ΙΩΒ,
κεφαλίς 25
1 ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει |
2 τί γὰρ προοίμιον ἢ φόβος παρ' αὐτου̃ ὁ ποιω̃ν τὴν σύμπασαν ἐν ὑψίστω̨ |
3 μὴ γάρ τις ὑπολάβοι ὅτι ἔστιν παρέλκυσις πειραται̃ς ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ' αὐτου̃ |
4 πω̃ς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου ἢ τίς ἂν ἀποκαθαρίσαι ἑαυτὸν γεννητὸς γυναικός |
5 εἰ σελήνη̨ συντάσσει καὶ οὐκ ἐπιφαύσκει ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτου̃ |
6 ἔα δέ ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.