Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 10,  στἰχοι 22-42

22 ἐγένετο τότε τὰ ἐγκαίνια ἐν τοι̃ς ‘Ιεροσολύμοις χειμὼν ἠ̃ν
23 καὶ περιεπάτει ὁ ’Ιησου̃ς ἐν τω̨̃ ἱερω̨̃ ἐν τη̨̃ στοα̨̃ του̃ Σολομω̃νος
24 ἐκύκλωσαν οὐ̃ν αὐτòν οἱ ’Ιουδαι̃οι καὶ ἔλεγον αὐτω̨̃ ἕως πότε τὴν ψυχὴν ἡμω̃ν αἴρεις εἰ σὺ εἰ̃ ὁ Χριστός εἰπὲ ἡμι̃ν παρρησία̨
25 ἀπεκρίθη αὐτοι̃ς ὁ ’Ιησου̃ς εἰ̃πον ὑμι̃ν καὶ οὐ πιστεύετε τὰ ἔργα ἃ ἐγὼ ποιω̃ ἐν τω̨̃ ὀνόματι του̃ πατρός μου ταυ̃τα μαρτυρει̃ περὶ ἐμου̃
26 ἀλλὰ ὑμει̃ς οὐ πιστεύετε ὅτι οὐκ ἐστὲ ἐκ τω̃ν προβάτων τω̃ν ἐμω̃ν
27 τὰ πρόβατα τὰ ἐμὰ τη̃ς φωνη̃ς μου ἀκούουσιν κἀγὼ γινώσκω αὐτά καὶ ἀκολουθου̃σίν μοι
28 κἀγὼ δίδωμι αὐτοι̃ς ζωὴν αἰώνιον καὶ οὐ μὴ ἀπόλωνται εἰς τòν αἰω̃να καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τη̃ς χειρός μου
29 ὁ πατήρ μου ὃ δέδωκέν μοι πάντων μει̃ζόν ἐστιν καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τη̃ς χειρòς του̃ πατρός
30 ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν
31 ἐβάστασαν πάλιν λίθους οἱ ’Ιουδαι̃οι ἵνα λιθάσωσιν αὐτόν
32 ἀπεκρίθη αὐτοι̃ς ὁ ’Ιησου̃ς πολλὰ ἔργα καλὰ ἔδειξα ὑμι̃ν ἐκ του̃ πατρός διὰ ποι̃ον αὐτω̃ν ἔργον ἐμὲ λιθάζετε
33 ἀπεκρίθησαν αὐτω̨̃ οἱ ’Ιουδαι̃οι περὶ καλου̃ ἔργου οὐ λιθάζομέν σε ἀλλὰ περὶ βλασφημίας καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιει̃ς σεαυτòν θεόν
34 ἀπεκρίθη αὐτοι̃ς ὁ ’Ιησου̃ς οὐκ ἔστιν γεγραμμένον ἐν τω̨̃ νόμω̨ ὑμω̃ν ὅτι ἐγὼ εἰ̃πα θεοί ἐστε
35 εἰ ἐκείνους εἰ̃πεν θεοὺς πρòς οὓς ὁ λόγος του̃ θεου̃ ἐγένετο καὶ οὐ δύναται λυθη̃ναι ἡ γραφή
36 ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τòν κόσμον ὑμει̃ς λέγετε ὅτι βλασφημει̃ς ὅτι εἰ̃πον υἱòς του̃ θεου̃ εἰμι
37 εἰ οὐ ποιω̃ τὰ ἔργα του̃ πατρός μου μὴ πιστεύετέ μοι
38 εἰ δὲ ποιω̃ κἂν ἐμοὶ μὴ πιστεύητε τοι̃ς ἔργοις πιστεύετε ἵνα γνω̃τε καὶ γινώσκητε ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν τω̨̃ πατρί
39 ἐζήτουν οὐ̃ν αὐτòν πάλιν πιάσαι καὶ ἐξη̃λθεν ἐκ τη̃ς χειρòς αὐτω̃ν
40 καὶ ἀπη̃λθεν πάλιν πέραν του̃ ’Ιορδάνου εἰς τòν τόπον ὅπου ἠ̃ν ’Ιωάννης τò πρω̃τον βαπτίζων καὶ ἔμεινεν ἐκει̃
41 καὶ πολλοὶ ἠ̃λθον πρòς αὐτòν καὶ ἔλεγον ὅτι ’Ιωάννης μὲν σημει̃ον ἐποίησεν οὐδέν πάντα δὲ ὅσα εἰ̃πεν ’Ιωάννης περὶ τούτου ἀληθη̃ ἠ̃ν
42 καὶ πολλοὶ ἐπίστευσαν εἰς αὐτòν ἐκει̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).