Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 13

1 πρò δὲ τη̃ς ἑορτη̃ς του̃ πάσχα εἰδὼς ὁ ’Ιησου̃ς ὅτι ἠ̃λθεν αὐτου̃ ἡ ὥρα ἵνα μεταβη̨̃ ἐκ του̃ κόσμου τούτου πρòς τòν πατέρα ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τω̨̃ κόσμω̨ εἰς τέλος ἠγάπησεν αὐτούς
2 καὶ δείπνου γινομένου του̃ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδοι̃ αὐτòν ’Ιούδας Σίμωνος ’Ισκαριώτου
3 εἰδὼς ὅτι πάντα ἔδωκεν αὐτω̨̃ ὁ πατὴρ εἰς τὰς χει̃ρας καὶ ὅτι ἀπò θεου̃ ἐξη̃λθεν καὶ πρòς τòν θεòν ὑπάγει
4 ἐγείρεται ἐκ του̃ δείπνου καὶ τίθησιν τὰ ἱμάτια καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν
5 εἰ̃τα βάλλει ὕδωρ εἰς τòν νιπτη̃ρα καὶ ἤρξατο νίπτειν τοὺς πόδας τω̃ν μαθητω̃ν καὶ ἐκμάσσειν τω̨̃ λεντίω̨ ὡ̨̃ ἠ̃ν διεζωσμένος
6 ἔρχεται οὐ̃ν πρòς Σίμωνα Πέτρον λέγει αὐτω̨̃ κύριε σύ μου νίπτεις τοὺς πόδας
7 ἀπεκρίθη ’Ιησου̃ς καὶ εἰ̃πεν αὐτω̨̃ ὃ ἐγὼ ποιω̃ σὺ οὐκ οἰ̃δας ἄρτι γνώση̨ δὲ μετὰ ταυ̃τα
8 λέγει αὐτω̨̃ Πέτρος οὐ μὴ νίψη̨ς μου τοὺς πόδας εἰς τòν αἰω̃να ἀπεκρίθη ’Ιησου̃ς αὐτω̨̃ ἐὰν μὴ νίψω σε οὐκ ἔχεις μέρος μετ' ἐμου̃
9 λέγει αὐτω̨̃ Σίμων Πέτρος κύριε μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χει̃ρας καὶ τὴν κεφαλήν
10 λέγει αὐτω̨̃ ὁ ’Ιησου̃ς ὁ λελουμένος οὐκ ἔχει χρείαν εἰ μὴ τοὺς πόδας νίψασθαι ἀλλ' ἔστιν καθαρòς ὅλος καὶ ὑμει̃ς καθαροί ἐστε ἀλλ' οὐχὶ πάντες
11 ἤ̨δει γὰρ τòν παραδιδόντα αὐτόν διὰ του̃το εἰ̃πεν ὅτι οὐχὶ πάντες καθαροί ἐστε
12 ὅτε οὐ̃ν ἔνιψεν τοὺς πόδας αὐτω̃ν καὶ ἔλαβεν τὰ ἱμάτια αὐτου̃ καὶ ἀνέπεσεν πάλιν εἰ̃πεν αὐτοι̃ς γινώσκετε τί πεποίηκα ὑμι̃ν
13 ὑμει̃ς φωνει̃τέ με ὁ διδάσκαλος καὶ ὁ κύριος καὶ καλω̃ς λέγετε εἰμὶ γάρ
14 εἰ οὐ̃ν ἐγὼ ἔνιψα ὑμω̃ν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος καὶ ὑμει̃ς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας
15 ὑπόδειγμα γὰρ ἔδωκα ὑμι̃ν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμι̃ν καὶ ὑμει̃ς ποιη̃τε
16 ἀμὴν ἀμὴν λέγω ὑμι̃ν οὐκ ἔστιν δου̃λος μείζων του̃ κυρίου αὐτου̃ οὐδὲ ἀπόστολος μείζων του̃ πέμψαντος αὐτόν
17 εἰ ταυ̃τα οἴδατε μακάριοί ἐστε ἐὰν ποιη̃τε αὐτά
18 οὐ περὶ πάντων ὑμω̃ν λέγω ἐγὼ οἰ̃δα τίνας ἐξελεξάμην ἀλλ' ἵνα ἡ γραφὴ πληρωθη̨̃ ὁ τρώγων μου τòν ἄρτον ἐπη̃ρεν ἐπ' ἐμὲ τὴν πτέρναν αὐτου̃
19 ἀπ' ἄρτι λέγω ὑμι̃ν πρò του̃ γενέσθαι ἵνα πιστεύσητε ὅταν γένηται ὅτι ἐγώ εἰμι
20 ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ὁ λαμβάνων ἄν τινα πέμψω ἐμὲ λαμβάνει ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τòν πέμψαντά με
21 ταυ̃τα εἰπὼν ὁ ’Ιησου̃ς ἐταράχθη τω̨̃ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἰ̃πεν ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ὅτι εἱ̃ς ἐξ ὑμω̃ν παραδώσει με
22 ἔβλεπον εἰς ἀλλήλους οἱ μαθηταὶ ἀπορούμενοι περὶ τίνος λέγει
23 ἠ̃ν ἀνακείμενος εἱ̃ς ἐκ τω̃ν μαθητω̃ν αὐτου̃ ἐν τω̨̃ κόλπω̨ του̃ ’Ιησου̃ ὃν ἠγάπα ὁ ’Ιησου̃ς
24 νεύει οὐ̃ν τούτω̨ Σίμων Πέτρος πυθέσθαι τίς ἂν εἴη περὶ οὑ̃ λέγει
25 ἀναπεσὼν οὐ̃ν ἐκει̃νος οὕτως ἐπὶ τò στη̃θος του̃ ’Ιησου̃ λέγει αὐτω̨̃ κύριε τίς ἐστιν
26 ἀποκρίνεται ὁ ’Ιησου̃ς ἐκει̃νός ἐστιν ὡ̨̃ ἐγὼ βάψω τò ψωμίον καὶ δώσω αὐτω̨̃ βάψας οὐ̃ν τò ψωμίον λαμβάνει καὶ δίδωσιν ’Ιούδα̨ Σίμωνος ’Ισκαριώτου
27 καὶ μετὰ τò ψωμίον τότε εἰση̃λθεν εἰς ἐκει̃νον ὁ Σατανα̃ς λέγει οὐ̃ν αὐτω̨̃ ὁ ’Ιησου̃ς ὃ ποιει̃ς ποίησον τάχιον
28 του̃το δὲ οὐδεὶς ἔγνω τω̃ν ἀνακειμένων πρòς τί εἰ̃πεν αὐτω̨̃
29 τινὲς γὰρ ἐδόκουν ἐπεὶ τò γλωσσόκομον εἰ̃χεν ’Ιούδας ὅτι λέγει αὐτω̨̃ ὁ ’Ιησου̃ς ἀγόρασον ὡ̃ν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν ἢ τοι̃ς πτωχοι̃ς ἵνα τι δω̨̃
30 λαβὼν οὐ̃ν τò ψωμίον ἐκει̃νος ἐξη̃λθεν εὐθύς ἠ̃ν δὲ νύξ
31 ὅτε οὐ̃ν ἐξη̃λθεν λέγει ’Ιησου̃ς νυ̃ν ἐδοξάσθη ὁ υἱòς του̃ ἀνθρώπου καὶ ὁ θεòς ἐδοξάσθη ἐν αὐτω̨̃
32 εἰ ὁ θεòς ἐδοξάσθη ἐν αὐτω̨̃ καὶ ὁ θεòς δοξάσει αὐτòν ἐν αὐτω̨̃ καὶ εὐθὺς δοξάσει αὐτόν
33 τεκνία ἔτι μικρòν μεθ' ὑμω̃ν εἰμι ζητήσετέ με καὶ καθὼς εἰ̃πον τοι̃ς ’Ιουδαίοις ὅτι ὅπου ἐγὼ ὑπάγω ὑμει̃ς οὐ δύνασθε ἐλθει̃ν καὶ ὑμι̃ν λέγω ἄρτι
34 ἐντολὴν καινὴν δίδωμι ὑμι̃ν ἵνα ἀγαπα̃τε ἀλλήλους καθὼς ἠγάπησα ὑμα̃ς ἵνα καὶ ὑμει̃ς ἀγαπα̃τε ἀλλήλους
35 ἐν τούτω̨ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις
36 λέγει αὐτω̨̃ Σίμων Πέτρος κύριε που̃ ὑπάγεις ἀπεκρίθη αὐτω̨̃ ’Ιησου̃ς ὅπου ὑπάγω οὐ δύνασαί μοι νυ̃ν ἀκολουθη̃σαι ἀκολουθήσεις δὲ ὕστερον
37 λέγει αὐτω̨̃ ὁ Πέτρος κύριε διὰ τί οὐ δύναμαί σοι ἀκολουθη̃σαι ἄρτι τὴν ψυχήν μου ὑπὲρ σου̃ θήσω
38 ἀποκρίνεται ’Ιησου̃ς τὴν ψυχήν σου ὑπὲρ ἐμου̃ θήσεις ἀμὴν ἀμὴν λέγω σοι οὐ μὴ ἀλέκτωρ φωνήση̨ ἕως οὑ̃ ἀρνήση̨ με τρίς

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 14

1 μὴ ταρασσέσθω ὑμω̃ν ἡ καρδία πιστεύετε εἰς τòν θεόν καὶ εἰς ἐμὲ πιστεύετε
2 ἐν τη̨̃ οἰκία̨ του̃ πατρός μου μοναὶ πολλαί εἰσιν εἰ δὲ μή εἰ̃πον ἂν ὑμι̃ν ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμι̃ν
3 καὶ ἐὰν πορευθω̃ καὶ ἑτοιμάσω τόπον ὑμι̃ν πάλιν ἔρχομαι καὶ παραλήμψομαι ὑμα̃ς πρòς ἐμαυτόν ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμει̃ς ἠ̃τε
4 καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε τὴν ὁδόν
5 λέγει αὐτω̨̃ Θωμα̃ς κύριε οὐκ οἴδαμεν που̃ ὑπάγεις πω̃ς δυνάμεθα τὴν ὁδòν εἰδέναι
6 λέγει αὐτω̨̃ ὁ ’Ιησου̃ς ἐγώ εἰμι ἡ ὁδòς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή οὐδεὶς ἔρχεται πρòς τòν πατέρα εἰ μὴ δι' ἐμου̃
7 εἰ ἐγνώκατέ με καὶ τòν πατέρα μου γνώσεσθε καὶ ἀπ' ἄρτι γινώσκετε αὐτòν καὶ ἑωράκατε αὐτόν
8 λέγει αὐτω̨̃ Φίλιππος κύριε δει̃ξον ἡμι̃ν τòν πατέρα καὶ ἀρκει̃ ἡμι̃ν
9 λέγει αὐτω̨̃ ὁ ’Ιησου̃ς τοσούτω̨ χρόνω̨ μεθ' ὑμω̃ν εἰμι καὶ οὐκ ἔγνωκάς με Φίλιππε ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τòν πατέρα πω̃ς σὺ λέγεις δει̃ξον ἡμι̃ν τòν πατέρα
10 οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τω̨̃ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν τὰ ῥήματα ἃ ἐγὼ λέγω ὑμι̃ν ἀπ' ἐμαυτου̃ οὐ λαλω̃ ὁ δὲ πατὴρ ἐν ἐμοὶ μένων ποιει̃ τὰ ἔργα αὐτου̃
11 πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τω̨̃ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί εἰ δὲ μή διὰ τὰ ἔργα αὐτὰ πιστεύετε
12 ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιω̃ κἀκει̃νος ποιήσει καὶ μείζονα τούτων ποιήσει ὅτι ἐγὼ πρòς τòν πατέρα πορεύομαι
13 καὶ ὅ τι ἂν αἰτήσητε ἐν τω̨̃ ὀνόματί μου του̃το ποιήσω ἵνα δοξασθη̨̃ ὁ πατὴρ ἐν τω̨̃ υἱω̨̃
14 ἐάν τι αἰτήσητέ με ἐν τω̨̃ ὀνόματί μου ἐγὼ ποιήσω
15 ἐὰν ἀγαπα̃τέ με τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσετε
16 κἀγὼ ἐρωτήσω τòν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμι̃ν ἵνα μεθ' ὑμω̃ν εἰς τòν αἰω̃να ἠ̨̃
17 τò πνευ̃μα τη̃ς ἀληθείας ὃ ὁ κόσμος οὐ δύναται λαβει̃ν ὅτι οὐ θεωρει̃ αὐτò οὐδὲ γινώσκει ὑμει̃ς γινώσκετε αὐτό ὅτι παρ' ὑμι̃ν μένει καὶ ἐν ὑμι̃ν ἔσται
18 οὐκ ἀφήσω ὑμα̃ς ὀρφανούς ἔρχομαι πρòς ὑμα̃ς
19 ἔτι μικρòν καὶ ὁ κόσμος με οὐκέτι θεωρει̃ ὑμει̃ς δὲ θεωρει̃τέ με ὅτι ἐγὼ ζω̃ καὶ ὑμει̃ς ζήσετε
20 ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ γνώσεσθε ὑμει̃ς ὅτι ἐγὼ ἐν τω̨̃ πατρί μου καὶ ὑμει̃ς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμι̃ν
21 ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρω̃ν αὐτὰς ἐκει̃νός ἐστιν ὁ ἀγαπω̃ν με ὁ δὲ ἀγαπω̃ν με ἀγαπηθήσεται ὑπò του̃ πατρός μου κἀγὼ ἀγαπήσω αὐτòν καὶ ἐμφανίσω αὐτω̨̃ ἐμαυτόν
22 λέγει αὐτω̨̃ ’Ιούδας οὐχ ὁ ’Ισκαριώτης κύριε καὶ τί γέγονεν ὅτι ἡμι̃ν μέλλεις ἐμφανίζειν σεαυτòν καὶ οὐχὶ τω̨̃ κόσμω̨
23 ἀπεκρίθη ’Ιησου̃ς καὶ εἰ̃πεν αὐτω̨̃ ἐάν τις ἀγαπα̨̃ με τòν λόγον μου τηρήσει καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν καὶ πρòς αὐτòν ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτω̨̃ ποιησόμεθα
24 ὁ μὴ ἀγαπω̃ν με τοὺς λόγους μου οὐ τηρει̃ καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμòς ἀλλὰ του̃ πέμψαντός με πατρός
25 ταυ̃τα λελάληκα ὑμι̃ν παρ' ὑμι̃ν μένων
26 ὁ δὲ παράκλητος τò πνευ̃μα τò ἅγιον ὃ πέμψει ὁ πατὴρ ἐν τω̨̃ ὀνόματί μου ἐκει̃νος ὑμα̃ς διδάξει πάντα καὶ ὑπομνήσει ὑμα̃ς πάντα ἃ εἰ̃πον ὑμι̃ν ἐγώ
27 εἰρήνην ἀφίημι ὑμι̃ν εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμι̃ν οὐ καθὼς ὁ κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμι̃ν μὴ ταρασσέσθω ὑμω̃ν ἡ καρδία μηδὲ δειλιάτω
28 ἠκούσατε ὅτι ἐγὼ εἰ̃πον ὑμι̃ν ὑπάγω καὶ ἔρχομαι πρòς ὑμα̃ς εἰ ἠγαπα̃τέ με ἐχάρητε ἄν ὅτι πορεύομαι πρòς τòν πατέρα ὅτι ὁ πατὴρ μείζων μού ἐστιν
29 καὶ νυ̃ν εἴρηκα ὑμι̃ν πρὶν γενέσθαι ἵνα ὅταν γένηται πιστεύσητε
30 οὐκέτι πολλὰ λαλήσω μεθ' ὑμω̃ν ἔρχεται γὰρ ὁ του̃ κόσμου ἄρχων καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν
31 ἀλλ' ἵνα γνω̨̃ ὁ κόσμος ὅτι ἀγαπω̃ τòν πατέρα καὶ καθὼς ἐνετείλατο μοι ὁ πατήρ οὕτως ποιω̃ ἐγείρεσθε ἄγωμεν ἐντευ̃θεν

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 15

1 ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστιν
2 πα̃ν κλη̃μα ἐν ἐμοὶ μὴ φέρον καρπόν αἴρει αὐτό καὶ πα̃ν τò καρπòν φέρον καθαίρει αὐτò ἵνα καρπòν πλείονα φέρη̨
3 ἤδη ὑμει̃ς καθαροί ἐστε διὰ τòν λόγον ὃν λελάληκα ὑμι̃ν
4 μείνατε ἐν ἐμοί κἀγὼ ἐν ὑμι̃ν καθὼς τò κλη̃μα οὐ δύναται καρπòν φέρειν ἀφ' ἑαυτου̃ ἐὰν μὴ μένη̨ ἐν τη̨̃ ἀμπέλω̨ οὕτως οὐδὲ ὑμει̃ς ἐὰν μὴ ἐν ἐμοὶ μένητε
5 ἐγώ εἰμι ἡ ἄμπελος ὑμει̃ς τὰ κλήματα ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτω̨̃ οὑ̃τος φέρει καρπòν πολύν ὅτι χωρὶς ἐμου̃ οὐ δύνασθε ποιει̃ν οὐδέν
6 ἐὰν μή τις μένη̨ ἐν ἐμοί ἐβλήθη ἔξω ὡς τò κλη̃μα καὶ ἐξηράνθη καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τò πυ̃ρ βάλλουσιν καὶ καίεται
7 ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμι̃ν μείνη̨ ὃ ἐὰν θέλητε αἰτήσασθε καὶ γενήσεται ὑμι̃ν
8 ἐν τούτω̨ ἐδοξάσθη ὁ πατήρ μου ἵνα καρπòν πολὺν φέρητε καὶ γένησθε ἐμοὶ μαθηταί
9 καθὼς ἠγάπησέν με ὁ πατήρ κἀγὼ ὑμα̃ς ἠγάπησα μείνατε ἐν τη̨̃ ἀγάπη̨ τη̨̃ ἐμη̨̃
10 ἐὰν τὰς ἐντολάς μου τηρήσητε μενει̃τε ἐν τη̨̃ ἀγάπη̨ μου καθὼς ἐγὼ τὰς ἐντολὰς του̃ πατρός μου τετήρηκα καὶ μένω αὐτου̃ ἐν τη̨̃ ἀγάπη̨
11 ταυ̃τα λελάληκα ὑμι̃ν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμι̃ν ἠ̨̃ καὶ ἡ χαρὰ ὑμω̃ν πληρωθη̨̃
12 αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμή ἵνα ἀγαπα̃τε ἀλλήλους καθὼς ἠγάπησα ὑμα̃ς
13 μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει ἵνα τις τὴν ψυχὴν αὐτου̃ θη̨̃ ὑπὲρ τω̃ν φίλων αὐτου̃
14 ὑμει̃ς φίλοι μού ἐστε ἐὰν ποιη̃τε ἃ ἐγὼ ἐντέλλομαι ὑμι̃ν
15 οὐκέτι λέγω ὑμα̃ς δούλους ὅτι ὁ δου̃λος οὐκ οἰ̃δεν τί ποιει̃ αὐτου̃ ὁ κύριος ὑμα̃ς δὲ εἴρηκα φίλους ὅτι πάντα ἃ ἤκουσα παρὰ του̃ πατρός μου ἐγνώρισα ὑμι̃ν
16 οὐχ ὑμει̃ς με ἐξελέξασθε ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμα̃ς καὶ ἔθηκα ὑμα̃ς ἵνα ὑμει̃ς ὑπάγητε καὶ καρπòν φέρητε καὶ ὁ καρπòς ὑμω̃ν μένη̨ ἵνα ὅ τι ἂν αἰτήσητε τòν πατέρα ἐν τω̨̃ ὀνόματί μου δω̨̃ ὑμι̃ν
17 ταυ̃τα ἐντέλλομαι ὑμι̃ν ἵνα ἀγαπα̃τε ἀλλήλους
18 εἰ ὁ κόσμος ὑμα̃ς μισει̃ γινώσκετε ὅτι ἐμὲ πρω̃τον ὑμω̃ν μεμίσηκεν
19 εἰ ἐκ του̃ κόσμου ἠ̃τε ὁ κόσμος ἂν τò ἴδιον ἐφίλει ὅτι δὲ ἐκ του̃ κόσμου οὐκ ἐστέ ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμα̃ς ἐκ του̃ κόσμου διὰ του̃το μισει̃ ὑμα̃ς ὁ κόσμος
20 μνημονεύετε του̃ λόγου οὑ̃ ἐγὼ εἰ̃πον ὑμι̃ν οὐκ ἔστιν δου̃λος μείζων του̃ κυρίου αὐτου̃ εἰ ἐμὲ ἐδίωξαν καὶ ὑμα̃ς διώξουσιν εἰ τòν λόγον μου ἐτήρησαν καὶ τòν ὑμέτερον τηρήσουσιν
21 ἀλλὰ ταυ̃τα πάντα ποιήσουσιν εἰς ὑμα̃ς διὰ τò ὄνομά μου ὅτι οὐκ οἴδασιν τòν πέμψαντά με
22 εἰ μὴ ἠ̃λθον καὶ ἐλάλησα αὐτοι̃ς ἁμαρτίαν οὐκ εἴχοσαν νυ̃ν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τη̃ς ἁμαρτίας αὐτω̃ν
23 ὁ ἐμὲ μισω̃ν καὶ τòν πατέρα μου μισει̃
24 εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοι̃ς ἃ οὐδεὶς ἄλλος ἐποίησεν ἁμαρτίαν οὐκ εἴχοσαν νυ̃ν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τòν πατέρα μου
25 ἀλλ' ἵνα πληρωθη̨̃ ὁ λόγος ὁ ἐν τω̨̃ νόμω̨ αὐτω̃ν γεγραμμένος ὅτι ἐμίσησάν με δωρεάν
26 ὅταν ἔλθη̨ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμι̃ν παρὰ του̃ πατρός τò πνευ̃μα τη̃ς ἀληθείας ὃ παρὰ του̃ πατρòς ἐκπορεύεται ἐκει̃νος μαρτυρήσει περὶ ἐμου̃
27 καὶ ὑμει̃ς δὲ μαρτυρει̃τε ὅτι ἀπ' ἀρχη̃ς μετ' ἐμου̃ ἐστε

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 16

1 ταυ̃τα λελάληκα ὑμι̃ν ἵνα μὴ σκανδαλισθη̃τε
2 ἀποσυναγώγους ποιήσουσιν ὑμα̃ς ἀλλ' ἔρχεται ὥρα ἵνα πα̃ς ὁ ἀποκτείνας ὑμα̃ς δόξη̨ λατρείαν προσφέρειν τω̨̃ θεω̨̃
3 καὶ ταυ̃τα ποιήσουσιν ὅτι οὐκ ἔγνωσαν τòν πατέρα οὐδὲ ἐμέ
4 ἀλλὰ ταυ̃τα λελάληκα ὑμι̃ν ἵνα ὅταν ἔλθη̨ ἡ ὥρα αὐτω̃ν μνημονεύητε αὐτω̃ν ὅτι ἐγὼ εἰ̃πον ὑμι̃ν ταυ̃τα δὲ ὑμι̃ν ἐξ ἀρχη̃ς οὐκ εἰ̃πον ὅτι μεθ' ὑμω̃ν ἤμην
5 νυ̃ν δὲ ὑπάγω πρòς τòν πέμψαντά με καὶ οὐδεὶς ἐξ ὑμω̃ν ἐρωτα̨̃ με που̃ ὑπάγεις
6 ἀλλ' ὅτι ταυ̃τα λελάληκα ὑμι̃ν ἡ λύπη πεπλήρωκεν ὑμω̃ν τὴν καρδίαν
7 ἀλλ' ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμι̃ν συμφέρει ὑμι̃ν ἵνα ἐγὼ ἀπέλθω ἐὰν γὰρ μὴ ἀπέλθω ὁ παράκλητος οὐκ ἐλεύσεται πρòς ὑμα̃ς ἐὰν δὲ πορευθω̃ πέμψω αὐτòν πρòς ὑμα̃ς
8 καὶ ἐλθὼν ἐκει̃νος ἐλέγξει τòν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως
9 περὶ ἁμαρτίας μέν ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ
10 περὶ δικαιοσύνης δέ ὅτι πρòς τòν πατέρα ὑπάγω καὶ οὐκέτι θεωρει̃τέ με
11 περὶ δὲ κρίσεως ὅτι ὁ ἄρχων του̃ κόσμου τούτου κέκριται
12 ἔτι πολλὰ ἔχω ὑμι̃ν λέγειν ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι
13 ὅταν δὲ ἔλθη̨ ἐκει̃νος τò πνευ̃μα τη̃ς ἀληθείας ὁδηγήσει ὑμα̃ς ἐν τη̨̃ ἀληθεία̨ πάση̨ οὐ γὰρ λαλήσει ἀφ' ἑαυτου̃ ἀλλ' ὅσα ἀκούσει λαλήσει καὶ τὰ ἐρχόμενα ἀναγγελει̃ ὑμι̃ν
14 ἐκει̃νος ἐμὲ δοξάσει ὅτι ἐκ του̃ ἐμου̃ λήμψεται καὶ ἀναγγελει̃ ὑμι̃ν
15 πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν διὰ του̃το εἰ̃πον ὅτι ἐκ του̃ ἐμου̃ λαμβάνει καὶ ἀναγγελει̃ ὑμι̃ν
16 μικρòν καὶ οὐκέτι θεωρει̃τέ με καὶ πάλιν μικρòν καὶ ὄψεσθέ με
17 εἰ̃παν οὐ̃ν ἐκ τω̃ν μαθητω̃ν αὐτου̃ πρòς ἀλλήλους τί ἐστιν του̃το ὃ λέγει ἡμι̃ν μικρòν καὶ οὐ θεωρει̃τέ με καὶ πάλιν μικρòν καὶ ὄψεσθέ με καί ὅτι ὑπάγω πρòς τòν πατέρα
18 ἔλεγον οὐ̃ν τί ἐστιν του̃το ὃ λέγει τò μικρόν οὐκ οἴδαμεν τί λαλει̃
19 ἔγνω ὁ ’Ιησου̃ς ὅτι ἤθελον αὐτòν ἐρωτα̃ν καὶ εἰ̃πεν αὐτοι̃ς περὶ τούτου ζητει̃τε μετ' ἀλλήλων ὅτι εἰ̃πον μικρòν καὶ οὐ θεωρει̃τέ με καὶ πάλιν μικρòν καὶ ὄψεσθέ με
20 ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμει̃ς ὁ δὲ κόσμος χαρήσεται ὑμει̃ς λυπηθήσεσθε ἀλλ' ἡ λύπη ὑμω̃ν εἰς χαρὰν γενήσεται
21 ἡ γυνὴ ὅταν τίκτη̨ λύπην ἔχει ὅτι ἠ̃λθεν ἡ ὥρα αὐτη̃ς ὅταν δὲ γεννήση̨ τò παιδίον οὐκέτι μνημονεύει τη̃ς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τòν κόσμον
22 καὶ ὑμει̃ς οὐ̃ν νυ̃ν μὲν λύπην ἔχετε πάλιν δὲ ὄψομαι ὑμα̃ς καὶ χαρήσεται ὑμω̃ν ἡ καρδία καὶ τὴν χαρὰν ὑμω̃ν οὐδεὶς αἴρει ἀφ' ὑμω̃ν
23 καὶ ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ἄν τι αἰτήσητε τòν πατέρα ἐν τω̨̃ ὀνόματί μου δώσει ὑμι̃ν
24 ἕως ἄρτι οὐκ ἠ̨τήσατε οὐδὲν ἐν τω̨̃ ὀνόματί μου αἰτει̃τε καὶ λήμψεσθε ἵνα ἡ χαρὰ ὑμω̃ν ἠ̨̃ πεπληρωμένη
25 ταυ̃τα ἐν παροιμίαις λελάληκα ὑμι̃ν ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμι̃ν ἀλλὰ παρρησία̨ περὶ του̃ πατρòς ἀπαγγελω̃ ὑμι̃ν
26 ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ἐν τω̨̃ ὀνόματί μου αἰτήσεσθε καὶ οὐ λέγω ὑμι̃ν ὅτι ἐγὼ ἐρωτήσω τòν πατέρα περὶ ὑμω̃ν
27 αὐτòς γὰρ ὁ πατὴρ φιλει̃ ὑμα̃ς ὅτι ὑμει̃ς ἐμὲ πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ του̃ θεου̃ ἐξη̃λθον
28 ἐξη̃λθον παρὰ του̃ πατρòς καὶ ἐλήλυθα εἰς τòν κόσμον πάλιν ἀφίημι τòν κόσμον καὶ πορεύομαι πρòς τòν πατέρα
29 λέγουσιν οἱ μαθηταὶ αὐτου̃ ἴδε νυ̃ν ἐν παρρησία̨ λαλει̃ς καὶ παροιμίαν οὐδεμίαν λέγεις
30 νυ̃ν οἴδαμεν ὅτι οἰ̃δας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτα̨̃ ἐν τούτω̨ πιστεύομεν ὅτι ἀπò θεου̃ ἐξη̃λθες
31 ἀπεκρίθη αὐτοι̃ς ’Ιησου̃ς ἄρτι πιστεύετε
32 ἰδοὺ ἔρχεται ὥρα καὶ ἐλήλυθεν ἵνα σκορπισθη̃τε ἕκαστος εἰς τὰ ἴδια κἀμὲ μόνον ἀφη̃τε καὶ οὐκ εἰμὶ μόνος ὅτι ὁ πατὴρ μετ' ἐμου̃ ἐστιν
33 ταυ̃τα λελάληκα ὑμι̃ν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε ἐν τω̨̃ κόσμω̨ θλι̃ψιν ἔχετε ἀλλὰ θαρσει̃τε ἐγὼ νενίκηκα τòν κόσμον

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 17

1 ταυ̃τα ἐλάλησεν ’Ιησου̃ς καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτου̃ εἰς τòν οὐρανòν εἰ̃πεν πάτερ ἐλήλυθεν ἡ ὥρα δόξασόν σου τòν υἱόν ἵνα ὁ υἱòς δοξάση̨ σέ
2 καθὼς ἔδωκας αὐτω̨̃ ἐξουσίαν πάσης σαρκός ἵνα πα̃ν ὃ δέδωκας αὐτω̨̃ δώση̨ αὐτοι̃ς ζωὴν αἰώνιον
3 αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή ἵνα γινώσκωσιν σὲ τòν μόνον ἀληθινòν θεòν καὶ ὃν ἀπέστειλας ’Ιησου̃ν Χριστόν
4 ἐγώ σε ἐδόξασα ἐπὶ τη̃ς γη̃ς τò ἔργον τελειώσας ὃ δέδωκάς μοι ἵνα ποιήσω
5 καὶ νυ̃ν δόξασόν με σύ πάτερ παρὰ σεαυτω̨̃ τη̨̃ δόξη̨ ἡ̨̃ εἰ̃χον πρò του̃ τòν κόσμον εἰ̃ναι παρὰ σοί
6 ἐφανέρωσά σου τò ὄνομα τοι̃ς ἀνθρώποις οὓς ἔδωκάς μοι ἐκ του̃ κόσμου σοὶ ἠ̃σαν κἀμοὶ αὐτοὺς ἔδωκας καὶ τòν λόγον σου τετήρηκαν
7 νυ̃ν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σου̃ εἰσιν
8 ὅτι τὰ ῥήματα ἃ ἔδωκάς μοι δέδωκα αὐτοι̃ς καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθω̃ς ὅτι παρὰ σου̃ ἐξη̃λθον καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας
9 ἐγὼ περὶ αὐτω̃ν ἐρωτω̃ οὐ περὶ του̃ κόσμου ἐρωτω̃ ἀλλὰ περὶ ὡ̃ν δέδωκάς μοι ὅτι σοί εἰσιν
10 καὶ τὰ ἐμὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐμά καὶ δεδόξασμαι ἐν αὐτοι̃ς
11 καὶ οὐκέτι εἰμὶ ἐν τω̨̃ κόσμω̨ καὶ αὐτοὶ ἐν τω̨̃ κόσμω̨ εἰσίν κἀγὼ πρòς σὲ ἔρχομαι πάτερ ἅγιε τήρησον αὐτοὺς ἐν τω̨̃ ὀνόματί σου ὡ̨̃ δέδωκάς μοι ἵνα ὠ̃σιν ἓν καθὼς ἡμει̃ς
12 ὅτε ἤμην μετ' αὐτω̃ν ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τω̨̃ ὀνόματί σου ὡ̨̃ δέδωκάς μοι καὶ ἐφύλαξα καὶ οὐδεὶς ἐξ αὐτω̃ν ἀπώλετο εἰ μὴ ὁ υἱòς τη̃ς ἀπωλείας ἵνα ἡ γραφὴ πληρωθη̨̃
13 νυ̃ν δὲ πρòς σὲ ἔρχομαι καὶ ταυ̃τα λαλω̃ ἐν τω̨̃ κόσμω̨ ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν ἑαυτοι̃ς
14 ἐγὼ δέδωκα αὐτοι̃ς τòν λόγον σου καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς ὅτι οὐκ εἰσὶν ἐκ του̃ κόσμου καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ του̃ κόσμου
15 οὐκ ἐρωτω̃ ἵνα ἄρη̨ς αὐτοὺς ἐκ του̃ κόσμου ἀλλ' ἵνα τηρήση̨ς αὐτοὺς ἐκ του̃ πονηρου̃
16 ἐκ του̃ κόσμου οὐκ εἰσὶν καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ του̃ κόσμου
17 ἁγίασον αὐτοὺς ἐν τη̨̃ ἀληθεία̨ ὁ λόγος ὁ σòς ἀλήθειά ἐστιν
18 καθὼς ἐμὲ ἀπέστειλας εἰς τòν κόσμον κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τòν κόσμον
19 καὶ ὑπὲρ αὐτω̃ν ἐγὼ ἁγιάζω ἐμαυτόν ἵνα ὠ̃σιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθεία̨
20 οὐ περὶ τούτων δὲ ἐρωτω̃ μόνον ἀλλὰ καὶ περὶ τω̃ν πιστευόντων διὰ του̃ λόγου αὐτω̃ν εἰς ἐμέ
21 ἵνα πάντες ἓν ὠ̃σιν καθὼς σύ πάτερ ἐν ἐμοὶ κἀγὼ ἐν σοί ἵνα καὶ αὐτοὶ ἐν ἡμι̃ν ὠ̃σιν ἵνα ὁ κόσμος πιστεύη̨ ὅτι σύ με ἀπέστειλας
22 κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοι̃ς ἵνα ὠ̃σιν ἓν καθὼς ἡμει̃ς ἕν
23 ἐγὼ ἐν αὐτοι̃ς καὶ σὺ ἐν ἐμοί ἵνα ὠ̃σιν τετελειωμένοι εἰς ἕν ἵνα γινώσκη̨ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας
24 πάτερ ὃ δέδωκάς μοι θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκει̃νοι ὠ̃σιν μετ' ἐμου̃ ἵνα θεωρω̃σιν τὴν δόξαν τὴν ἐμὴν ἣν δέδωκάς μοι ὅτι ἠγάπησάς με πρò καταβολη̃ς κόσμου
25 πάτερ δίκαιε καὶ ὁ κόσμος σε οὐκ ἔγνω ἐγὼ δέ σε ἔγνων καὶ οὑ̃τοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας
26 καὶ ἐγνώρισα αὐτοι̃ς τò ὄνομά σου καὶ γνωρίσω ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοι̃ς ἠ̨̃ κἀγὼ ἐν αὐτοι̃ς

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 18

1 ταυ̃τα εἰπὼν ’Ιησου̃ς ἐξη̃λθεν σὺν τοι̃ς μαθηται̃ς αὐτου̃ πέραν του̃ χειμάρρου του̃ Κεδρὼν ὅπου ἠ̃ν κη̃πος εἰς ὃν εἰση̃λθεν αὐτòς καὶ οἱ μαθηταὶ αὐτου̃
2 ἤ̨δει δὲ καὶ ’Ιούδας ὁ παραδιδοὺς αὐτòν τòν τόπον ὅτι πολλάκις συνήχθη ’Ιησου̃ς ἐκει̃ μετὰ τω̃ν μαθητω̃ν αὐτου̃
3 ὁ οὐ̃ν ’Ιούδας λαβὼν τὴν σπει̃ραν καὶ ἐκ τω̃ν ἀρχιερέων καὶ ἐκ τω̃ν Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκει̃ μετὰ φανω̃ν καὶ λαμπάδων καὶ ὅπλων
4 ’Ιησου̃ς οὐ̃ν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ' αὐτòν ἐξη̃λθεν καὶ λέγει αὐτοι̃ς τίνα ζητει̃τε
5 ἀπεκρίθησαν αὐτω̨̃ ’Ιησου̃ν τòν Ναζωραι̃ον λέγει αὐτοι̃ς ἐγώ εἰμι εἱστήκει δὲ καὶ ’Ιούδας ὁ παραδιδοὺς αὐτòν μετ' αὐτω̃ν
6 ὡς οὐ̃ν εἰ̃πεν αὐτοι̃ς ἐγώ εἰμι ἀπη̃λθον εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί
7 πάλιν οὐ̃ν ἐπηρώτησεν αὐτούς τίνα ζητει̃τε οἱ δὲ εἰ̃παν ’Ιησου̃ν τòν Ναζωραι̃ον
8 ἀπεκρίθη ’Ιησου̃ς εἰ̃πον ὑμι̃ν ὅτι ἐγώ εἰμι εἰ οὐ̃ν ἐμὲ ζητει̃τε ἄφετε τούτους ὑπάγειν
9 ἵνα πληρωθη̨̃ ὁ λόγος ὃν εἰ̃πεν ὅτι οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτω̃ν οὐδένα
10 Σίμων οὐ̃ν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τòν του̃ ἀρχιερέως δου̃λον καὶ ἀπέκοψεν αὐτου̃ τò ὠτάριον τò δεξιόν ἠ̃ν δὲ ὄνομα τω̨̃ δούλω̨ μάλχος
11 εἰ̃πεν οὐ̃ν ὁ ’Ιησου̃ς τω̨̃ Πέτρω̨ βάλε τὴν μάχαιραν εἰς τὴν θήκην τò ποτήριον ὃ δέδωκέν μοι ὁ πατὴρ οὐ μὴ πίω αὐτό
12 ἡ οὐ̃ν σπει̃ρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τω̃ν ’Ιουδαίων συνέλαβον τòν ’Ιησου̃ν καὶ ἔδησαν αὐτòν
13 καὶ ἤγαγον πρòς ‘Άνναν πρω̃τον ἠ̃ν γὰρ πενθερòς του̃ Καϊάφα ὃς ἠ̃ν ἀρχιερεὺς του̃ ἐνιαυτου̃ ἐκείνου
14 ἠ̃ν δὲ Καϊάφας ὁ συμβουλεύσας τοι̃ς ’Ιουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀποθανει̃ν ὑπὲρ του̃ λαου̃
15 ἠκολούθει δὲ τω̨̃ ’Ιησου̃ Σίμων Πέτρος καὶ ἄλλος μαθητής ὁ δὲ μαθητὴς ἐκει̃νος ἠ̃ν γνωστòς τω̨̃ ἀρχιερει̃ καὶ συνειση̃λθεν τω̨̃ ’Ιησου̃ εἰς τὴν αὐλὴν του̃ ἀρχιερέως
16 ὁ δὲ Πέτρος εἱστήκει πρòς τη̨̃ θύρα̨ ἔξω ἐξη̃λθεν οὐ̃ν ὁ μαθητὴς ὁ ἄλλος ὁ γνωστòς του̃ ἀρχιερέως καὶ εἰ̃πεν τη̨̃ θυρωρω̨̃ καὶ εἰσήγαγεν τòν Πέτρον
17 λέγει οὐ̃ν τω̨̃ Πέτρω̨ ἡ παιδίσκη ἡ θυρωρός μὴ καὶ σὺ ἐκ τω̃ν μαθητω̃ν εἰ̃ του̃ ἀνθρώπου τούτου λέγει ἐκει̃νος οὐκ εἰμί
18 εἱστήκεισαν δὲ οἱ δου̃λοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες ὅτι ψυ̃χος ἠ̃ν καὶ ἐθερμαίνοντο ἠ̃ν δὲ καὶ ὁ Πέτρος μετ' αὐτω̃ν ἑστὼς καὶ θερμαινόμενος
19 ὁ οὐ̃ν ἀρχιερεὺς ἠρώτησεν τòν ’Ιησου̃ν περὶ τω̃ν μαθητω̃ν αὐτου̃ καὶ περὶ τη̃ς διδαχη̃ς αὐτου̃
20 ἀπεκρίθη αὐτω̨̃ ’Ιησου̃ς ἐγὼ παρρησία̨ λελάληκα τω̨̃ κόσμω̨ ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγη̨̃ καὶ ἐν τω̨̃ ἱερω̨̃ ὅπου πάντες οἱ ’Ιουδαι̃οι συνέρχονται καὶ ἐν κρυπτω̨̃ ἐλάλησα οὐδέν
21 τί με ἐρωτα̨̃ς ἐρώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοι̃ς ἴδε οὑ̃τοι οἴδασιν ἃ εἰ̃πον ἐγώ
22 ταυ̃τα δὲ αὐτου̃ εἰπόντος εἱ̃ς παρεστηκὼς τω̃ν ὑπηρετω̃ν ἔδωκεν ῥάπισμα τω̨̃ ’Ιησου̃ εἰπών οὕτως ἀποκρίνη̨ τω̨̃ ἀρχιερει̃
23 ἀπεκρίθη αὐτω̨̃ ’Ιησου̃ς εἰ κακω̃ς ἐλάλησα μαρτύρησον περὶ του̃ κακου̃ εἰ δὲ καλω̃ς τί με δέρεις
24 ἀπέστειλεν οὐ̃ν αὐτòν ὁ ‘Άννας δεδεμένον πρòς Καϊάφαν τòν ἀρχιερέα
25 ἠ̃ν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος εἰ̃πον οὐ̃ν αὐτω̨̃ μὴ καὶ σὺ ἐκ τω̃ν μαθητω̃ν αὐτου̃ εἰ̃ ἠρνήσατο ἐκει̃νος καὶ εἰ̃πεν οὐκ εἰμί
26 λέγει εἱ̃ς ἐκ τω̃ν δούλων του̃ ἀρχιερέως συγγενὴς ὢν οὑ̃ ἀπέκοψεν Πέτρος τò ὠτίον οὐκ ἐγώ σε εἰ̃δον ἐν τω̨̃ κήπω̨ μετ' αὐτου̃
27 πάλιν οὐ̃ν ἠρνήσατο Πέτρος καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν
28 ἄγουσιν οὐ̃ν τòν ’Ιησου̃ν ἀπò του̃ Καϊάφα εἰς τò πραιτώριον ἠ̃ν δὲ πρωΐ καὶ αὐτοὶ οὐκ εἰση̃λθον εἰς τò πραιτώριον ἵνα μὴ μιανθω̃σιν ἀλλὰ φάγωσιν τò πάσχα
29 ἐξη̃λθεν οὐ̃ν ὁ Πιλα̃τος ἔξω πρòς αὐτοὺς καὶ φησίν τίνα κατηγορίαν φέρετε κατὰ του̃ ἀνθρώπου τούτου
30 ἀπεκρίθησαν καὶ εἰ̃παν αὐτω̨̃ εἰ μὴ ἠ̃ν οὑ̃τος κακòν ποιω̃ν οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν
31 εἰ̃πεν οὐ̃ν αὐτοι̃ς ὁ Πιλα̃τος λάβετε αὐτòν ὑμει̃ς καὶ κατὰ τòν νόμον ὑμω̃ν κρίνατε αὐτόν εἰ̃πον αὐτω̨̃ οἱ ’Ιουδαι̃οι ἡμι̃ν οὐκ ἔξεστιν ἀποκτει̃ναι οὐδένα
32 ἵνα ὁ λόγος του̃ ’Ιησου̃ πληρωθη̨̃ ὃν εἰ̃πεν σημαίνων ποίω̨ θανάτω̨ ἤμελλεν ἀποθνή̨σκειν
33 εἰση̃λθεν οὐ̃ν πάλιν εἰς τò πραιτώριον ὁ Πιλα̃τος καὶ ἐφώνησεν τòν ’Ιησου̃ν καὶ εἰ̃πεν αὐτω̨̃ σὺ εἰ̃ ὁ βασιλεὺς τω̃ν ’Ιουδαίων
34 ἀπεκρίθη ’Ιησου̃ς ἀπò σεαυτου̃ σὺ του̃το λέγεις ἢ ἄλλοι εἰ̃πόν σοι περὶ ἐμου̃
35 ἀπεκρίθη ὁ Πιλα̃τος μήτι ἐγὼ ’Ιουδαι̃ός εἰμι τò ἔθνος τò σòν καὶ οἱ ἀρχιερει̃ς παρέδωκάν σε ἐμοί τί ἐποίησας
36 ἀπεκρίθη ’Ιησου̃ς ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ του̃ κόσμου τούτου εἰ ἐκ του̃ κόσμου τούτου ἠ̃ν ἡ βασιλεία ἡ ἐμή οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο ἄν ἵνα μὴ παραδοθω̃ τοι̃ς ’Ιουδαίοις νυ̃ν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντευ̃θεν
37 εἰ̃πεν οὐ̃ν αὐτω̨̃ ὁ Πιλα̃τος οὐκου̃ν βασιλεὺς εἰ̃ σύ ἀπεκρίθη ὁ ’Ιησου̃ς σὺ λέγεις ὅτι βασιλεύς εἰμι ἐγὼ εἰς του̃το γεγέννημαι καὶ εἰς του̃το ἐλήλυθα εἰς τòν κόσμον ἵνα μαρτυρήσω τη̨̃ ἀληθεία̨ πα̃ς ὁ ὢν ἐκ τη̃ς ἀληθείας ἀκούει μου τη̃ς φωνη̃ς
38 λέγει αὐτω̨̃ ὁ Πιλα̃τος τί ἐστιν ἀλήθεια καὶ του̃το εἰπὼν πάλιν ἐξη̃λθεν πρòς τοὺς ’Ιουδαίους καὶ λέγει αὐτοι̃ς ἐγὼ οὐδεμίαν εὑρίσκω ἐν αὐτω̨̃ αἰτίαν
39 ἔστιν δὲ συνήθεια ὑμι̃ν ἵνα ἕνα ἀπολύσω ὑμι̃ν ἐν τω̨̃ πάσχα βούλεσθε οὐ̃ν ἀπολύσω ὑμι̃ν τòν βασιλέα τω̃ν ’Ιουδαίων
40 ἐκραύγασαν οὐ̃ν πάλιν λέγοντες μὴ του̃τον ἀλλὰ τòν Βαραββα̃ν ἠ̃ν δὲ ὁ Βαραββα̃ς λη̨στής

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 19

1 τότε οὐ̃ν ἔλαβεν ὁ Πιλα̃τος τòν ’Ιησου̃ν καὶ ἐμαστίγωσεν
2 καὶ οἱ στρατιω̃ται πλέξαντες στέφανον ἐξ ἀκανθω̃ν ἐπέθηκαν αὐτου̃ τη̨̃ κεφαλη̨̃ καὶ ἱμάτιον πορφυρου̃ν περιέβαλον αὐτόν
3 καὶ ἤρχοντο πρòς αὐτòν καὶ ἔλεγον χαι̃ρε ὁ βασιλεὺς τω̃ν ’Ιουδαίων καὶ ἐδίδοσαν αὐτω̨̃ ῥαπίσματα
4 καὶ ἐξη̃λθεν πάλιν ἔξω ὁ Πιλα̃τος καὶ λέγει αὐτοι̃ς ἴδε ἄγω ὑμι̃ν αὐτòν ἔξω ἵνα γνω̃τε ὅτι οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτω̨̃
5 ἐξη̃λθεν οὐ̃ν ὁ ’Ιησου̃ς ἔξω φορω̃ν τòν ἀκάνθινον στέφανον καὶ τò πορφυρου̃ν ἱμάτιον καὶ λέγει αὐτοι̃ς ἰδοὺ ὁ ἄνθρωπος
6 ὅτε οὐ̃ν εἰ̃δον αὐτòν οἱ ἀρχιερει̃ς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγοντες σταύρωσον σταύρωσον λέγει αὐτοι̃ς ὁ Πιλα̃τος λάβετε αὐτòν ὑμει̃ς καὶ σταυρώσατε ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτω̨̃ αἰτίαν
7 ἀπεκρίθησαν αὐτω̨̃ οἱ ’Ιουδαι̃οι ἡμει̃ς νόμον ἔχομεν καὶ κατὰ τòν νόμον ὀφείλει ἀποθανει̃ν ὅτι υἱòν θεου̃ ἑαυτòν ἐποίησεν
8 ὅτε οὐ̃ν ἤκουσεν ὁ Πιλα̃τος του̃τον τòν λόγον μα̃λλον ἐφοβήθη
9 καὶ εἰση̃λθεν εἰς τò πραιτώριον πάλιν καὶ λέγει τω̨̃ ’Ιησου̃ πόθεν εἰ̃ σύ ὁ δὲ ’Ιησου̃ς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτω̨̃
10 λέγει οὐ̃ν αὐτω̨̃ ὁ Πιλα̃τος ἐμοὶ οὐ λαλει̃ς οὐκ οἰ̃δας ὅτι ἐξουσίαν ἔχω ἀπολυ̃σαί σε καὶ ἐξουσίαν ἔχω σταυρω̃σαί σε
11 ἀπεκρίθη αὐτω̨̃ ’Ιησου̃ς οὐκ εἰ̃χες ἐξουσίαν κατ' ἐμου̃ οὐδεμίαν εἰ μὴ ἠ̃ν δεδομένον σοι ἄνωθεν διὰ του̃το ὁ παραδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει
12 ἐκ τούτου ὁ Πιλα̃τος ἐζήτει ἀπολυ̃σαι αὐτόν οἱ δὲ ’Ιουδαι̃οι ἐκραύγασαν λέγοντες ἐὰν του̃τον ἀπολύση̨ς οὐκ εἰ̃ φίλος του̃ Καίσαρος πα̃ς ὁ βασιλέα ἑαυτòν ποιω̃ν ἀντιλέγει τω̨̃ Καίσαρι
13 ὁ οὐ̃ν Πιλα̃τος ἀκούσας τω̃ν λόγων τούτων ἤγαγεν ἔξω τòν ’Ιησου̃ν καὶ ἐκάθισεν ἐπὶ βήματος εἰς τόπον λεγόμενον λιθόστρωτον ‘Εβραϊστὶ δὲ Γαββαθα
14 ἠ̃ν δὲ παρασκευὴ του̃ πάσχα ὥρα ἠ̃ν ὡς ἕκτη καὶ λέγει τοι̃ς ’Ιουδαίοις ἴδε ὁ βασιλεὺς ὑμω̃ν
15 ἐκραύγασαν οὐ̃ν ἐκει̃νοι ἀ̃ρον ἀ̃ρον σταύρωσον αὐτόν λέγει αὐτοι̃ς ὁ Πιλα̃τος τòν βασιλέα ὑμω̃ν σταυρώσω ἀπεκρίθησαν οἱ ἀρχιερει̃ς οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα
16 τότε οὐ̃ν παρέδωκεν αὐτòν αὐτοι̃ς ἵνα σταυρωθη̨̃ παρέλαβον οὐ̃ν τòν ’Ιησου̃ν
17 καὶ βαστάζων ἑαυτω̨̃ τòν σταυρòν ἐξη̃λθεν εἰς τòν λεγόμενον κρανίου τόπον ὃ λέγεται ‘Εβραϊστὶ Γολγοθα
18 ὅπου αὐτòν ἐσταύρωσαν καὶ μετ' αὐτου̃ ἄλλους δύο ἐντευ̃θεν καὶ ἐντευ̃θεν μέσον δὲ τòν ’Ιησου̃ν
19 ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλα̃τος καὶ ἔθηκεν ἐπὶ του̃ σταυρου̃ ἠ̃ν δὲ γεγραμμένον ’Ιησου̃ς ὁ Ναζωραι̃ος ὁ βασιλεὺς τω̃ν ’Ιουδαίων
20 του̃τον οὐ̃ν τòν τίτλον πολλοὶ ἀνέγνωσαν τω̃ν ’Ιουδαίων ὅτι ἐγγὺς ἠ̃ν ὁ τόπος τη̃ς πόλεως ὅπου ἐσταυρώθη ὁ ’Ιησου̃ς καὶ ἠ̃ν γεγραμμένον ‘Εβραϊστί ‘Ρωμαϊστί ‘Ελληνιστί
21 ἔλεγον οὐ̃ν τω̨̃ Πιλάτω̨ οἱ ἀρχιερει̃ς τω̃ν ’Ιουδαίων μὴ γράφε ὁ βασιλεὺς τω̃ν ’Ιουδαίων ἀλλ' ὅτι ἐκει̃νος εἰ̃πεν βασιλεύς εἰμι τω̃ν ’Ιουδαίων
22 ἀπεκρίθη ὁ Πιλα̃τος ὃ γέγραφα γέγραφα
23 οἱ οὐ̃ν στρατιω̃ται ὅτε ἐσταύρωσαν τòν ’Ιησου̃ν ἔλαβον τὰ ἱμάτια αὐτου̃ καὶ ἐποίησαν τέσσαρα μέρη ἑκάστω̨ στρατιώτη̨ μέρος καὶ τòν χιτω̃να ἠ̃ν δὲ ὁ χιτὼν ἄραφος ἐκ τω̃ν ἄνωθεν ὑφαντòς δι' ὅλου
24 εἰ̃παν οὐ̃ν πρòς ἀλλήλους μὴ σχίσωμεν αὐτόν ἀλλὰ λάχωμεν περὶ αὐτου̃ τίνος ἔσται ἵνα ἡ γραφὴ πληρωθη̨̃ ἡ λέγουσα διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοι̃ς καὶ ἐπὶ τòν ἱματισμόν μου ἔβαλον κλη̃ρον οἱ μὲν οὐ̃ν στρατιω̃ται ταυ̃τα ἐποίησαν
25 εἱστήκεισαν δὲ παρὰ τω̨̃ σταυρω̨̃ του̃ ’Ιησου̃ ἡ μήτηρ αὐτου̃ καὶ ἡ ἀδελφὴ τη̃ς μητρòς αὐτου̃ Μαρία ἡ του̃ Κλωπα̃ καὶ Μαρία ἡ Μαγδαληνή
26 ’Ιησου̃ς οὐ̃ν ἰδὼν τὴν μητέρα καὶ τòν μαθητὴν παρεστω̃τα ὃν ἠγάπα λέγει τη̨̃ μητρί γύναι ἴδε ὁ υἱός σου
27 εἰ̃τα λέγει τω̨̃ μαθητη̨̃ ἴδε ἡ μήτηρ σου καὶ ἀπ' ἐκείνης τη̃ς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια
28 μετὰ του̃το εἰδὼς ὁ ’Ιησου̃ς ὅτι ἤδη πάντα τετέλεσται ἵνα τελειωθη̨̃ ἡ γραφή λέγει διψω̃
29 σκευ̃ος ἔκειτο ὄξους μεστόν σπόγγον οὐ̃ν μεστòν του̃ ὄξους ὑσσώπω̨ περιθέντες προσήνεγκαν αὐτου̃ τω̨̃ στόματι
30 ὅτε οὐ̃ν ἔλαβεν τò ὄξος ὁ ’Ιησου̃ς εἰ̃πεν τετέλεσται καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τò πνευ̃μα
31 οἱ οὐ̃ν ’Ιουδαι̃οι ἐπεὶ παρασκευὴ ἠ̃ν ἵνα μὴ μείνη̨ ἐπὶ του̃ σταυρου̃ τὰ σώματα ἐν τω̨̃ σαββάτω̨ ἠ̃ν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου του̃ σαββάτου ἠρώτησαν τòν Πιλα̃τον ἵνα κατεαγω̃σιν αὐτω̃ν τὰ σκέλη καὶ ἀρθω̃σιν
32 ἠ̃λθον οὐ̃ν οἱ στρατιω̃ται καὶ του̃ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ του̃ ἄλλου του̃ συσταυρωθέντος αὐτω̨̃
33 ἐπὶ δὲ τòν ’Ιησου̃ν ἐλθόντες ὡς εἰ̃δον ἤδη αὐτòν τεθνηκότα οὐ κατέαξαν αὐτου̃ τὰ σκέλη
34 ἀλλ' εἱ̃ς τω̃ν στρατιωτω̃ν λόγχη̨ αὐτου̃ τὴν πλευρὰν ἔνυξεν καὶ ἐξη̃λθεν εὐθὺς αἱ̃μα καὶ ὕδωρ
35 καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν καὶ ἀληθινὴ αὐτου̃ ἐστιν ἡ μαρτυρία καὶ ἐκει̃νος οἰ̃δεν ὅτι ἀληθη̃ λέγει ἵνα καὶ ὑμει̃ς πιστεύσητε
36 ἐγένετο γὰρ ταυ̃τα ἵνα ἡ γραφὴ πληρωθη̨̃ ὀστου̃ν οὐ συντριβήσεται αὐτου̃
37 καὶ πάλιν ἑτέρα γραφὴ λέγει ὄψονται εἰς ὃν ἐξεκέντησαν
38 μετὰ δὲ ταυ̃τα ἠρώτησεν τòν Πιλα̃τον ’Ιωσὴφ ὁ ἀπò ‘Αριμαθαίας ὢν μαθητὴς του̃ ’Ιησου̃ κεκρυμμένος δὲ διὰ τòν φόβον τω̃ν ’Ιουδαίων ἵνα ἄρη̨ τò σω̃μα του̃ ’Ιησου̃ καὶ ἐπέτρεψεν ὁ Πιλα̃τος ἠ̃λθεν οὐ̃ν καὶ ἠ̃ρεν τò σω̃μα αὐτου̃
39 ἠ̃λθεν δὲ καὶ Νικόδημος ὁ ἐλθὼν πρòς αὐτòν νυκτòς τò πρω̃τον φέρων μίγμα σμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν
40 ἔλαβον οὐ̃ν τò σω̃μα του̃ ’Ιησου̃ καὶ ἔδησαν αὐτò ὀθονίοις μετὰ τω̃ν ἀρωμάτων καθὼς ἔθος ἐστὶν τοι̃ς ’Ιουδαίοις ἐνταφιάζειν
41 ἠ̃ν δὲ ἐν τω̨̃ τόπω̨ ὅπου ἐσταυρώθη κη̃πος καὶ ἐν τω̨̃ κήπω̨ μνημει̃ον καινòν ἐν ὡ̨̃ οὐδέπω οὐδεὶς ἠ̃ν τεθειμένος
42 ἐκει̃ οὐ̃ν διὰ τὴν παρασκευὴν τω̃ν ’Ιουδαίων ὅτι ἐγγὺς ἠ̃ν τò μνημει̃ον ἔθηκαν τòν ’Ιησου̃ν

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 20

1 τη̨̃ δὲ μια̨̃ τω̃ν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωΐ σκοτίας ἔτι οὔσης εἰς τò μνημει̃ον καὶ βλέπει τòν λίθον ἠρμένον ἐκ του̃ μνημείου
2 τρέχει οὐ̃ν καὶ ἔρχεται πρòς Σίμωνα Πέτρον καὶ πρòς τòν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ ’Ιησου̃ς καὶ λέγει αὐτοι̃ς ἠ̃ραν τòν κύριον ἐκ του̃ μνημείου καὶ οὐκ οἴδαμεν που̃ ἔθηκαν αὐτόν
3 ἐξη̃λθεν οὐ̃ν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής καὶ ἤρχοντο εἰς τò μνημει̃ον
4 ἔτρεχον δὲ οἱ δύο ὁμου̃ καὶ ὁ ἄλλος μαθητὴς προέδραμεν τάχιον του̃ Πέτρου καὶ ἠ̃λθεν πρω̃τος εἰς τò μνημει̃ον
5 καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια οὐ μέντοι εἰση̃λθεν
6 ἔρχεται οὐ̃ν καὶ Σίμων Πέτρος ἀκολουθω̃ν αὐτω̨̃ καὶ εἰση̃λθεν εἰς τò μνημει̃ον καὶ θεωρει̃ τὰ ὀθόνια κείμενα
7 καὶ τò σουδάριον ὃ ἠ̃ν ἐπὶ τη̃ς κεφαλη̃ς αὐτου̃ οὐ μετὰ τω̃ν ὀθονίων κείμενον ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον
8 τότε οὐ̃ν εἰση̃λθεν καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρω̃τος εἰς τò μνημει̃ον καὶ εἰ̃δεν καὶ ἐπίστευσεν
9 οὐδέπω γὰρ ἤ̨δεισαν τὴν γραφὴν ὅτι δει̃ αὐτòν ἐκ νεκρω̃ν ἀναστη̃ναι
10 ἀπη̃λθον οὐ̃ν πάλιν πρòς αὐτοὺς οἱ μαθηταί
11 Μαρία δὲ εἱστήκει πρòς τω̨̃ μνημείω̨ ἔξω κλαίουσα ὡς οὐ̃ν ἔκλαιεν παρέκυψεν εἰς τò μνημει̃ον
12 καὶ θεωρει̃ δύο ἀγγέλους ἐν λευκοι̃ς καθεζομένους ἕνα πρòς τη̨̃ κεφαλη̨̃ καὶ ἕνα πρòς τοι̃ς ποσίν ὅπου ἔκειτο τò σω̃μα του̃ ’Ιησου̃
13 καὶ λέγουσιν αὐτη̨̃ ἐκει̃νοι γύναι τί κλαίεις λέγει αὐτοι̃ς ὅτι ἠ̃ραν τòν κύριόν μου καὶ οὐκ οἰ̃δα που̃ ἔθηκαν αὐτόν
14 ταυ̃τα εἰπου̃σα ἐστράφη εἰς τὰ ὀπίσω καὶ θεωρει̃ τòν ’Ιησου̃ν ἑστω̃τα καὶ οὐκ ἤ̨δει ὅτι ’Ιησου̃ς ἐστιν
15 λέγει αὐτη̨̃ ’Ιησου̃ς γύναι τί κλαίεις τίνα ζητει̃ς ἐκείνη δοκου̃σα ὅτι ὁ κηπουρός ἐστιν λέγει αὐτω̨̃ κύριε εἰ σὺ ἐβάστασας αὐτόν εἰπέ μοι που̃ ἔθηκας αὐτόν κἀγὼ αὐτòν ἀρω̃
16 λέγει αὐτη̨̃ ’Ιησου̃ς Μαριάμ στραφει̃σα ἐκείνη λέγει αὐτω̨̃ ‘Εβραϊστί ραββουνι ὃ λέγεται διδάσκαλε
17 λέγει αὐτη̨̃ ’Ιησου̃ς μή μου ἅπτου οὔπω γὰρ ἀναβέβηκα πρòς τòν πατέρα πορεύου δὲ πρòς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοι̃ς ἀναβαίνω πρòς τòν πατέρα μου καὶ πατέρα ὑμω̃ν καὶ θεόν μου καὶ θεòν ὑμω̃ν
18 ἔρχεται Μαριὰμ ἡ Μαγδαληνὴ ἀγγέλλουσα τοι̃ς μαθηται̃ς ὅτι ἑώρακα τòν κύριον καὶ ταυ̃τα εἰ̃πεν αὐτη̨̃
19 οὔσης οὐ̃ν ὀψίας τη̨̃ ἡμέρα̨ ἐκείνη̨ τη̨̃ μια̨̃ σαββάτων καὶ τω̃ν θυρω̃ν κεκλεισμένων ὅπου ἠ̃σαν οἱ μαθηταὶ διὰ τòν φόβον τω̃ν ’Ιουδαίων ἠ̃λθεν ὁ ’Ιησου̃ς καὶ ἔστη εἰς τò μέσον καὶ λέγει αὐτοι̃ς εἰρήνη ὑμι̃ν
20 καὶ του̃το εἰπὼν ἔδειξεν τὰς χει̃ρας καὶ τὴν πλευρὰν αὐτοι̃ς ἐχάρησαν οὐ̃ν οἱ μαθηταὶ ἰδόντες τòν κύριον
21 εἰ̃πεν οὐ̃ν αὐτοι̃ς ὁ ’Ιησου̃ς πάλιν εἰρήνη ὑμι̃ν καθὼς ἀπέσταλκέν με ὁ πατήρ κἀγὼ πέμπω ὑμα̃ς
22 καὶ του̃το εἰπὼν ἐνεφύσησεν καὶ λέγει αὐτοι̃ς λάβετε πνευ̃μα ἅγιον
23 ἄν τινων ἀφη̃τε τὰς ἁμαρτίας ἀφέωνται αὐτοι̃ς ἄν τινων κρατη̃τε κεκράτηνται
24 θωμα̃ς δὲ εἱ̃ς ἐκ τω̃ν δώδεκα ὁ λεγόμενος Δίδυμος οὐκ ἠ̃ν μετ' αὐτω̃ν ὅτε ἠ̃λθεν ’Ιησου̃ς
25 ἔλεγον οὐ̃ν αὐτω̨̃ οἱ ἄλλοι μαθηταί ἑωράκαμεν τòν κύριον ὁ δὲ εἰ̃πεν αὐτοι̃ς ἐὰν μὴ ἴδω ἐν ται̃ς χερσὶν αὐτου̃ τòν τύπον τω̃ν ἥλων καὶ βάλω τòν δάκτυλόν μου εἰς τòν τύπον τω̃ν ἥλων καὶ βάλω μου τὴν χει̃ρα εἰς τὴν πλευρὰν αὐτου̃ οὐ μὴ πιστεύσω
26 καὶ μεθ' ἡμέρας ὀκτὼ πάλιν ἠ̃σαν ἔσω οἱ μαθηταὶ αὐτου̃ καὶ Θωμα̃ς μετ' αὐτω̃ν ἔρχεται ὁ ’Ιησου̃ς τω̃ν θυρω̃ν κεκλεισμένων καὶ ἔστη εἰς τò μέσον καὶ εἰ̃πεν εἰρήνη ὑμι̃ν
27 εἰ̃τα λέγει τω̨̃ Θωμα̨̃ φέρε τòν δάκτυλόν σου ὡ̃δε καὶ ἴδε τὰς χει̃ράς μου καὶ φέρε τὴν χει̃ρά σου καὶ βάλε εἰς τὴν πλευράν μου καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός
28 ἀπεκρίθη Θωμα̃ς καὶ εἰ̃πεν αὐτω̨̃ ὁ κύριός μου καὶ ὁ θεός μου
29 λέγει αὐτω̨̃ ὁ ’Ιησου̃ς ὅτι ἑώρακάς με πεπίστευκας μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες
30 πολλὰ μὲν οὐ̃ν καὶ ἄλλα σημει̃α ἐποίησεν ὁ ’Ιησου̃ς ἐνώπιον τω̃ν μαθητω̃ν αὐτου̃ ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τω̨̃ βιβλίω̨ τούτω̨
31 ταυ̃τα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι ’Ιησου̃ς ἐστιν ὁ Χριστòς ὁ υἱòς του̃ θεου̃ καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τω̨̃ ὀνόματι αὐτου̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).