1 ’Ιησου̃ς δὲ ἐπορεύθη εἰς τò ὄρος τω̃ν ἐλαιω̃ν |
2 ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τò ἱερόν καὶ πα̃ς ὁ λαòς ἤρχετο πρòς αὐτόν καὶ καθίσας ἐδίδασκεν αὐτούς |
3 ἄγουσιν δὲ οἱ γραμματει̃ς καὶ οἱ Φαρισαι̃οι γυναι̃κα ἐπὶ μοιχεία̨ κατειλημμένην καὶ στήσαντες αὐτὴν ἐν μέσω̨ |
4 λέγουσιν αὐτω̨̃ διδάσκαλε αὕτη ἡ γυνὴ κατείληπται ἐπ' αὐτοφώρω̨ μοιχευομένη |
5 ἐν δὲ τω̨̃ νόμω̨ ἡμι̃ν Μωϋση̃ς ἐνετείλατο τὰς τοιαύτας λιθάζειν σὺ οὐ̃ν τί λέγεις |
6 του̃το δὲ ἔλεγον πειράζοντες αὐτόν ἵνα ἔχωσιν κατηγορει̃ν αὐτου̃ ὁ δὲ ’Ιησου̃ς κάτω κύψας τω̨̃ δακτύλω̨ κατέγραφεν εἰς τὴν γη̃ν |
7 ὡς δὲ ἐπέμενον ἐρωτω̃ντες αὐτόν ἀνέκυψεν καὶ εἰ̃πεν αὐτοι̃ς ὁ ἀναμάρτητος ὑμω̃ν πρω̃τος ἐπ' αὐτὴν βαλέτω λίθον |
8 καὶ πάλιν κατακύψας ἔγραφεν εἰς τὴν γη̃ν |
9 οἱ δὲ ἀκούσαντες ἐξήρχοντο εἱ̃ς καθ' εἱ̃ς ἀρξάμενοι ἀπò τω̃ν πρεσβυτέρων καὶ κατελείφθη μόνος καὶ ἡ γυνὴ ἐν μέσω̨ οὐ̃σα |
10 ἀνακύψας δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτη̨̃ γύναι που̃ εἰσιν οὐδείς σε κατέκρινεν |
11 ἡ δὲ εἰ̃πεν οὐδείς κύριε εἰ̃πεν δὲ ὁ ’Ιησου̃ς οὐδὲ ἐγώ σε κατακρίνω πορεύου καὶ ἀπò του̃ νυ̃ν μηκέτι ἁμάρτανε |
12 πάλιν οὐ̃ν αὐτοι̃ς ἐλάλησεν ὁ ’Ιησου̃ς λέγων ἐγώ εἰμι τò φω̃ς του̃ κόσμου ὁ ἀκολουθω̃ν ἐμοὶ οὐ μὴ περιπατήση̨ ἐν τη̨̃ σκοτία̨ ἀλλ' ἕξει τò φω̃ς τη̃ς ζωη̃ς |
13 εἰ̃πον οὐ̃ν αὐτω̨̃ οἱ Φαρισαι̃οι σὺ περὶ σεαυτου̃ μαρτυρει̃ς ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής |
14 ἀπεκρίθη ’Ιησου̃ς καὶ εἰ̃πεν αὐτοι̃ς κἂν ἐγὼ μαρτυρω̃ περὶ ἐμαυτου̃ ἀληθής ἐστιν ἡ μαρτυρία μου ὅτι οἰ̃δα πόθεν ἠ̃λθον καὶ που̃ ὑπάγω ὑμει̃ς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ἢ που̃ ὑπάγω |
15 ὑμει̃ς κατὰ τὴν σάρκα κρίνετε ἐγὼ οὐ κρίνω οὐδένα |
16 καὶ ἐὰν κρίνω δὲ ἐγώ ἡ κρίσις ἡ ἐμὴ ἀληθινή ἐστιν ὅτι μόνος οὐκ εἰμί ἀλλ' ἐγὼ καὶ ὁ πέμψας με πατήρ |
17 καὶ ἐν τω̨̃ νόμω̨ δὲ τω̨̃ ὑμετέρω̨ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν |
18 ἐγώ εἰμι ὁ μαρτυρω̃ν περὶ ἐμαυτου̃ καὶ μαρτυρει̃ περὶ ἐμου̃ ὁ πέμψας με πατήρ |
19 ἔλεγον οὐ̃ν αὐτω̨̃ που̃ ἐστιν ὁ πατήρ σου ἀπεκρίθη ’Ιησου̃ς οὔτε ἐμὲ οἴδατε οὔτε τòν πατέρα μου εἰ ἐμὲ ἤ̨δειτε καὶ τòν πατέρα μου ἂν ἤ̨δειτε |
20 ταυ̃τα τὰ ῥήματα ἐλάλησεν ἐν τω̨̃ γαζοφυλακίω̨ διδάσκων ἐν τω̨̃ ἱερω̨̃ καὶ οὐδεὶς ἐπίασεν αὐτόν ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτου̃ |
21 εἰ̃πεν οὐ̃ν πάλιν αὐτοι̃ς ἐγὼ ὑπάγω καὶ ζητήσετέ με καὶ ἐν τη̨̃ ἁμαρτία̨ ὑμω̃ν ἀποθανει̃σθε ὅπου ἐγὼ ὑπάγω ὑμει̃ς οὐ δύνασθε ἐλθει̃ν |
22 ἔλεγον οὐ̃ν οἱ ’Ιουδαι̃οι μήτι ἀποκτενει̃ ἑαυτόν ὅτι λέγει ὅπου ἐγὼ ὑπάγω ὑμει̃ς οὐ δύνασθε ἐλθει̃ν |
23 καὶ ἔλεγεν αὐτοι̃ς ὑμει̃ς ἐκ τω̃ν κάτω ἐστέ ἐγὼ ἐκ τω̃ν ἄνω εἰμί ὑμει̃ς ἐκ τούτου του̃ κόσμου ἐστέ ἐγὼ οὐκ εἰμὶ ἐκ του̃ κόσμου τούτου |
24 εἰ̃πον οὐ̃ν ὑμι̃ν ὅτι ἀποθανει̃σθε ἐν ται̃ς ἁμαρτίαις ὑμω̃ν ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι ἀποθανει̃σθε ἐν ται̃ς ἁμαρτίαις ὑμω̃ν |
25 ἔλεγον οὐ̃ν αὐτω̨̃ σὺ τίς εἰ̃ εἰ̃πεν αὐτοι̃ς ὁ ’Ιησου̃ς τὴν ἀρχὴν ὅ τι καὶ λαλω̃ ὑμι̃ν |
26 πολλὰ ἔχω περὶ ὑμω̃ν λαλει̃ν καὶ κρίνειν ἀλλ' ὁ πέμψας με ἀληθής ἐστιν κἀγὼ ἃ ἤκουσα παρ' αὐτου̃ ταυ̃τα λαλω̃ εἰς τòν κόσμον |
27 οὐκ ἔγνωσαν ὅτι τòν πατέρα αὐτοι̃ς ἔλεγεν |
28 εἰ̃πεν οὐ̃ν αὐτοι̃ς ὁ ’Ιησου̃ς ὅταν ὑψώσητε τòν υἱòν του̃ ἀνθρώπου τότε γνώσεσθε ὅτι ἐγώ εἰμι καὶ ἀπ' ἐμαυτου̃ ποιω̃ οὐδέν ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ πατὴρ ταυ̃τα λαλω̃ |
29 καὶ ὁ πέμψας με μετ' ἐμου̃ ἐστιν οὐκ ἀφη̃κέν με μόνον ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτω̨̃ ποιω̃ πάντοτε |
30 ταυ̃τα αὐτου̃ λαλου̃ντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν |
31 ἔλεγεν οὐ̃ν ὁ ’Ιησου̃ς πρòς τοὺς πεπιστευκότας αὐτω̨̃ ’Ιουδαίους ἐὰν ὑμει̃ς μείνητε ἐν τω̨̃ λόγω̨ τω̨̃ ἐμω̨̃ ἀληθω̃ς μαθηταί μού ἐστε |
32 καὶ γνώσεσθε τὴν ἀλήθειαν καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμα̃ς |
33 ἀπεκρίθησαν πρòς αὐτόν σπέρμα ’Αβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε πω̃ς σὺ λέγεις ὅτι ἐλεύθεροι γενήσεσθε |
34 ἀπεκρίθη αὐτοι̃ς ὁ ’Ιησου̃ς ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ὅτι πα̃ς ὁ ποιω̃ν τὴν ἁμαρτίαν δου̃λός ἐστιν τη̃ς ἁμαρτίας |
35 ὁ δὲ δου̃λος οὐ μένει ἐν τη̨̃ οἰκία̨ εἰς τòν αἰω̃να ὁ υἱòς μένει εἰς τòν αἰω̃να |
36 ἐὰν οὐ̃ν ὁ υἱòς ὑμα̃ς ἐλευθερώση̨ ὄντως ἐλεύθεροι ἔσεσθε |
37 οἰ̃δα ὅτι σπέρμα ’Αβραάμ ἐστε ἀλλὰ ζητει̃τέ με ἀποκτει̃ναι ὅτι ὁ λόγος ὁ ἐμòς οὐ χωρει̃ ἐν ὑμι̃ν |
38 ἃ ἐγὼ ἑώρακα παρὰ τω̨̃ πατρὶ λαλω̃ καὶ ὑμει̃ς οὐ̃ν ἃ ἠκούσατε παρὰ του̃ πατρòς ποιει̃τε |
39 ἀπεκρίθησαν καὶ εἰ̃παν αὐτω̨̃ ὁ πατὴρ ἡμω̃ν ’Αβραάμ ἐστιν λέγει αὐτοι̃ς ὁ ’Ιησου̃ς εἰ τέκνα του̃ ’Αβραάμ ἐστε τὰ ἔργα του̃ ’Αβραὰμ ἐποιει̃τε |
40 νυ̃ν δὲ ζητει̃τέ με ἀποκτει̃ναι ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμι̃ν λελάληκα ἣν ἤκουσα παρὰ του̃ θεου̃ του̃το ’Αβραὰμ οὐκ ἐποίησεν |
41 ὑμει̃ς ποιει̃τε τὰ ἔργα του̃ πατρòς ὑμω̃ν εἰ̃παν οὐ̃ν αὐτω̨̃ ἡμει̃ς ἐκ πορνείας οὐ γεγεννήμεθα ἕνα πατέρα ἔχομεν τòν θεόν |
42 εἰ̃πεν αὐτοι̃ς ὁ ’Ιησου̃ς εἰ ὁ θεòς πατὴρ ὑμω̃ν ἠ̃ν ἠγαπα̃τε ἂν ἐμέ ἐγὼ γὰρ ἐκ του̃ θεου̃ ἐξη̃λθον καὶ ἥκω οὐδὲ γὰρ ἀπ' ἐμαυτου̃ ἐλήλυθα ἀλλ' ἐκει̃νός με ἀπέστειλεν |
43 διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε ὅτι οὐ δύνασθε ἀκούειν τòν λόγον τòν ἐμόν |
44 ὑμει̃ς ἐκ του̃ πατρòς του̃ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας του̃ πατρòς ὑμω̃ν θέλετε ποιει̃ν ἐκει̃νος ἀνθρωποκτόνος ἠ̃ν ἀπ' ἀρχη̃ς καὶ ἐν τη̨̃ ἀληθεία̨ οὐκ ἔστηκεν ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτω̨̃ ὅταν λαλη̨̃ τò ψευ̃δος ἐκ τω̃ν ἰδίων λαλει̃ ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτου̃ |
45 ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω οὐ πιστεύετέ μοι |
46 τίς ἐξ ὑμω̃ν ἐλέγχει με περὶ ἁμαρτίας εἰ ἀλήθειαν λέγω διὰ τί ὑμει̃ς οὐ πιστεύετέ μοι |
47 ὁ ὢν ἐκ του̃ θεου̃ τὰ ῥήματα του̃ θεου̃ ἀκούει διὰ του̃το ὑμει̃ς οὐκ ἀκούετε ὅτι ἐκ του̃ θεου̃ οὐκ ἐστέ |
48 ἀπεκρίθησαν οἱ ’Ιουδαι̃οι καὶ εἰ̃παν αὐτω̨̃ οὐ καλω̃ς λέγομεν ἡμει̃ς ὅτι Σαμαρίτης εἰ̃ σὺ καὶ δαιμόνιον ἔχεις |
49 ἀπεκρίθη ’Ιησου̃ς ἐγὼ δαιμόνιον οὐκ ἔχω ἀλλὰ τιμω̃ τòν πατέρα μου καὶ ὑμει̃ς ἀτιμάζετέ με |
50 ἐγὼ δὲ οὐ ζητω̃ τὴν δόξαν μου ἔστιν ὁ ζητω̃ν καὶ κρίνων |
51 ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ἐάν τις τòν ἐμòν λόγον τηρήση̨ θάνατον οὐ μὴ θεωρήση̨ εἰς τòν αἰω̃να |
52 εἰ̃πον οὐ̃ν αὐτω̨̃ οἱ ’Ιουδαι̃οι νυ̃ν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις ’Αβραὰμ ἀπέθανεν καὶ οἱ προφη̃ται καὶ σὺ λέγεις ἐάν τις τòν λόγον μου τηρήση̨ οὐ μὴ γεύσηται θανάτου εἰς τòν αἰω̃να |
53 μὴ σὺ μείζων εἰ̃ του̃ πατρòς ἡμω̃ν ’Αβραάμ ὅστις ἀπέθανεν καὶ οἱ προφη̃ται ἀπέθανον τίνα σεαυτòν ποιει̃ς |
54 ἀπεκρίθη ’Ιησου̃ς ἐὰν ἐγὼ δοξάσω ἐμαυτόν ἡ δόξα μου οὐδέν ἐστιν ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με ὃν ὑμει̃ς λέγετε ὅτι θεòς ἡμω̃ν ἐστιν |
55 καὶ οὐκ ἐγνώκατε αὐτόν ἐγὼ δὲ οἰ̃δα αὐτόν κἂν εἴπω ὅτι οὐκ οἰ̃δα αὐτόν ἔσομαι ὅμοιος ὑμι̃ν ψεύστης ἀλλὰ οἰ̃δα αὐτòν καὶ τòν λόγον αὐτου̃ τηρω̃ |
56 ’Αβραὰμ ὁ πατὴρ ὑμω̃ν ἠγαλλιάσατο ἵνα ἴδη̨ τὴν ἡμέραν τὴν ἐμήν καὶ εἰ̃δεν καὶ ἐχάρη |
57 εἰ̃πον οὐ̃ν οἱ ’Ιουδαι̃οι πρòς αὐτόν πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ ’Αβραὰμ ἑώρακας |
58 εἰ̃πεν αὐτοι̃ς ’Ιησου̃ς ἀμὴν ἀμὴν λέγω ὑμι̃ν πρὶν ’Αβραὰμ γενέσθαι ἐγὼ εἰμί |
59 ἠ̃ραν οὐ̃ν λίθους ἵνα βάλωσιν ἐπ' αὐτόν ’Ιησου̃ς δὲ ἐκρύβη καὶ ἐξη̃λθεν ἐκ του̃ ἱερου̃ |