Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΩΒ, κεφαλίς 38

1 μετὰ δὲ τὸ παύσασθαι Ελιουν τη̃ς λέξεως εἰ̃πεν ὁ κύριος τω̨̃ Ιωβ διὰ λαίλαπος καὶ νεφω̃ν
2 τίς οὑ̃τος ὁ κρύπτων με βουλήν συνέχων δὲ ῥήματα ἐν καρδία̨ ἐμὲ δὲ οἴεται κρύπτειν
3 ζω̃σαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου ἐρωτήσω δέ σε σὺ δέ μοι ἀποκρίθητι
4 που̃ ἠ̃ς ἐν τω̨̃ θεμελιου̃ν με τὴν γη̃ν ἀπάγγειλον δέ μοι εἰ ἐπίστη̨ σύνεσιν
5 τίς ἔθετο τὰ μέτρα αὐτη̃ς εἰ οἰ̃δας ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ' αὐτη̃ς
6 ἐπὶ τίνος οἱ κρίκοι αὐτη̃ς πεπήγασιν τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαι̃ον ἐπ' αὐτη̃ς
7 ὅτε ἐγενήθησαν ἄστρα ἤ̨νεσάν με φωνη̨̃ μεγάλη̨ πάντες ἄγγελοί μου
8 ἔφραξα δὲ θάλασσαν πύλαις ὅτε ἐμαίμασσεν ἐκ κοιλίας μητρὸς αὐτη̃ς ἐκπορευομένη
9 ἐθέμην δὲ αὐτη̨̃ νέφος ἀμφίασιν ὁμίχλη̨ δὲ αὐτὴν ἐσπαργάνωσα
10 ἐθέμην δὲ αὐτη̨̃ ὅρια περιθεὶς κλει̃θρα καὶ πύλας
11 εἰ̃πα δὲ αὐτη̨̃ μέχρι τούτου ἐλεύση̨ καὶ οὐχ ὑπερβήση̨ ἀλλ' ἐν σεαυτη̨̃ συντριβήσεταί σου τὰ κύματα
12 ἠ̃ ἐπὶ σου̃ συντέταχα φέγγος πρωινόν ἑωσφόρος δὲ εἰ̃δεν τὴν ἑαυτου̃ τάξιν
13 ἐπιλαβέσθαι πτερύγων γη̃ς ἐκτινάξαι ἀσεβει̃ς ἐξ αὐτη̃ς
14 ἠ̃ σὺ λαβὼν γη̃ν πηλὸν ἔπλασας ζω̨̃ον καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ γη̃ς
15 ἀφει̃λας δὲ ἀπὸ ἀσεβω̃ν τὸ φω̃ς βραχίονα δὲ ὑπερηφάνων συνέτριψας
16 ἠ̃λθες δὲ ἐπὶ πηγὴν θαλάσσης ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας
17 ἀνοίγονται δέ σοι φόβω̨ πύλαι θανάτου πυλωροὶ δὲ ἅ̨δου ἰδόντες σε ἔπτηξαν
18 νενουθέτησαι δὲ τὸ εὐ̃ρος τη̃ς ὑπ' οὐρανόν ἀνάγγειλον δή μοι πόση τίς ἐστιν
19 ποία̨ δὲ γη̨̃ αὐλίζεται τὸ φω̃ς σκότους δὲ ποι̃ος ὁ τόπος
20 εἰ ἀγάγοις με εἰς ὅρια αὐτω̃ν εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτω̃ν
21 οἰ̃δα ἄρα ὅτι τότε γεγέννησαι ἀριθμὸς δὲ ἐτω̃ν σου πολύς
22 ἠ̃λθες δὲ ἐπὶ θησαυροὺς χιόνος θησαυροὺς δὲ χαλάζης ἑόρακας
23 ἀπόκειται δέ σοι εἰς ὥραν ἐχθρω̃ν εἰς ἡμέραν πολέμου καὶ μάχης
24 πόθεν δὲ ἐκπορεύεται πάχνη ἢ διασκεδάννυται νότος εἰς τὴν ὑπ' οὐρανόν
25 τίς δὲ ἡτοίμασεν ὑετω̨̃ λάβρω̨ ῥύσιν ὁδὸν δὲ κυδοιμω̃ν
26 του̃ ὑετίσαι ἐπὶ γη̃ν οὑ̃ οὐκ ἀνήρ ἔρημον οὑ̃ οὐχ ὑπάρχει ἄνθρωπος ἐν αὐτη̨̃
27 του̃ χορτάσαι ἄβατον καὶ ἀοίκητον καὶ του̃ ἐκβλαστη̃σαι ἔξοδον χλόης
28 τίς ἐστιν ὑετου̃ πατήρ τίς δέ ἐστιν ὁ τετοκὼς βώλους δρόσου
29 ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται ὁ κρύσταλλος πάχνην δὲ ἐν οὐρανω̨̃ τίς τέτοκεν
30 ἣ καταβαίνει ὥσπερ ὕδωρ ῥέον πρόσωπον δὲ ἀβύσσου τίς ἔπηξεν
31 συνη̃κας δὲ δεσμὸν Πλειάδος καὶ φραγμὸν 'Ωρίωνος ἤνοιξας
32 ἠ̃ διανοίξεις μαζουρωθ ἐν καιρω̨̃ αὐτου̃ καὶ 'Έσπερον ἐπὶ κόμης αὐτου̃ ἄξεις αὐτά
33 ἐπίστασαι δὲ τροπὰς οὐρανου̃ ἢ τὰ ὑπ' οὐρανὸν ὁμοθυμαδὸν γινόμενα
34 καλέσεις δὲ νέφος φωνη̨̃ καὶ τρόμω̨ ὕδατος λάβρω̨ ὑπακούσεταί σου
35 ἀποστελει̃ς δὲ κεραυνοὺς καὶ πορεύσονται ἐρου̃σιν δέ σοι τί ἐστιν
36 τίς δὲ ἔδωκεν γυναιξὶν ὑφάσματος σοφίαν ἢ ποικιλτικὴν ἐπιστήμην
37 τίς δὲ ὁ ἀριθμω̃ν νέφη σοφία̨ οὐρανὸν δὲ εἰς γη̃ν ἔκλινεν
38 κέχυται δὲ ὥσπερ γη̃ κονία κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθω̨ κύβον
39 θηρεύσεις δὲ λέουσιν βοράν ψυχὰς δὲ δρακόντων ἐμπλήσεις
40 δεδοίκασιν γὰρ ἐν κοίταις αὐτω̃ν κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες
41 τίς δὲ ἡτοίμασεν κόρακι βοράν νεοσσοὶ γὰρ αὐτου̃ πρὸς κύριον κεκράγασιν πλανώμενοι τὰ σι̃τα ζητου̃ντες

ΙΩΒ, κεφαλίς 39

1 εἰ ἔγνως καιρὸν τοκετου̃ τραγελάφων πέτρας ἐφύλαξας δὲ ὠδι̃νας ἐλάφων
2 ἠρίθμησας δὲ αὐτω̃ν μη̃νας πλήρεις τοκετου̃ ὠδι̃νας δὲ αὐτω̃ν ἔλυσας
3 ἐξέθρεψας δὲ αὐτω̃ν τὰ παιδία ἔξω φόβου ὠδι̃νας αὐτω̃ν ἐξαποστελει̃ς
4 ἀπορρήξουσιν τὰ τέκνα αὐτω̃ν πληθυνθήσονται ἐν γενήματι ἐξελεύσονται καὶ οὐ μὴ ἀνακάμψουσιν αὐτοι̃ς
5 τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον δεσμοὺς δὲ αὐτου̃ τίς ἔλυσεν
6 ἐθέμην δὲ τὴν δίαιταν αὐτου̃ ἔρημον καὶ τὰ σκηνώματα αὐτου̃ ἁλμυρίδα
7 καταγελω̃ν πολυοχλίας πόλεως μέμψιν δὲ φορολόγου οὐκ ἀκούων
8 κατασκέψεται ὄρη νομὴν αὐτου̃ καὶ ὀπίσω παντὸς χλωρου̃ ζητει̃
9 βουλήσεται δέ σοι μονόκερως δουλευ̃σαι ἢ κοιμηθη̃ναι ἐπὶ φάτνης σου
10 δήσεις δὲ ἐν ἱμα̃σι ζυγὸν αὐτου̃ ἢ ἑλκύσει σου αὔλακας ἐν πεδίω̨
11 πέποιθας δὲ ἐπ' αὐτω̨̃ ὅτι πολλὴ ἡ ἰσχὺς αὐτου̃ ἐπαφήσεις δὲ αὐτω̨̃ τὰ ἔργα σου
12 πιστεύσεις δὲ ὅτι ἀποδώσει σοι τὸν σπόρον εἰσοίσει δέ σου τὸν ἅλωνα
13 πτέρυξ τερπομένων νεελασα ἐὰν συλλάβη̨ ασιδα καὶ νεσσα
14 ὅτι ἀφήσει εἰς γη̃ν τὰ ὠ̨ὰ αὐτη̃ς καὶ ἐπὶ χου̃ν θάλψει
15 καὶ ἐπελάθετο ὅτι ποὺς σκορπιει̃ καὶ θηρία ἀγρου̃ καταπατήσει
16 ἀπεσκλήρυνεν τὰ τέκνα αὐτη̃ς ὥστε μὴ ἑαυτη̨̃ εἰς κενὸν ἐκοπίασεν ἄνευ φόβου
17 ὅτι κατεσιώπησεν αὐτη̨̃ ὁ θεὸς σοφίαν καὶ οὐκ ἐμέρισεν αὐτη̨̃ ἐν τη̨̃ συνέσει
18 κατὰ καιρὸν ἐν ὕψει ὑψώσει καταγελάσεται ἵππου καὶ του̃ ἐπιβάτου αὐτου̃
19 ἠ̃ σὺ περιέθηκας ἵππω̨ δύναμιν ἐνέδυσας δὲ τραχήλω̨ αὐτου̃ φόβον
20 περιέθηκας δὲ αὐτω̨̃ πανοπλίαν δόξαν δὲ στηθέων αὐτου̃ τόλμη̨
21 ἀνορύσσων ἐν πεδίω̨ γαυρια̨̃ ἐκπορεύεται δὲ εἰς πεδίον ἐν ἰσχύι
22 συναντω̃ν βέλει καταγελα̨̃ καὶ οὐ μὴ ἀποστραφη̨̃ ἀπὸ σιδήρου
23 ἐπ' αὐτω̨̃ γαυρια̨̃ τόξον καὶ μάχαιρα
24 καὶ ὀργη̨̃ ἀφανιει̃ τὴν γη̃ν καὶ οὐ μὴ πιστεύση̨ ἕως ἂν σημάνη̨ σάλπιγξ
25 σάλπιγγος δὲ σημαινούσης λέγει εὐ̃γε πόρρωθεν δὲ ὀσφραίνεται πολέμου σὺν ἅλματι καὶ κραυγη̨̃
26 ἐκ δὲ τη̃ς ση̃ς ἐπιστήμης ἕστηκεν ἱέραξ ἀναπετάσας τὰς πτέρυγας ἀκίνητος καθορω̃ν τὰ πρὸς νότον
27 ἐπὶ δὲ σω̨̃ προστάγματι ὑψου̃ται ἀετός γὺψ δὲ ἐπὶ νοσσια̃ς αὐτου̃ καθεσθεὶς αὐλίζεται
28 ἐπ' ἐξοχη̨̃ πέτρας καὶ ἀποκρύφω̨
29 ἐκει̃σε ὢν ζητει̃ τὰ σι̃τα πόρρωθεν οἱ ὀφθαλμοὶ αὐτου̃ σκοπεύουσιν
30 νεοσσοὶ δὲ αὐτου̃ φύρονται ἐν αἵματι οὑ̃ δ' ἂν ὠ̃σι τεθνεω̃τες παραχρη̃μα εὑρίσκονται

ΙΩΒ, κεφαλίς 40

1 καὶ ἀπεκρίθη κύριος ὁ θεὸς τω̨̃ Ιωβ καὶ εἰ̃πεν
2 μὴ κρίσιν μετὰ ἱκανου̃ ἐκκλινει̃ ἐλέγχων θεὸν ἀποκριθήσεται αὐτήν
3 ὑπολαβὼν δὲ Ιωβ λέγει τω̨̃ κυρίω̨
4 τί ἔτι ἐγὼ κρίνομαι νουθετούμενος καὶ ἐλέγχων κύριον ἀκούων τοιαυ̃τα οὐθὲν ὤν ἐγὼ δὲ τίνα ἀπόκρισιν δω̃ πρὸς ταυ̃τα χει̃ρα θήσω ἐπὶ στόματί μου
5 ἅπαξ λελάληκα ἐπὶ δὲ τω̨̃ δευτέρω̨ οὐ προσθήσω
6 ἔτι δὲ ὑπολαβὼν ὁ κύριος εἰ̃πεν τω̨̃ Ιωβ ἐκ του̃ νέφους
7 μή ἀλλὰ ζω̃σαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου ἐρωτήσω δέ σε σὺ δέ μοι ἀποκρίθητι
8 μὴ ἀποποιου̃ μου τὸ κρίμα οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανη̨̃ς δίκαιος
9 ἠ̃ βραχίων σοί ἐστιν κατὰ του̃ κυρίου ἢ φωνη̨̃ κατ' αὐτὸν βροντα̨̃ς
10 ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν δόξαν δὲ καὶ τιμὴν ἀμφίεσαι
11 ἀπόστειλον δὲ ἀγγέλους ὀργη̨̃ πα̃ν δὲ ὑβριστὴν ταπείνωσον
12 ὑπερήφανον δὲ σβέσον ση̃ψον δὲ ἀσεβει̃ς παραχρη̃μα
13 κρύψον δὲ εἰς γη̃ν ἔξω ὁμοθυμαδόν τὰ δὲ πρόσωπα αὐτω̃ν ἀτιμίας ἔμπλησον
14 ὁμολογήσω ἄρα ὅτι δύναται ἡ δεξιά σου σω̃σαι
15 ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί χόρτον ἴσα βουσὶν ἐσθίει
16 ἰδοὺ δὴ ἰσχὺς αὐτου̃ ἐπ' ὀσφύι ἡ δὲ δύναμις ἐπ' ὀμφαλου̃ γαστρός
17 ἔστησεν οὐρὰν ὡς κυπάρισσον τὰ δὲ νευ̃ρα αὐτου̃ συμπέπλεκται
18 αἱ πλευραὶ αὐτου̃ πλευραὶ χάλκειαι ἡ δὲ ῥάχις αὐτου̃ σίδηρος χυτός
19 του̃τ' ἔστιν ἀρχὴ πλάσματος κυρίου πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τω̃ν ἀγγέλων αὐτου̃
20 ἐπελθὼν δὲ ἐπ' ὄρος ἀκρότομον ἐποίησεν χαρμονὴν τετράποσιν ἐν τω̨̃ ταρτάρω̨
21 ὑπὸ παντοδαπὰ δένδρα κοιμα̃ται παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον
22 σκιάζονται δὲ ἐν αὐτω̨̃ δένδρα μεγάλα σὺν ῥαδάμνοις καὶ κλω̃νες ἄγνου
23 ἐὰν γένηται πλήμμυρα οὐ μὴ αἰσθηθη̨̃ πέποιθεν ὅτι προσκρούσει ὁ Ιορδάνης εἰς τὸ στόμα αὐτου̃
24 ἐν τω̨̃ ὀφθαλμω̨̃ αὐτου̃ δέξεται αὐτόν ἐνσκολιευόμενος τρήσει ῥι̃να
25 ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρω̨ περιθήσεις δὲ φορβεὰν περὶ ῥι̃να αὐτου̃
26 εἰ δήσεις κρίκον ἐν τω̨̃ μυκτη̃ρι αὐτου̃ ψελίω̨ δὲ τρυπήσεις τὸ χει̃λος αὐτου̃
27 λαλήσει δέ σοι δεήσει ἱκετηρία̨ μαλακω̃ς
28 θήσεται δὲ διαθήκην μετὰ σου̃ λήμψη̨ δὲ αὐτὸν δου̃λον αἰώνιον
29 παίξη̨ δὲ ἐν αὐτω̨̃ ὥσπερ ὀρνέω̨ ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίω̨
30 ἐνσιτου̃νται δὲ ἐν αὐτω̨̃ ἔθνη μεριτεύονται δὲ αὐτὸν φοινίκων γένη
31 πα̃ν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσιν βύρσαν μίαν οὐρα̃ς αὐτου̃ καὶ ἐν πλοίοις ἁλιέων κεφαλὴν αὐτου̃
32 ἐπιθήσεις δὲ αὐτω̨̃ χει̃ρα μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτου̃ καὶ μηκέτι γινέσθω
Читать далее:ΙΩΒ, κεφαλίς 41
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).