Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 10,  στἰχοι 16-31

16 καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τη̃ς αὐλη̃ς ταύτης κἀκει̃να δει̃ με ἀγαγει̃ν καὶ τη̃ς φωνη̃ς μου ἀκούσουσιν καὶ γενήσονται μία ποίμνη εἱ̃ς ποιμήν
17 διὰ του̃τό με ὁ πατὴρ ἀγαπα̨̃ ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου ἵνα πάλιν λάβω αὐτήν
18 οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμου̃ ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτου̃ ἐξουσίαν ἔχω θει̃ναι αὐτήν καὶ ἐξουσίαν ἔχω πάλιν λαβει̃ν αὐτήν ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ του̃ πατρός μου
19 σχίσμα πάλιν ἐγένετο ἐν τοι̃ς ’Ιουδαίοις διὰ τοὺς λόγους τούτους
20 ἔλεγον δὲ πολλοὶ ἐξ αὐτω̃ν δαιμόνιον ἔχει καὶ μαίνεται τί αὐτου̃ ἀκούετε
21 ἄλλοι ἔλεγον ταυ̃τα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου μὴ δαιμόνιον δύναται τυφλω̃ν ὀφθαλμοὺς ἀνοι̃ξαι
22 ἐγένετο τότε τὰ ἐγκαίνια ἐν τοι̃ς ‘Ιεροσολύμοις χειμὼν ἠ̃ν
23 καὶ περιεπάτει ὁ ’Ιησου̃ς ἐν τω̨̃ ἱερω̨̃ ἐν τη̨̃ στοα̨̃ του̃ Σολομω̃νος
24 ἐκύκλωσαν οὐ̃ν αὐτòν οἱ ’Ιουδαι̃οι καὶ ἔλεγον αὐτω̨̃ ἕως πότε τὴν ψυχὴν ἡμω̃ν αἴρεις εἰ σὺ εἰ̃ ὁ Χριστός εἰπὲ ἡμι̃ν παρρησία̨
25 ἀπεκρίθη αὐτοι̃ς ὁ ’Ιησου̃ς εἰ̃πον ὑμι̃ν καὶ οὐ πιστεύετε τὰ ἔργα ἃ ἐγὼ ποιω̃ ἐν τω̨̃ ὀνόματι του̃ πατρός μου ταυ̃τα μαρτυρει̃ περὶ ἐμου̃
26 ἀλλὰ ὑμει̃ς οὐ πιστεύετε ὅτι οὐκ ἐστὲ ἐκ τω̃ν προβάτων τω̃ν ἐμω̃ν
27 τὰ πρόβατα τὰ ἐμὰ τη̃ς φωνη̃ς μου ἀκούουσιν κἀγὼ γινώσκω αὐτά καὶ ἀκολουθου̃σίν μοι
28 κἀγὼ δίδωμι αὐτοι̃ς ζωὴν αἰώνιον καὶ οὐ μὴ ἀπόλωνται εἰς τòν αἰω̃να καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τη̃ς χειρός μου
29 ὁ πατήρ μου ὃ δέδωκέν μοι πάντων μει̃ζόν ἐστιν καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τη̃ς χειρòς του̃ πατρός
30 ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν
31 ἐβάστασαν πάλιν λίθους οἱ ’Ιουδαι̃οι ἵνα λιθάσωσιν αὐτόν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).