ΙΩΒ,
κεφαλίς 26
1 ὑπολαβὼν δὲ Ιωβ λέγει |
2 τίνι πρόσκεισαι ἢ τίνι μέλλεις βοηθει̃ν πότερον οὐχ ὡ̨̃ πολλὴ ἰσχὺς καὶ ὡ̨̃ βραχίων κραταιός ἐστιν |
3 τίνι συμβεβούλευσαι οὐχ ὡ̨̃ πα̃σα σοφία ἢ τίνι ἐπακολουθήσεις οὐχ ὡ̨̃ μεγίστη δύναμις |
4 τίνι ἀνήγγειλας ῥήματα πνοὴ δὲ τίνος ἐστὶν ἡ ἐξελθου̃σα ἐκ σου̃ |
5 μὴ γίγαντες μαιωθήσονται ὑποκάτωθεν ὕδατος καὶ τω̃ν γειτόνων αὐτου̃ |
6 γυμνὸς ὁ ἅ̨δης ἐπώπιον αὐτου̃ καὶ οὐκ ἔστιν περιβόλαιον τη̨̃ ἀπωλεία̨ |
7 ἐκτείνων βορέαν ἐπ' οὐδέν κρεμάζων γη̃ν ἐπὶ οὐδενός |
8 δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτου̃ καὶ οὐκ ἐρράγη νέφος ὑποκάτω αὐτου̃ |
9 ὁ κρατω̃ν πρόσωπον θρόνου ἐκπετάζων ἐπ' αὐτὸν νέφος αὐτου̃ |
10 πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος μέχρι συντελείας φωτὸς μετὰ σκότους |
11 στυ̃λοι οὐρανου̃ ἐπετάσθησαν καὶ ἐξέστησαν ἀπὸ τη̃ς ἐπιτιμήσεως αὐτου̃ |
12 ἰσχύι κατέπαυσεν τὴν θάλασσαν ἐπιστήμη̨ δὲ ἔτρωσε τὸ κη̃τος |
13 κλει̃θρα δὲ οὐρανου̃ δεδοίκασιν αὐτόν προστάγματι δὲ ἐθανάτωσεν δράκοντα ἀποστάτην |
14 ἰδοὺ ταυ̃τα μέρη ὁδου̃ αὐτου̃ καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐτω̨̃ σθένος δὲ βροντη̃ς αὐτου̃ τίς οἰ̃δεν ὁπότε ποιήσει |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.