ΚΑΤΑ ΙΩΑΝΝΗΝ,
κεφαλίς 11,
στἰχοι 51-57
51 του̃το δὲ ἀφ' ἑαυτου̃ οὐκ εἰ̃πεν ἀλλὰ ἀρχιερεὺς ὢν του̃ ἐνιαυτου̃ ἐκείνου ἐπροφήτευσεν ὅτι ἔμελλεν ’Ιησου̃ς ἀποθνή̨σκειν ὑπὲρ του̃ ἔθνους |
52 καὶ οὐχ ὑπὲρ του̃ ἔθνους μόνον ἀλλ' ἵνα καὶ τὰ τέκνα του̃ θεου̃ τὰ διεσκορπισμένα συναγάγη̨ εἰς ἕν |
53 ἀπ' ἐκείνης οὐ̃ν τη̃ς ἡμέρας ἐβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν |
54 ὁ οὐ̃ν ’Ιησου̃ς οὐκέτι παρρησία̨ περιεπάτει ἐν τοι̃ς ’Ιουδαίοις ἀλλὰ ἀπη̃λθεν ἐκει̃θεν εἰς τὴν χώραν ἐγγὺς τη̃ς ἐρήμου εἰς ’Εφραὶμ λεγομένην πόλιν κἀκει̃ ἔμεινεν μετὰ τω̃ν μαθητω̃ν |
55 ἠ̃ν δὲ ἐγγὺς τò πάσχα τω̃ν ’Ιουδαίων καὶ ἀνέβησαν πολλοὶ εἰς ‘Ιεροσόλυμα ἐκ τη̃ς χώρας πρò του̃ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς |
56 ἐζήτουν οὐ̃ν τòν ’Ιησου̃ν καὶ ἔλεγον μετ' ἀλλήλων ἐν τω̨̃ ἱερω̨̃ ἑστηκότες τί δοκει̃ ὑμι̃ν ὅτι οὐ μὴ ἔλθη̨ εἰς τὴν ἑορτήν |
57 δεδώκεισαν δὲ οἱ ἀρχιερει̃ς καὶ οἱ Φαρισαι̃οι ἐντολὰς ἵνα ἐάν τις γνω̨̃ που̃ ἐστιν μηνύση̨ ὅπως πιάσωσιν αὐτόν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.