Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 20

τη̨̃ δὲ μια̨̃ τω̃ν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωΐ σκοτίας ἔτι οὔσης εἰς τò μνημει̃ον καὶ βλέπει τòν λίθον ἠρμένον ἐκ του̃ μνημείου
τρέχει οὐ̃ν καὶ ἔρχεται πρòς Σίμωνα Πέτρον καὶ πρòς τòν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ ’Ιησου̃ς καὶ λέγει αὐτοι̃ς ἠ̃ραν τòν κύριον ἐκ του̃ μνημείου καὶ οὐκ οἴδαμεν που̃ ἔθηκαν αὐτόν
ἐξη̃λθεν οὐ̃ν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής καὶ ἤρχοντο εἰς τò μνημει̃ον
ἔτρεχον δὲ οἱ δύο ὁμου̃ καὶ ὁ ἄλλος μαθητὴς προέδραμεν τάχιον του̃ Πέτρου καὶ ἠ̃λθεν πρω̃τος εἰς τò μνημει̃ον
καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια οὐ μέντοι εἰση̃λθεν
ἔρχεται οὐ̃ν καὶ Σίμων Πέτρος ἀκολουθω̃ν αὐτω̨̃ καὶ εἰση̃λθεν εἰς τò μνημει̃ον καὶ θεωρει̃ τὰ ὀθόνια κείμενα
καὶ τò σουδάριον ὃ ἠ̃ν ἐπὶ τη̃ς κεφαλη̃ς αὐτου̃ οὐ μετὰ τω̃ν ὀθονίων κείμενον ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον
τότε οὐ̃ν εἰση̃λθεν καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρω̃τος εἰς τò μνημει̃ον καὶ εἰ̃δεν καὶ ἐπίστευσεν
οὐδέπω γὰρ ἤ̨δεισαν τὴν γραφὴν ὅτι δει̃ αὐτòν ἐκ νεκρω̃ν ἀναστη̃ναι
10 ἀπη̃λθον οὐ̃ν πάλιν πρòς αὐτοὺς οἱ μαθηταί
11 Μαρία δὲ εἱστήκει πρòς τω̨̃ μνημείω̨ ἔξω κλαίουσα ὡς οὐ̃ν ἔκλαιεν παρέκυψεν εἰς τò μνημει̃ον
12 καὶ θεωρει̃ δύο ἀγγέλους ἐν λευκοι̃ς καθεζομένους ἕνα πρòς τη̨̃ κεφαλη̨̃ καὶ ἕνα πρòς τοι̃ς ποσίν ὅπου ἔκειτο τò σω̃μα του̃ ’Ιησου̃
13 καὶ λέγουσιν αὐτη̨̃ ἐκει̃νοι γύναι τί κλαίεις λέγει αὐτοι̃ς ὅτι ἠ̃ραν τòν κύριόν μου καὶ οὐκ οἰ̃δα που̃ ἔθηκαν αὐτόν
14 ταυ̃τα εἰπου̃σα ἐστράφη εἰς τὰ ὀπίσω καὶ θεωρει̃ τòν ’Ιησου̃ν ἑστω̃τα καὶ οὐκ ἤ̨δει ὅτι ’Ιησου̃ς ἐστιν
15 λέγει αὐτη̨̃ ’Ιησου̃ς γύναι τί κλαίεις τίνα ζητει̃ς ἐκείνη δοκου̃σα ὅτι ὁ κηπουρός ἐστιν λέγει αὐτω̨̃ κύριε εἰ σὺ ἐβάστασας αὐτόν εἰπέ μοι που̃ ἔθηκας αὐτόν κἀγὼ αὐτòν ἀρω̃
16 λέγει αὐτη̨̃ ’Ιησου̃ς Μαριάμ στραφει̃σα ἐκείνη λέγει αὐτω̨̃ ‘Εβραϊστί ραββουνι ὃ λέγεται διδάσκαλε
17 λέγει αὐτη̨̃ ’Ιησου̃ς μή μου ἅπτου οὔπω γὰρ ἀναβέβηκα πρòς τòν πατέρα πορεύου δὲ πρòς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοι̃ς ἀναβαίνω πρòς τòν πατέρα μου καὶ πατέρα ὑμω̃ν καὶ θεόν μου καὶ θεòν ὑμω̃ν
18 ἔρχεται Μαριὰμ ἡ Μαγδαληνὴ ἀγγέλλουσα τοι̃ς μαθηται̃ς ὅτι ἑώρακα τòν κύριον καὶ ταυ̃τα εἰ̃πεν αὐτη̨̃
19 οὔσης οὐ̃ν ὀψίας τη̨̃ ἡμέρα̨ ἐκείνη̨ τη̨̃ μια̨̃ σαββάτων καὶ τω̃ν θυρω̃ν κεκλεισμένων ὅπου ἠ̃σαν οἱ μαθηταὶ διὰ τòν φόβον τω̃ν ’Ιουδαίων ἠ̃λθεν ὁ ’Ιησου̃ς καὶ ἔστη εἰς τò μέσον καὶ λέγει αὐτοι̃ς εἰρήνη ὑμι̃ν
20 καὶ του̃το εἰπὼν ἔδειξεν τὰς χει̃ρας καὶ τὴν πλευρὰν αὐτοι̃ς ἐχάρησαν οὐ̃ν οἱ μαθηταὶ ἰδόντες τòν κύριον
21 εἰ̃πεν οὐ̃ν αὐτοι̃ς ὁ ’Ιησου̃ς πάλιν εἰρήνη ὑμι̃ν καθὼς ἀπέσταλκέν με ὁ πατήρ κἀγὼ πέμπω ὑμα̃ς
22 καὶ του̃το εἰπὼν ἐνεφύσησεν καὶ λέγει αὐτοι̃ς λάβετε πνευ̃μα ἅγιον
23 ἄν τινων ἀφη̃τε τὰς ἁμαρτίας ἀφέωνται αὐτοι̃ς ἄν τινων κρατη̃τε κεκράτηνται
24 θωμα̃ς δὲ εἱ̃ς ἐκ τω̃ν δώδεκα ὁ λεγόμενος Δίδυμος οὐκ ἠ̃ν μετ' αὐτω̃ν ὅτε ἠ̃λθεν ’Ιησου̃ς
25 ἔλεγον οὐ̃ν αὐτω̨̃ οἱ ἄλλοι μαθηταί ἑωράκαμεν τòν κύριον ὁ δὲ εἰ̃πεν αὐτοι̃ς ἐὰν μὴ ἴδω ἐν ται̃ς χερσὶν αὐτου̃ τòν τύπον τω̃ν ἥλων καὶ βάλω τòν δάκτυλόν μου εἰς τòν τύπον τω̃ν ἥλων καὶ βάλω μου τὴν χει̃ρα εἰς τὴν πλευρὰν αὐτου̃ οὐ μὴ πιστεύσω
26 καὶ μεθ' ἡμέρας ὀκτὼ πάλιν ἠ̃σαν ἔσω οἱ μαθηταὶ αὐτου̃ καὶ Θωμα̃ς μετ' αὐτω̃ν ἔρχεται ὁ ’Ιησου̃ς τω̃ν θυρω̃ν κεκλεισμένων καὶ ἔστη εἰς τò μέσον καὶ εἰ̃πεν εἰρήνη ὑμι̃ν
27 εἰ̃τα λέγει τω̨̃ Θωμα̨̃ φέρε τòν δάκτυλόν σου ὡ̃δε καὶ ἴδε τὰς χει̃ράς μου καὶ φέρε τὴν χει̃ρά σου καὶ βάλε εἰς τὴν πλευράν μου καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός
28 ἀπεκρίθη Θωμα̃ς καὶ εἰ̃πεν αὐτω̨̃ ὁ κύριός μου καὶ ὁ θεός μου
29 λέγει αὐτω̨̃ ὁ ’Ιησου̃ς ὅτι ἑώρακάς με πεπίστευκας μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες
30 πολλὰ μὲν οὐ̃ν καὶ ἄλλα σημει̃α ἐποίησεν ὁ ’Ιησου̃ς ἐνώπιον τω̃ν μαθητω̃ν αὐτου̃ ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τω̨̃ βιβλίω̨ τούτω̨
31 ταυ̃τα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι ’Ιησου̃ς ἐστιν ὁ Χριστòς ὁ υἱòς του̃ θεου̃ καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τω̨̃ ὀνόματι αὐτου̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).