ΙΩΗΛ,
κεφαλίς 2,
στἰχοι 19-27
19 καὶ ἀπεκρίθη κύριος καὶ εἰ̃πεν τω̨̃ λαω̨̃ αὐτου̃ ἰδοὺ ἐγὼ ἐξαποστέλλω ὑμι̃ν τὸν σι̃τον καὶ τὸν οἰ̃νον καὶ τὸ ἔλαιον καὶ ἐμπλησθήσεσθε αὐτω̃ν καὶ οὐ δώσω ὑμα̃ς οὐκέτι εἰς ὀνειδισμὸν ἐν τοι̃ς ἔθνεσι |
20 καὶ τὸν ἀπὸ βορρα̃ ἐκδιώξω ἀφ' ὑμω̃ν καὶ ἐξώσω αὐτὸν εἰς γη̃ν ἄνυδρον καὶ ἀφανιω̃ τὸ πρόσωπον αὐτου̃ εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὰ ὀπίσω αὐτου̃ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην καὶ ἀναβήσεται ἡ σαπρία αὐτου̃ καὶ ἀναβήσεται ὁ βρόμος αὐτου̃ ὅτι ἐμεγάλυνεν τὰ ἔργα αὐτου̃ |
21 θάρσει γη̃ χαι̃ρε καὶ εὐφραίνου ὅτι ἐμεγάλυνεν κύριος του̃ ποιη̃σαι |
22 θαρσει̃τε κτήνη του̃ πεδίου ὅτι βεβλάστηκεν πεδία τη̃ς ἐρήμου ὅτι ξύλον ἤνεγκεν τὸν καρπὸν αὐτου̃ ἄμπελος καὶ συκη̃ ἔδωκαν τὴν ἰσχὺν αὐτω̃ν |
23 καὶ τὰ τέκνα Σιων χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ τω̨̃ κυρίω̨ θεω̨̃ ὑμω̃ν διότι ἔδωκεν ὑμι̃ν τὰ βρώματα εἰς δικαιοσύνην καὶ βρέξει ὑμι̃ν ὑετὸν πρόιμον καὶ ὄψιμον καθὼς ἔμπροσθεν |
24 καὶ πλησθήσονται αἱ ἅλωνες σίτου καὶ ὑπερεκχυθήσονται αἱ ληνοὶ οἴνου καὶ ἐλαίου |
25 καὶ ἀνταποδώσω ὑμι̃ν ἀντὶ τω̃ν ἐτω̃ν ὡ̃ν κατέφαγεν ἡ ἀκρὶς καὶ ὁ βρου̃χος καὶ ἡ ἐρυσίβη καὶ ἡ κάμπη ἡ δύναμίς μου ἡ μεγάλη ἣν ἐξαπέστειλα εἰς ὑμα̃ς |
26 καὶ φάγεσθε ἐσθίοντες καὶ ἐμπλησθήσεσθε καὶ αἰνέσετε τὸ ὄνομα κυρίου του̃ θεου̃ ὑμω̃ν ἃ ἐποίησεν μεθ' ὑμω̃ν εἰς θαυμάσια καὶ οὐ μὴ καταισχυνθη̨̃ ὁ λαός μου εἰς τὸν αἰω̃να |
27 καὶ ἐπιγνώσεσθε ὅτι ἐν μέσω̨ του̃ Ισραηλ ἐγώ εἰμι καὶ ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμου̃ καὶ οὐ μὴ καταισχυνθω̃σιν οὐκέτι πα̃ς ὁ λαός μου εἰς τὸν αἰω̃να |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.