ἔξωθεν τὴν ὑπόστασίν σου κατοικου̃σα ἐν ἐκλεκτοι̃ς
18 ὅτι τάδε λέγει κύριος ἰδοὺ ἐγὼ σκελίζω τοὺς κατοικου̃ντας τὴν γη̃ν ταύτην ἐν θλίψει ὅπως εὑρεθη̨̃ ἡ πληγή σου
19 οὐαὶ ἐπὶ συντρίμματί σου ἀλγηρὰ ἡ πληγή σου κἀγὼ εἰ̃πα ὄντως του̃το τὸ τραυ̃μά μου καὶ κατέλαβέν με
20 ἡ σκηνή μου ἐταλαιπώρησεν ὤλετο καὶ πα̃σαι αἱ δέρρεις μου διεσπάσθησαν οἱ υἱοί μου καὶ τὰ πρόβατά μου οὔκ εἰσιν οὐκ ἔστιν ἔτι τόπος τη̃ς σκηνη̃ς μου τόπος τω̃ν δέρρεών μου
21 ὅτι οἱ ποιμένες ἠφρονεύσαντο καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν διὰ του̃το οὐκ ἐνόησεν πα̃σα ἡ νομὴ καὶ διεσκορπίσθησαν
22 φωνὴ ἀκοη̃ς ἰδοὺ ἔρχεται καὶ σεισμὸς μέγας ἐκ γη̃ς βορρα̃ του̃ τάξαι τὰς πόλεις Ιουδα εἰς ἀφανισμὸν καὶ κοίτην στρουθω̃ν
23 οἰ̃δα κύριε ὅτι οὐχὶ του̃ ἀνθρώπου ἡ ὁδὸς αὐτου̃ οὐδὲ ἀνὴρ πορεύσεται καὶ κατορθώσει πορείαν αὐτου̃
24 παίδευσον ἡμα̃ς κύριε πλὴν ἐν κρίσει καὶ μὴ ἐν θυμω̨̃ ἵνα μὴ ὀλίγους ἡμα̃ς ποιήση̨ς
25 ἔκχεον τὸν θυμόν σου ἐπὶ ἔθνη τὰ μὴ εἰδότα σε καὶ ἐπὶ γενεὰς αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο ὅτι κατέφαγον τὸν Ιακωβ καὶ ἐξανήλωσαν αὐτὸν καὶ τὴν νομὴν αὐτου̃ ἠρήμωσαν

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 11

1 ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν λέγων
2 ἀκούσατε τοὺς λόγους τη̃ς διαθήκης ταύτης καὶ λαλήσεις πρὸς ἄνδρας Ιουδα καὶ πρὸς τοὺς κατοικου̃ντας Ιερουσαλημ
3 καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἐπικατάρατος ὁ ἄνθρωπος ὃς οὐκ ἀκούσεται τω̃ν λόγων τη̃ς διαθήκης ταύτης
4 ἡ̃ς ἐνετειλάμην τοι̃ς πατράσιν ὑμω̃ν ἐν ἡμέρα̨ ἡ̨̃ ἀνήγαγον αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου ἐκ καμίνου τη̃ς σιδηρα̃ς λέγων ἀκούσατε τη̃ς φωνη̃ς μου καὶ ποιήσατε πάντα ὅσα ἐὰν ἐντείλωμαι ὑμι̃ν καὶ ἔσεσθέ μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι ὑμι̃ν εἰς θεόν
5 ὅπως στήσω τὸν ὅρκον μου ὃν ὤμοσα τοι̃ς πατράσιν ὑμω̃ν του̃ δου̃ναι αὐτοι̃ς γη̃ν ῥέουσαν γάλα καὶ μέλι καθὼς ἡ ἡμέρα αὕτη καὶ ἀπεκρίθην καὶ εἰ̃πα γένοιτο κύριε
6 καὶ εἰ̃πεν κύριος πρός με ἀνάγνωθι τοὺς λόγους τούτους ἐν πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ λέγων ἀκούσατε τοὺς λόγους τη̃ς διαθήκης ταύτης καὶ ποιήσατε αὐτούς
7 ...
8 καὶ οὐκ ἐποίησαν
9 καὶ εἰ̃πεν κύριος πρός με εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ιουδα καὶ ἐν τοι̃ς κατοικου̃σιν Ιερουσαλημ
10 ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τω̃ν πατέρων αὐτω̃ν τω̃ν πρότερον οἳ οὐκ ἤθελον εἰσακου̃σαι τω̃ν λόγων μου καὶ ἰδοὺ αὐτοὶ βαδίζουσιν ὀπίσω θεω̃ν ἀλλοτρίων του̃ δουλεύειν αὐτοι̃ς καὶ διεσκέδασαν οἰ̃κος Ισραηλ καὶ οἰ̃κος Ιουδα τὴν διαθήκην μου ἣν διεθέμην πρὸς τοὺς πατέρας αὐτω̃ν
11 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν του̃τον κακά ἐξ ὡ̃ν οὐ δυνήσονται ἐξελθει̃ν ἐξ αὐτω̃ν καὶ κεκράξονται πρός με καὶ οὐκ εἰσακούσομαι αὐτω̃ν
12 καὶ πορεύσονται πόλεις Ιουδα καὶ οἱ κατοικου̃ντες Ιερουσαλημ καὶ κεκράξονται πρὸς τοὺς θεούς οἱ̃ς αὐτοὶ θυμιω̃σιν αὐτοι̃ς μὴ σώσουσιν αὐτοὺς ἐν καιρω̨̃ τω̃ν κακω̃ν αὐτω̃ν
13 ὅτι κατ' ἀριθμὸν τω̃ν πόλεών σου ἠ̃σαν θεοί σου Ιουδα καὶ κατ' ἀριθμὸν ἐξόδων τη̃ς Ιερουσαλημ ἐτάξατε βωμοὺς θυμια̃ν τη̨̃ Βααλ
14 καὶ σὺ μὴ προσεύχου περὶ του̃ λαου̃ τούτου καὶ μὴ ἀξίου περὶ αὐτω̃ν ἐν δεήσει καὶ προσευχη̨̃ ὅτι οὐκ εἰσακούσομαι ἐν τω̨̃ καιρω̨̃ ἐν ὡ̨̃ ἐπικαλου̃νταί με ἐν καιρω̨̃ κακώσεως αὐτω̃ν
15 τί ἡ ἠγαπημένη ἐν τω̨̃ οἴκω̨ μου ἐποίησεν βδέλυγμα μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφελου̃σιν ἀπὸ σου̃ τὰς κακίας σου ἢ τούτοις διαφεύξη̨
16 ἐλαίαν ὡραίαν εὔσκιον τω̨̃ εἴδει ἐκάλεσεν κύριος τὸ ὄνομά σου εἰς φωνὴν περιτομη̃ς αὐτη̃ς ἀνήφθη πυ̃ρ ἐπ' αὐτήν μεγάλη ἡ θλι̃ψις ἐπὶ σέ ἠχρεώθησαν οἱ κλάδοι αὐτη̃ς
17 καὶ κύριος ὁ καταφυτεύσας σε ἐλάλησεν ἐπὶ σὲ κακὰ ἀντὶ τη̃ς κακίας οἴκου Ισραηλ καὶ οἴκου Ιουδα ὅτι ἐποίησαν ἑαυτοι̃ς του̃ παροργίσαι με ἐν τω̨̃ θυμια̃ν αὐτοὺς τη̨̃ Βααλ
18 κύριε γνώρισόν μοι καὶ γνώσομαι τότε εἰ̃δον τὰ ἐπιτηδεύματα αὐτω̃ν
19 ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον του̃ θύεσθαι οὐκ ἔγνων ἐπ' ἐμὲ ἐλογίσαντο λογισμὸν πονηρὸν λέγοντες δευ̃τε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτου̃ καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γη̃ς ζώντων καὶ τὸ ὄνομα αὐτου̃ οὐ μὴ μνησθη̨̃ ἔτι
20 κύριε κρίνων δίκαια δοκιμάζων νεφροὺς καὶ καρδίας ἴδοιμι τὴν παρὰ σου̃ ἐκδίκησιν ἐξ αὐτω̃ν ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου
21 διὰ του̃το τάδε λέγει κύριος ἐπὶ τοὺς ἄνδρας Αναθωθ τοὺς ζητου̃ντας τὴν ψυχήν μου τοὺς λέγοντας οὐ μὴ προφητεύση̨ς ἐπὶ τω̨̃ ὀνόματι κυρίου εἰ δὲ μή ἀποθανη̨̃ ἐν ται̃ς χερσὶν ἡμω̃ν
22 ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπ' αὐτούς οἱ νεανίσκοι αὐτω̃ν ἐν μαχαίρα̨ ἀποθανου̃νται καὶ οἱ υἱοὶ αὐτω̃ν καὶ αἱ θυγατέρες αὐτω̃ν τελευτήσουσιν ἐν λιμω̨̃
23 καὶ ἐγκατάλειμμα οὐκ ἔσται αὐτω̃ν ὅτι ἐπάξω κακὰ ἐπὶ τοὺς κατοικου̃ντας ἐν Αναθωθ ἐν ἐνιαυτω̨̃ ἐπισκέψεως αὐτω̃ν
Читать далее:ΙΕΡΕΜΊΑΣ, κεφαλίς 12
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).