Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 13

πρò δὲ τη̃ς ἑορτη̃ς του̃ πάσχα εἰδὼς ὁ ’Ιησου̃ς ὅτι ἠ̃λθεν αὐτου̃ ἡ ὥρα ἵνα μεταβη̨̃ ἐκ του̃ κόσμου τούτου πρòς τòν πατέρα ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τω̨̃ κόσμω̨ εἰς τέλος ἠγάπησεν αὐτούς
καὶ δείπνου γινομένου του̃ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδοι̃ αὐτòν ’Ιούδας Σίμωνος ’Ισκαριώτου
εἰδὼς ὅτι πάντα ἔδωκεν αὐτω̨̃ ὁ πατὴρ εἰς τὰς χει̃ρας καὶ ὅτι ἀπò θεου̃ ἐξη̃λθεν καὶ πρòς τòν θεòν ὑπάγει
ἐγείρεται ἐκ του̃ δείπνου καὶ τίθησιν τὰ ἱμάτια καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν
εἰ̃τα βάλλει ὕδωρ εἰς τòν νιπτη̃ρα καὶ ἤρξατο νίπτειν τοὺς πόδας τω̃ν μαθητω̃ν καὶ ἐκμάσσειν τω̨̃ λεντίω̨ ὡ̨̃ ἠ̃ν διεζωσμένος
ἔρχεται οὐ̃ν πρòς Σίμωνα Πέτρον λέγει αὐτω̨̃ κύριε σύ μου νίπτεις τοὺς πόδας
ἀπεκρίθη ’Ιησου̃ς καὶ εἰ̃πεν αὐτω̨̃ ὃ ἐγὼ ποιω̃ σὺ οὐκ οἰ̃δας ἄρτι γνώση̨ δὲ μετὰ ταυ̃τα
λέγει αὐτω̨̃ Πέτρος οὐ μὴ νίψη̨ς μου τοὺς πόδας εἰς τòν αἰω̃να ἀπεκρίθη ’Ιησου̃ς αὐτω̨̃ ἐὰν μὴ νίψω σε οὐκ ἔχεις μέρος μετ' ἐμου̃
λέγει αὐτω̨̃ Σίμων Πέτρος κύριε μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χει̃ρας καὶ τὴν κεφαλήν
10 λέγει αὐτω̨̃ ὁ ’Ιησου̃ς ὁ λελουμένος οὐκ ἔχει χρείαν εἰ μὴ τοὺς πόδας νίψασθαι ἀλλ' ἔστιν καθαρòς ὅλος καὶ ὑμει̃ς καθαροί ἐστε ἀλλ' οὐχὶ πάντες
11 ἤ̨δει γὰρ τòν παραδιδόντα αὐτόν διὰ του̃το εἰ̃πεν ὅτι οὐχὶ πάντες καθαροί ἐστε
12 ὅτε οὐ̃ν ἔνιψεν τοὺς πόδας αὐτω̃ν καὶ ἔλαβεν τὰ ἱμάτια αὐτου̃ καὶ ἀνέπεσεν πάλιν εἰ̃πεν αὐτοι̃ς γινώσκετε τί πεποίηκα ὑμι̃ν
13 ὑμει̃ς φωνει̃τέ με ὁ διδάσκαλος καὶ ὁ κύριος καὶ καλω̃ς λέγετε εἰμὶ γάρ
14 εἰ οὐ̃ν ἐγὼ ἔνιψα ὑμω̃ν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος καὶ ὑμει̃ς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας
15 ὑπόδειγμα γὰρ ἔδωκα ὑμι̃ν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμι̃ν καὶ ὑμει̃ς ποιη̃τε
16 ἀμὴν ἀμὴν λέγω ὑμι̃ν οὐκ ἔστιν δου̃λος μείζων του̃ κυρίου αὐτου̃ οὐδὲ ἀπόστολος μείζων του̃ πέμψαντος αὐτόν
17 εἰ ταυ̃τα οἴδατε μακάριοί ἐστε ἐὰν ποιη̃τε αὐτά
18 οὐ περὶ πάντων ὑμω̃ν λέγω ἐγὼ οἰ̃δα τίνας ἐξελεξάμην ἀλλ' ἵνα ἡ γραφὴ πληρωθη̨̃ ὁ τρώγων μου τòν ἄρτον ἐπη̃ρεν ἐπ' ἐμὲ τὴν πτέρναν αὐτου̃
19 ἀπ' ἄρτι λέγω ὑμι̃ν πρò του̃ γενέσθαι ἵνα πιστεύσητε ὅταν γένηται ὅτι ἐγώ εἰμι
20 ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ὁ λαμβάνων ἄν τινα πέμψω ἐμὲ λαμβάνει ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τòν πέμψαντά με
21 ταυ̃τα εἰπὼν ὁ ’Ιησου̃ς ἐταράχθη τω̨̃ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἰ̃πεν ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ὅτι εἱ̃ς ἐξ ὑμω̃ν παραδώσει με
22 ἔβλεπον εἰς ἀλλήλους οἱ μαθηταὶ ἀπορούμενοι περὶ τίνος λέγει
23 ἠ̃ν ἀνακείμενος εἱ̃ς ἐκ τω̃ν μαθητω̃ν αὐτου̃ ἐν τω̨̃ κόλπω̨ του̃ ’Ιησου̃ ὃν ἠγάπα ὁ ’Ιησου̃ς
24 νεύει οὐ̃ν τούτω̨ Σίμων Πέτρος πυθέσθαι τίς ἂν εἴη περὶ οὑ̃ λέγει
25 ἀναπεσὼν οὐ̃ν ἐκει̃νος οὕτως ἐπὶ τò στη̃θος του̃ ’Ιησου̃ λέγει αὐτω̨̃ κύριε τίς ἐστιν
26 ἀποκρίνεται ὁ ’Ιησου̃ς ἐκει̃νός ἐστιν ὡ̨̃ ἐγὼ βάψω τò ψωμίον καὶ δώσω αὐτω̨̃ βάψας οὐ̃ν τò ψωμίον λαμβάνει καὶ δίδωσιν ’Ιούδα̨ Σίμωνος ’Ισκαριώτου
27 καὶ μετὰ τò ψωμίον τότε εἰση̃λθεν εἰς ἐκει̃νον ὁ Σατανα̃ς λέγει οὐ̃ν αὐτω̨̃ ὁ ’Ιησου̃ς ὃ ποιει̃ς ποίησον τάχιον
28 του̃το δὲ οὐδεὶς ἔγνω τω̃ν ἀνακειμένων πρòς τί εἰ̃πεν αὐτω̨̃
29 τινὲς γὰρ ἐδόκουν ἐπεὶ τò γλωσσόκομον εἰ̃χεν ’Ιούδας ὅτι λέγει αὐτω̨̃ ὁ ’Ιησου̃ς ἀγόρασον ὡ̃ν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν ἢ τοι̃ς πτωχοι̃ς ἵνα τι δω̨̃
30 λαβὼν οὐ̃ν τò ψωμίον ἐκει̃νος ἐξη̃λθεν εὐθύς ἠ̃ν δὲ νύξ
31 ὅτε οὐ̃ν ἐξη̃λθεν λέγει ’Ιησου̃ς νυ̃ν ἐδοξάσθη ὁ υἱòς του̃ ἀνθρώπου καὶ ὁ θεòς ἐδοξάσθη ἐν αὐτω̨̃
32 εἰ ὁ θεòς ἐδοξάσθη ἐν αὐτω̨̃ καὶ ὁ θεòς δοξάσει αὐτòν ἐν αὐτω̨̃ καὶ εὐθὺς δοξάσει αὐτόν
33 τεκνία ἔτι μικρòν μεθ' ὑμω̃ν εἰμι ζητήσετέ με καὶ καθὼς εἰ̃πον τοι̃ς ’Ιουδαίοις ὅτι ὅπου ἐγὼ ὑπάγω ὑμει̃ς οὐ δύνασθε ἐλθει̃ν καὶ ὑμι̃ν λέγω ἄρτι
34 ἐντολὴν καινὴν δίδωμι ὑμι̃ν ἵνα ἀγαπα̃τε ἀλλήλους καθὼς ἠγάπησα ὑμα̃ς ἵνα καὶ ὑμει̃ς ἀγαπα̃τε ἀλλήλους
35 ἐν τούτω̨ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις
36 λέγει αὐτω̨̃ Σίμων Πέτρος κύριε που̃ ὑπάγεις ἀπεκρίθη αὐτω̨̃ ’Ιησου̃ς ὅπου ὑπάγω οὐ δύνασαί μοι νυ̃ν ἀκολουθη̃σαι ἀκολουθήσεις δὲ ὕστερον
37 λέγει αὐτω̨̃ ὁ Πέτρος κύριε διὰ τί οὐ δύναμαί σοι ἀκολουθη̃σαι ἄρτι τὴν ψυχήν μου ὑπὲρ σου̃ θήσω
38 ἀποκρίνεται ’Ιησου̃ς τὴν ψυχήν σου ὑπὲρ ἐμου̃ θήσεις ἀμὴν ἀμὴν λέγω σοι οὐ μὴ ἀλέκτωρ φωνήση̨ ἕως οὑ̃ ἀρνήση̨ με τρίς
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).