Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 12,  στἰχοι 37-50

37 τοσαυ̃τα δὲ αὐτου̃ σημει̃α πεποιηκότος ἔμπροσθεν αὐτω̃ν οὐκ ἐπίστευον εἰς αὐτόν
38 ἵνα ὁ λόγος ’Ησαΐου του̃ προφήτου πληρωθη̨̃ ὃν εἰ̃πεν κύριε τίς ἐπίστευσεν τη̨̃ ἀκοη̨̃ ἡμω̃ν καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη
39 διὰ του̃το οὐκ ἠδύναντο πιστεύειν ὅτι πάλιν εἰ̃πεν ’Ησαΐας
40 τετύφλωκεν αὐτω̃ν τοὺς ὀφθαλμοὺς καὶ ἐπώρωσεν αὐτω̃ν τὴν καρδίαν ἵνα μὴ ἴδωσιν τοι̃ς ὀφθαλμοι̃ς καὶ νοήσωσιν τη̨̃ καρδία̨ καὶ στραφω̃σιν καὶ ἰάσομαι αὐτούς
41 ταυ̃τα εἰ̃πεν ’Ησαΐας ὅτι εἰ̃δεν τὴν δόξαν αὐτου̃ καὶ ἐλάλησεν περὶ αὐτου̃
42 ὅμως μέντοι καὶ ἐκ τω̃ν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν ἵνα μὴ ἀποσυνάγωγοι γένωνται
43 ἠγάπησαν γὰρ τὴν δόξαν τω̃ν ἀνθρώπων μα̃λλον ἤπερ τὴν δόξαν του̃ θεου̃
44 ’Ιησου̃ς δὲ ἔκραξεν καὶ εἰ̃πεν ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλὰ εἰς τòν πέμψαντά με
45 καὶ ὁ θεωρω̃ν ἐμὲ θεωρει̃ τòν πέμψαντά με
46 ἐγὼ φω̃ς εἰς τòν κόσμον ἐλήλυθα ἵνα πα̃ς ὁ πιστεύων εἰς ἐμὲ ἐν τη̨̃ σκοτία̨ μὴ μείνη̨
47 καὶ ἐάν τίς μου ἀκούση̨ τω̃ν ῥημάτων καὶ μὴ φυλάξη̨ ἐγὼ οὐ κρίνω αὐτόν οὐ γὰρ ἠ̃λθον ἵνα κρίνω τòν κόσμον ἀλλ' ἵνα σώσω τòν κόσμον
48 ὁ ἀθετω̃ν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τòν κρίνοντα αὐτόν ὁ λόγος ὃν ἐλάλησα ἐκει̃νος κρινει̃ αὐτòν ἐν τη̨̃ ἐσχάτη̨ ἡμέρα̨
49 ὅτι ἐγὼ ἐξ ἐμαυτου̃ οὐκ ἐλάλησα ἀλλ' ὁ πέμψας με πατὴρ αὐτός μοι ἐντολὴν δέδωκεν τί εἴπω καὶ τί λαλήσω
50 καὶ οἰ̃δα ὅτι ἡ ἐντολὴ αὐτου̃ ζωὴ αἰώνιός ἐστιν ἃ οὐ̃ν ἐγὼ λαλω̃ καθὼς εἴρηκέν μοι ὁ πατήρ οὕτως λαλω̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).