Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 10

ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ὁ μὴ εἰσερχόμενος διὰ τη̃ς θύρας εἰς τὴν αὐλὴν τω̃ν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν ἐκει̃νος κλέπτης ἐστὶν καὶ λη̨στής
ὁ δὲ εἰσερχόμενος διὰ τη̃ς θύρας ποιμήν ἐστιν τω̃ν προβάτων
τούτω̨ ὁ θυρωρòς ἀνοίγει καὶ τὰ πρόβατα τη̃ς φωνη̃ς αὐτου̃ ἀκούει καὶ τὰ ἴδια πρόβατα φωνει̃ κατ' ὄνομα καὶ ἐξάγει αὐτά
ὅταν τὰ ἴδια πάντα ἐκβάλη̨ ἔμπροσθεν αὐτω̃ν πορεύεται καὶ τὰ πρόβατα αὐτω̨̃ ἀκολουθει̃ ὅτι οἴδασιν τὴν φωνὴν αὐτου̃
ἀλλοτρίω̨ δὲ οὐ μὴ ἀκολουθήσουσιν ἀλλὰ φεύξονται ἀπ' αὐτου̃ ὅτι οὐκ οἴδασιν τω̃ν ἀλλοτρίων τὴν φωνήν
ταύτην τὴν παροιμίαν εἰ̃πεν αὐτοι̃ς ὁ ’Ιησου̃ς ἐκει̃νοι δὲ οὐκ ἔγνωσαν τίνα ἠ̃ν ἃ ἐλάλει αὐτοι̃ς
εἰ̃πεν οὐ̃ν πάλιν ὁ ’Ιησου̃ς ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ὅτι ἐγώ εἰμι ἡ θύρα τω̃ν προβάτων
πάντες ὅσοι ἠ̃λθον πρò ἐμου̃ κλέπται εἰσὶν καὶ λη̨σταί ἀλλ' οὐκ ἤκουσαν αὐτω̃ν τὰ πρόβατα
ἐγώ εἰμι ἡ θύρα δι' ἐμου̃ ἐάν τις εἰσέλθη̨ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει
10 ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψη̨ καὶ θύση̨ καὶ ἀπολέση̨ ἐγὼ ἠ̃λθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσòν ἔχωσιν
11 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός ὁ ποιμὴν ὁ καλòς τὴν ψυχὴν αὐτου̃ τίθησιν ὑπὲρ τω̃ν προβάτων
12 ὁ μισθωτòς καὶ οὐκ ὢν ποιμήν οὑ̃ οὐκ ἔστιν τὰ πρόβατα ἴδια θεωρει̃ τòν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπιζει τα προβατα
13 ο δε μισθωτος φευγει οτι μισθωτος εστιν και ου μελει αυτω περι των προβατων
14 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκουσί με τὰ ἐμά
15 καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τòν πατέρα καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τω̃ν προβάτων
16 καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τη̃ς αὐλη̃ς ταύτης κἀκει̃να δει̃ με ἀγαγει̃ν καὶ τη̃ς φωνη̃ς μου ἀκούσουσιν καὶ γενήσονται μία ποίμνη εἱ̃ς ποιμήν
17 διὰ του̃τό με ὁ πατὴρ ἀγαπα̨̃ ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου ἵνα πάλιν λάβω αὐτήν
18 οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμου̃ ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτου̃ ἐξουσίαν ἔχω θει̃ναι αὐτήν καὶ ἐξουσίαν ἔχω πάλιν λαβει̃ν αὐτήν ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ του̃ πατρός μου
19 σχίσμα πάλιν ἐγένετο ἐν τοι̃ς ’Ιουδαίοις διὰ τοὺς λόγους τούτους
20 ἔλεγον δὲ πολλοὶ ἐξ αὐτω̃ν δαιμόνιον ἔχει καὶ μαίνεται τί αὐτου̃ ἀκούετε
21 ἄλλοι ἔλεγον ταυ̃τα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου μὴ δαιμόνιον δύναται τυφλω̃ν ὀφθαλμοὺς ἀνοι̃ξαι
22 ἐγένετο τότε τὰ ἐγκαίνια ἐν τοι̃ς ‘Ιεροσολύμοις χειμὼν ἠ̃ν
23 καὶ περιεπάτει ὁ ’Ιησου̃ς ἐν τω̨̃ ἱερω̨̃ ἐν τη̨̃ στοα̨̃ του̃ Σολομω̃νος
24 ἐκύκλωσαν οὐ̃ν αὐτòν οἱ ’Ιουδαι̃οι καὶ ἔλεγον αὐτω̨̃ ἕως πότε τὴν ψυχὴν ἡμω̃ν αἴρεις εἰ σὺ εἰ̃ ὁ Χριστός εἰπὲ ἡμι̃ν παρρησία̨
25 ἀπεκρίθη αὐτοι̃ς ὁ ’Ιησου̃ς εἰ̃πον ὑμι̃ν καὶ οὐ πιστεύετε τὰ ἔργα ἃ ἐγὼ ποιω̃ ἐν τω̨̃ ὀνόματι του̃ πατρός μου ταυ̃τα μαρτυρει̃ περὶ ἐμου̃
26 ἀλλὰ ὑμει̃ς οὐ πιστεύετε ὅτι οὐκ ἐστὲ ἐκ τω̃ν προβάτων τω̃ν ἐμω̃ν
27 τὰ πρόβατα τὰ ἐμὰ τη̃ς φωνη̃ς μου ἀκούουσιν κἀγὼ γινώσκω αὐτά καὶ ἀκολουθου̃σίν μοι
28 κἀγὼ δίδωμι αὐτοι̃ς ζωὴν αἰώνιον καὶ οὐ μὴ ἀπόλωνται εἰς τòν αἰω̃να καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τη̃ς χειρός μου
29 ὁ πατήρ μου ὃ δέδωκέν μοι πάντων μει̃ζόν ἐστιν καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τη̃ς χειρòς του̃ πατρός
30 ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν
31 ἐβάστασαν πάλιν λίθους οἱ ’Ιουδαι̃οι ἵνα λιθάσωσιν αὐτόν
32 ἀπεκρίθη αὐτοι̃ς ὁ ’Ιησου̃ς πολλὰ ἔργα καλὰ ἔδειξα ὑμι̃ν ἐκ του̃ πατρός διὰ ποι̃ον αὐτω̃ν ἔργον ἐμὲ λιθάζετε
33 ἀπεκρίθησαν αὐτω̨̃ οἱ ’Ιουδαι̃οι περὶ καλου̃ ἔργου οὐ λιθάζομέν σε ἀλλὰ περὶ βλασφημίας καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιει̃ς σεαυτòν θεόν
34 ἀπεκρίθη αὐτοι̃ς ὁ ’Ιησου̃ς οὐκ ἔστιν γεγραμμένον ἐν τω̨̃ νόμω̨ ὑμω̃ν ὅτι ἐγὼ εἰ̃πα θεοί ἐστε
35 εἰ ἐκείνους εἰ̃πεν θεοὺς πρòς οὓς ὁ λόγος του̃ θεου̃ ἐγένετο καὶ οὐ δύναται λυθη̃ναι ἡ γραφή
36 ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τòν κόσμον ὑμει̃ς λέγετε ὅτι βλασφημει̃ς ὅτι εἰ̃πον υἱòς του̃ θεου̃ εἰμι
37 εἰ οὐ ποιω̃ τὰ ἔργα του̃ πατρός μου μὴ πιστεύετέ μοι
38 εἰ δὲ ποιω̃ κἂν ἐμοὶ μὴ πιστεύητε τοι̃ς ἔργοις πιστεύετε ἵνα γνω̃τε καὶ γινώσκητε ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν τω̨̃ πατρί
39 ἐζήτουν οὐ̃ν αὐτòν πάλιν πιάσαι καὶ ἐξη̃λθεν ἐκ τη̃ς χειρòς αὐτω̃ν
40 καὶ ἀπη̃λθεν πάλιν πέραν του̃ ’Ιορδάνου εἰς τòν τόπον ὅπου ἠ̃ν ’Ιωάννης τò πρω̃τον βαπτίζων καὶ ἔμεινεν ἐκει̃
41 καὶ πολλοὶ ἠ̃λθον πρòς αὐτòν καὶ ἔλεγον ὅτι ’Ιωάννης μὲν σημει̃ον ἐποίησεν οὐδέν πάντα δὲ ὅσα εἰ̃πεν ’Ιωάννης περὶ τούτου ἀληθη̃ ἠ̃ν
42 καὶ πολλοὶ ἐπίστευσαν εἰς αὐτòν ἐκει̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).