1 ὑπολαβὼν δὲ Ιωβ λέγει |
2 ἀκούσατε ἀκούσατέ μου τω̃ν λόγων ἵνα μὴ ἠ̨̃ μοι παρ' ὑμω̃ν αὕτη ἡ παράκλησις |
3 ἄρατέ με ἐγὼ δὲ λαλήσω εἰ̃τ' οὐ καταγελάσετέ μου |
4 τί γάρ μὴ ἀνθρώπου μου ἡ ἔλεγξις ἢ διὰ τί οὐ θυμωθήσομαι |
5 εἰσβλέψαντες εἰς ἐμὲ θαυμάσατε χει̃ρα θέντες ἐπὶ σιαγόνι |
6 ἐάν τε γὰρ μνησθω̃ ἐσπούδακα ἔχουσιν δέ μου τὰς σάρκας ὀδύναι |
7 διὰ τί ἀσεβει̃ς ζω̃σιν πεπαλαίωνται δὲ καὶ ἐν πλούτω̨ |
8 ὁ σπόρος αὐτω̃ν κατὰ ψυχήν τὰ δὲ τέκνα αὐτω̃ν ἐν ὀφθαλμοι̃ς |
9 οἱ οἰ̃κοι αὐτω̃ν εὐθηνου̃σιν φόβος δὲ οὐδαμου̃ μάστιξ δὲ παρὰ κυρίου οὐκ ἔστιν ἐπ' αὐτοι̃ς |
10 ἡ βου̃ς αὐτω̃ν οὐκ ὠμοτόκησεν διεσώθη δὲ αὐτω̃ν ἐν γαστρὶ ἔχουσα καὶ οὐκ ἔσφαλεν |
11 μένουσιν δὲ ὡς πρόβατα αἰώνια τὰ δὲ παιδία αὐτω̃ν προσπαίζουσιν |
12 ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν καὶ εὐφραίνονται φωνη̨̃ ψαλμου̃ |
13 συνετέλεσαν δὲ ἐν ἀγαθοι̃ς τὸν βίον αὐτω̃ν ἐν δὲ ἀναπαύσει ἅ̨δου ἐκοιμήθησαν |
14 λέγει δὲ κυρίω̨ ἀπόστα ἀπ' ἐμου̃ ὁδούς σου εἰδέναι οὐ βούλομαι |
15 τί ἱκανός ὅτι δουλεύσομεν αὐτω̨̃ καὶ τίς ὠφέλεια ὅτι ἀπαντήσομεν αὐτω̨̃ |
16 ἐν χερσὶν γὰρ ἠ̃ν αὐτω̃ν τὰ ἀγαθά ἔργα δὲ ἀσεβω̃ν οὐκ ἐφορα̨̃ |
17 οὐ μὴν δὲ ἀλλὰ καὶ ἀσεβω̃ν λύχνος σβεσθήσεται ἐπελεύσεται δὲ αὐτοι̃ς ἡ καταστροφή ὠδι̃νες δὲ αὐτοὺς ἕξουσιν ἀπὸ ὀργη̃ς |
18 ἔσονται δὲ ὥσπερ ἄχυρα πρὸ ἀνέμου ἢ ὥσπερ κονιορτός ὃν ὑφείλατο λαι̃λαψ |
19 ἐκλίποι υἱοὺς τὰ ὑπάρχοντα αὐτου̃ ἀνταποδώσει πρὸς αὐτὸν καὶ γνώσεται |
20 ἴδοισαν οἱ ὀφθαλμοὶ αὐτου̃ τὴν ἑαυτου̃ σφαγήν ἀπὸ δὲ κυρίου μὴ διασωθείη |
21 ὅτι τί θέλημα αὐτου̃ ἐν οἴκω̨ αὐτου̃ μετ' αὐτόν καὶ ἀριθμοὶ μηνω̃ν αὐτου̃ διη̨ρέθησαν |
22 πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην αὐτὸς δὲ φόνους διακρινει̃ |
23 οὑ̃τος ἀποθανει̃ται ἐν κράτει ἁπλοσύνης αὐτου̃ ὅλος δὲ εὐπαθω̃ν καὶ εὐθηνω̃ν |
24 τὰ δὲ ἔγκατα αὐτου̃ πλήρη στέατος μυελὸς δὲ αὐτου̃ διαχει̃ται |
25 ὁ δὲ τελευτα̨̃ ὑπὸ πικρίας ψυχη̃ς οὐ φαγὼν οὐδὲν ἀγαθόν |
26 ὁμοθυμαδὸν δὲ ἐπὶ γη̃ς κοιμω̃νται σαπρία δὲ αὐτοὺς ἐκάλυψεν |
27 ὥστε οἰ̃δα ὑμα̃ς ὅτι τόλμη̨ ἐπίκεισθέ μοι |
28 ὅτι ἐρει̃τε που̃ ἐστιν οἰ̃κος ἄρχοντος καὶ που̃ ἐστιν ἡ σκέπη τω̃ν σκηνωμάτων τω̃ν ἀσεβω̃ν |
29 ἐρωτήσατε παραπορευομένους ὁδόν καὶ τὰ σημει̃α αὐτω̃ν οὐκ ἀπαλλοτριώσετε |
30 ὅτι εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ πονηρός εἰς ἡμέραν ὀργη̃ς αὐτου̃ ἀπαχθήσονται |
31 τίς ἀπαγγελει̃ ἐπὶ προσώπου αὐτου̃ τὴν ὁδὸν αὐτου̃ καὶ αὐτὸς ἐποίησεν τίς ἀνταποδώσει αὐτω̨̃ |
32 καὶ αὐτὸς εἰς τάφους ἀπηνέχθη καὶ ἐπὶ σορω̨̃ ἠγρύπνησεν |
33 ἐγλυκάνθησαν αὐτω̨̃ χάλικες χειμάρρου καὶ ὀπίσω αὐτου̃ πα̃ς ἄνθρωπος ἀπελεύσεται καὶ ἔμπροσθεν αὐτου̃ ἀναρίθμητοι |
34 πω̃ς δὲ παρακαλει̃τέ με κενά τὸ δὲ ἐμὲ καταπαύσασθαι ἀφ' ὑμω̃ν οὐδέν |