Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΩΒ, κεφαλίς 41

οὐχ ἑόρακας αὐτὸν οὐδὲ ἐπὶ τοι̃ς λεγομένοις τεθαύμακας
οὐ δέδοικας ὅτι ἡτοίμασταί μοι τίς γάρ ἐστιν ὁ ἐμοὶ ἀντιστάς
ἢ τίς ἀντιστήσεταί μοι καὶ ὑπομενει̃ εἰ πα̃σα ἡ ὑπ' οὐρανὸν ἐμή ἐστιν
οὐ σιωπήσομαι δι' αὐτόν καὶ λόγον δυνάμεως ἐλεήσει τὸν ἴσον αὐτου̃
τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτου̃ εἰς δὲ πτύξιν θώρακος αὐτου̃ τίς ἂν εἰσέλθοι
πύλας προσώπου αὐτου̃ τίς ἀνοίξει κύκλω̨ ὀδόντων αὐτου̃ φόβος
τὰ ἔγκατα αὐτου̃ ἀσπίδες χάλκειαι σύνδεσμος δὲ αὐτου̃ ὥσπερ σμιρίτης λίθος
εἱ̃ς του̃ ἑνὸς κολλω̃νται πνευ̃μα δὲ οὐ μὴ διέλθη̨ αὐτόν
ἀνὴρ τω̨̃ ἀδελφω̨̃ αὐτου̃ προσκολληθήσεται συνέχονται καὶ οὐ μὴ ἀποσπασθω̃σιν
10 ἐν πταρμω̨̃ αὐτου̃ ἐπιφαύσκεται φέγγος οἱ δὲ ὀφθαλμοὶ αὐτου̃ εἰ̃δος ἑωσφόρου
11 ἐκ στόματος αὐτου̃ ἐκπορεύονται λαμπάδες καιόμεναι καὶ διαρριπτου̃νται ἐσχάραι πυρός
12 ἐκ μυκτήρων αὐτου̃ ἐκπορεύεται καπνὸς καμίνου καιομένης πυρὶ ἀνθράκων
13 ἡ ψυχὴ αὐτου̃ ἄνθρακες φλὸξ δὲ ἐκ στόματος αὐτου̃ ἐκπορεύεται
14 ἐν δὲ τραχήλω̨ αὐτου̃ αὐλίζεται δύναμις ἔμπροσθεν αὐτου̃ τρέχει ἀπώλεια
15 σάρκες δὲ σώματος αὐτου̃ κεκόλληνται καταχέει ἐπ' αὐτόν οὐ σαλευθήσεται
16 ἡ καρδία αὐτου̃ πέπηγεν ὡς λίθος ἕστηκεν δὲ ὥσπερ ἄκμων ἀνήλατος
17 στραφέντος δὲ αὐτου̃ φόβος θηρίοις τετράποσιν ἐπὶ γη̃ς ἁλλομένοις
18 ἐὰν συναντήσωσιν αὐτω̨̃ λόγχαι οὐδὲν μὴ ποιήσωσιν δόρυ ἐπηρμένον καὶ θώρακα
19 ἥγηται μὲν γὰρ σίδηρον ἄχυρα χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν
20 οὐ μὴ τρώση̨ αὐτὸν τόξον χάλκειον ἥγηται μὲν πετροβόλον χόρτον
21 ὡς καλάμη ἐλογίσθησαν σφυ̃ραι καταγελα̨̃ δὲ σεισμου̃ πυρφόρου
22 ἡ στρωμνὴ αὐτου̃ ὀβελίσκοι ὀξει̃ς πα̃ς δὲ χρυσὸς θαλάσσης ὑπ' αὐτὸν ὥσπερ πηλὸς ἀμύθητος
23 ἀναζει̃ τὴν ἄβυσσον ὥσπερ χαλκει̃ον ἥγηται δὲ τὴν θάλασσαν ὥσπερ ἐξάλειπτρον
24 τὸν δὲ τάρταρον τη̃ς ἀβύσσου ὥσπερ αἰχμάλωτον ἐλογίσατο ἄβυσσον εἰς περίπατον
25 οὐκ ἔστιν οὐδὲν ἐπὶ τη̃ς γη̃ς ὅμοιον αὐτω̨̃ πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τω̃ν ἀγγέλων μου
26 πα̃ν ὑψηλὸν ὁρα̨̃ αὐτὸς δὲ βασιλεὺς πάντων τω̃ν ἐν τοι̃ς ὕδασιν
Читать далее:ΙΩΒ, κεφαλίς 42
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).