ΙΩΗΛ,
κεφαλίς 1
1 λόγος κυρίου ὃς ἐγενήθη πρὸς Ιωηλ τὸν του̃ Βαθουηλ |
2 ἀκούσατε δὴ ταυ̃τα οἱ πρεσβύτεροι καὶ ἐνωτίσασθε πάντες οἱ κατοικου̃ντες τὴν γη̃ν εἰ γέγονεν τοιαυ̃τα ἐν ται̃ς ἡμέραις ὑμω̃ν ἢ ἐν ται̃ς ἡμέραις τω̃ν πατέρων ὑμω̃ν |
3 ὑπὲρ αὐτω̃ν τοι̃ς τέκνοις ὑμω̃ν διηγήσασθε καὶ τὰ τέκνα ὑμω̃ν τοι̃ς τέκνοις αὐτω̃ν καὶ τὰ τέκνα αὐτω̃ν εἰς γενεὰν ἑτέραν |
4 τὰ κατάλοιπα τη̃ς κάμπης κατέφαγεν ἡ ἀκρίς καὶ τὰ κατάλοιπα τη̃ς ἀκρίδος κατέφαγεν ὁ βρου̃χος καὶ τὰ κατάλοιπα του̃ βρούχου κατέφαγεν ἡ ἐρυσίβη |
5 ἐκνήψατε οἱ μεθύοντες ἐξ οἴνου αὐτω̃ν καὶ κλαύσατε θρηνήσατε πάντες οἱ πίνοντες οἰ̃νον εἰς μέθην ὅτι ἐξη̃ρται ἐκ στόματος ὑμω̃ν εὐφροσύνη καὶ χαρά |
6 ὅτι ἔθνος ἀνέβη ἐπὶ τὴν γη̃ν μου ἰσχυρὸν καὶ ἀναρίθμητον οἱ ὀδόντες αὐτου̃ ὀδόντες λέοντος καὶ αἱ μύλαι αὐτου̃ σκύμνου |
7 ἔθετο τὴν ἄμπελόν μου εἰς ἀφανισμὸν καὶ τὰς συκα̃ς μου εἰς συγκλασμόν ἐρευνω̃ν ἐξηρεύνησεν αὐτὴν καὶ ἔρριψεν ἐλεύκανεν κλήματα αὐτη̃ς |
8 θρήνησον πρός με ὑπὲρ νύμφην περιεζωσμένην σάκκον ἐπὶ τὸν ἄνδρα αὐτη̃ς τὸν παρθενικόν |
9 ἐξη̃ρται θυσία καὶ σπονδὴ ἐξ οἴκου κυρίου πενθει̃τε οἱ ἱερει̃ς οἱ λειτουργου̃ντες θυσιαστηρίω̨ |
10 ὅτι τεταλαιπώρηκεν τὰ πεδία πενθείτω ἡ γη̃ ὅτι τεταλαιπώρηκεν σι̃τος ἐξηράνθη οἰ̃νος ὠλιγώθη ἔλαιον |
11 ἐξηράνθησαν οἱ γεωργοί θρηνει̃τε κτήματα ὑπὲρ πυρου̃ καὶ κριθη̃ς ὅτι ἀπόλωλεν τρυγητὸς ἐξ ἀγρου̃ |
12 ἡ ἄμπελος ἐξηράνθη καὶ αἱ συκαι̃ ὠλιγώθησαν ῥόα καὶ φοι̃νιξ καὶ μη̃λον καὶ πάντα τὰ ξύλα του̃ ἀγρου̃ ἐξηράνθησαν ὅτι ἤ̨σχυναν χαρὰν οἱ υἱοὶ τω̃ν ἀνθρώπων |
13 περιζώσασθε καὶ κόπτεσθε οἱ ἱερει̃ς θρηνει̃τε οἱ λειτουργου̃ντες θυσιαστηρίω̨ εἰσέλθατε ὑπνώσατε ἐν σάκκοις λειτουργου̃ντες θεω̨̃ ὅτι ἀπέσχηκεν ἐξ οἴκου θεου̃ ὑμω̃ν θυσία καὶ σπονδή |
14 ἁγιάσατε νηστείαν κηρύξατε θεραπείαν συναγάγετε πρεσβυτέρους πάντας κατοικου̃ντας γη̃ν εἰς οἰ̃κον θεου̃ ὑμω̃ν καὶ κεκράξατε πρὸς κύριον ἐκτενω̃ς |
15 οἴμμοι οἴμμοι οἴμμοι εἰς ἡμέραν ὅτι ἐγγὺς ἡμέρα κυρίου καὶ ὡς ταλαιπωρία ἐκ ταλαιπωρίας ἥξει |
16 κατέναντι τω̃ν ὀφθαλμω̃ν ὑμω̃ν βρώματα ἐξωλεθρεύθη ἐξ οἴκου θεου̃ ὑμω̃ν εὐφροσύνη καὶ χαρά |
17 ἐσκίρτησαν δαμάλεις ἐπὶ ται̃ς φάτναις αὐτω̃ν ἠφανίσθησαν θησαυροί κατεσκάφησαν ληνοί ὅτι ἐξηράνθη σι̃τος |
18 τί ἀποθήσομεν ἑαυτοι̃ς ἔκλαυσαν βουκόλια βοω̃ν ὅτι οὐχ ὑπη̃ρχεν νομὴ αὐτοι̃ς καὶ τὰ ποίμνια τω̃ν προβάτων ἠφανίσθησαν |
19 πρὸς σέ κύριε βοήσομαι ὅτι πυ̃ρ ἀνήλωσεν τὰ ὡραι̃α τη̃ς ἐρήμου καὶ φλὸξ ἀνη̃ψεν πάντα τὰ ξύλα του̃ ἀγρου̃ |
20 καὶ τὰ κτήνη του̃ πεδίου ἀνέβλεψαν πρὸς σέ ὅτι ἐξηράνθησαν ἀφέσεις ὑδάτων καὶ πυ̃ρ κατέφαγεν τὰ ὡραι̃α τη̃ς ἐρήμου |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.