1 ταυ̃τα λελάληκα ὑμι̃ν ἵνα μὴ σκανδαλισθη̃τε |
2 ἀποσυναγώγους ποιήσουσιν ὑμα̃ς ἀλλ' ἔρχεται ὥρα ἵνα πα̃ς ὁ ἀποκτείνας ὑμα̃ς δόξη̨ λατρείαν προσφέρειν τω̨̃ θεω̨̃ |
3 καὶ ταυ̃τα ποιήσουσιν ὅτι οὐκ ἔγνωσαν τòν πατέρα οὐδὲ ἐμέ |
4 ἀλλὰ ταυ̃τα λελάληκα ὑμι̃ν ἵνα ὅταν ἔλθη̨ ἡ ὥρα αὐτω̃ν μνημονεύητε αὐτω̃ν ὅτι ἐγὼ εἰ̃πον ὑμι̃ν ταυ̃τα δὲ ὑμι̃ν ἐξ ἀρχη̃ς οὐκ εἰ̃πον ὅτι μεθ' ὑμω̃ν ἤμην |
5 νυ̃ν δὲ ὑπάγω πρòς τòν πέμψαντά με καὶ οὐδεὶς ἐξ ὑμω̃ν ἐρωτα̨̃ με που̃ ὑπάγεις |
6 ἀλλ' ὅτι ταυ̃τα λελάληκα ὑμι̃ν ἡ λύπη πεπλήρωκεν ὑμω̃ν τὴν καρδίαν |
7 ἀλλ' ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμι̃ν συμφέρει ὑμι̃ν ἵνα ἐγὼ ἀπέλθω ἐὰν γὰρ μὴ ἀπέλθω ὁ παράκλητος οὐκ ἐλεύσεται πρòς ὑμα̃ς ἐὰν δὲ πορευθω̃ πέμψω αὐτòν πρòς ὑμα̃ς |
8 καὶ ἐλθὼν ἐκει̃νος ἐλέγξει τòν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως |
9 περὶ ἁμαρτίας μέν ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ |
10 περὶ δικαιοσύνης δέ ὅτι πρòς τòν πατέρα ὑπάγω καὶ οὐκέτι θεωρει̃τέ με |
11 περὶ δὲ κρίσεως ὅτι ὁ ἄρχων του̃ κόσμου τούτου κέκριται |
12 ἔτι πολλὰ ἔχω ὑμι̃ν λέγειν ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι |
13 ὅταν δὲ ἔλθη̨ ἐκει̃νος τò πνευ̃μα τη̃ς ἀληθείας ὁδηγήσει ὑμα̃ς ἐν τη̨̃ ἀληθεία̨ πάση̨ οὐ γὰρ λαλήσει ἀφ' ἑαυτου̃ ἀλλ' ὅσα ἀκούσει λαλήσει καὶ τὰ ἐρχόμενα ἀναγγελει̃ ὑμι̃ν |
14 ἐκει̃νος ἐμὲ δοξάσει ὅτι ἐκ του̃ ἐμου̃ λήμψεται καὶ ἀναγγελει̃ ὑμι̃ν |
15 πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν διὰ του̃το εἰ̃πον ὅτι ἐκ του̃ ἐμου̃ λαμβάνει καὶ ἀναγγελει̃ ὑμι̃ν |
16 μικρòν καὶ οὐκέτι θεωρει̃τέ με καὶ πάλιν μικρòν καὶ ὄψεσθέ με |
17 εἰ̃παν οὐ̃ν ἐκ τω̃ν μαθητω̃ν αὐτου̃ πρòς ἀλλήλους τί ἐστιν του̃το ὃ λέγει ἡμι̃ν μικρòν καὶ οὐ θεωρει̃τέ με καὶ πάλιν μικρòν καὶ ὄψεσθέ με καί ὅτι ὑπάγω πρòς τòν πατέρα |
18 ἔλεγον οὐ̃ν τί ἐστιν του̃το ὃ λέγει τò μικρόν οὐκ οἴδαμεν τί λαλει̃ |
19 ἔγνω ὁ ’Ιησου̃ς ὅτι ἤθελον αὐτòν ἐρωτα̃ν καὶ εἰ̃πεν αὐτοι̃ς περὶ τούτου ζητει̃τε μετ' ἀλλήλων ὅτι εἰ̃πον μικρòν καὶ οὐ θεωρει̃τέ με καὶ πάλιν μικρòν καὶ ὄψεσθέ με |
20 ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμει̃ς ὁ δὲ κόσμος χαρήσεται ὑμει̃ς λυπηθήσεσθε ἀλλ' ἡ λύπη ὑμω̃ν εἰς χαρὰν γενήσεται |
21 ἡ γυνὴ ὅταν τίκτη̨ λύπην ἔχει ὅτι ἠ̃λθεν ἡ ὥρα αὐτη̃ς ὅταν δὲ γεννήση̨ τò παιδίον οὐκέτι μνημονεύει τη̃ς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τòν κόσμον |
22 καὶ ὑμει̃ς οὐ̃ν νυ̃ν μὲν λύπην ἔχετε πάλιν δὲ ὄψομαι ὑμα̃ς καὶ χαρήσεται ὑμω̃ν ἡ καρδία καὶ τὴν χαρὰν ὑμω̃ν οὐδεὶς αἴρει ἀφ' ὑμω̃ν |
23 καὶ ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ἄν τι αἰτήσητε τòν πατέρα ἐν τω̨̃ ὀνόματί μου δώσει ὑμι̃ν |
24 ἕως ἄρτι οὐκ ἠ̨τήσατε οὐδὲν ἐν τω̨̃ ὀνόματί μου αἰτει̃τε καὶ λήμψεσθε ἵνα ἡ χαρὰ ὑμω̃ν ἠ̨̃ πεπληρωμένη |
25 ταυ̃τα ἐν παροιμίαις λελάληκα ὑμι̃ν ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμι̃ν ἀλλὰ παρρησία̨ περὶ του̃ πατρòς ἀπαγγελω̃ ὑμι̃ν |
26 ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ἐν τω̨̃ ὀνόματί μου αἰτήσεσθε καὶ οὐ λέγω ὑμι̃ν ὅτι ἐγὼ ἐρωτήσω τòν πατέρα περὶ ὑμω̃ν |
27 αὐτòς γὰρ ὁ πατὴρ φιλει̃ ὑμα̃ς ὅτι ὑμει̃ς ἐμὲ πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ του̃ θεου̃ ἐξη̃λθον |
28 ἐξη̃λθον παρὰ του̃ πατρòς καὶ ἐλήλυθα εἰς τòν κόσμον πάλιν ἀφίημι τòν κόσμον καὶ πορεύομαι πρòς τòν πατέρα |
29 λέγουσιν οἱ μαθηταὶ αὐτου̃ ἴδε νυ̃ν ἐν παρρησία̨ λαλει̃ς καὶ παροιμίαν οὐδεμίαν λέγεις |
30 νυ̃ν οἴδαμεν ὅτι οἰ̃δας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτα̨̃ ἐν τούτω̨ πιστεύομεν ὅτι ἀπò θεου̃ ἐξη̃λθες |
31 ἀπεκρίθη αὐτοι̃ς ’Ιησου̃ς ἄρτι πιστεύετε |
32 ἰδοὺ ἔρχεται ὥρα καὶ ἐλήλυθεν ἵνα σκορπισθη̃τε ἕκαστος εἰς τὰ ἴδια κἀμὲ μόνον ἀφη̃τε καὶ οὐκ εἰμὶ μόνος ὅτι ὁ πατὴρ μετ' ἐμου̃ ἐστιν |
33 ταυ̃τα λελάληκα ὑμι̃ν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε ἐν τω̨̃ κόσμω̨ θλι̃ψιν ἔχετε ἀλλὰ θαρσει̃τε ἐγὼ νενίκηκα τòν κόσμον |