IHSOUS NAUH,
κεφαλίς 1
1 καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Μωυση̃ εἰ̃πεν κύριος τω̨̃ 'Ιησοι̃ υἱω̨̃ Ναυη τω̨̃ ὑπουργω̨̃ Μωυση̃ λέγων |
2 Μωυση̃ς ὁ θεράπων μου τετελεύτηκεν νυ̃ν οὐ̃ν ἀναστὰς διάβηθι τὸν Ιορδάνην σὺ καὶ πα̃ς ὁ λαὸς οὑ̃τος εἰς τὴν γη̃ν ἣν ἐγὼ δίδωμι αὐτοι̃ς |
3 πα̃ς ὁ τόπος ἐφ' ὃν ἂν ἐπιβη̃τε τω̨̃ ἴχνει τω̃ν ποδω̃ν ὑμω̃ν ὑμι̃ν δώσω αὐτόν ὃν τρόπον εἴρηκα τω̨̃ Μωυση̨̃ |
4 τὴν ἔρημον καὶ τὸν 'Αντιλίβανον ἕως του̃ ποταμου̃ του̃ μεγάλου ποταμου̃ Εὐφράτου καὶ ἕως τη̃ς θαλάσσης τη̃ς ἐσχάτης ἀφ' ἡλίου δυσμω̃ν ἔσται τὰ ὅρια ὑμω̃ν |
5 οὐκ ἀντιστήσεται ἄνθρωπος κατενώπιον ὑμω̃ν πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς σου καὶ ὥσπερ ἤμην μετὰ Μωυση̃ οὕτως ἔσομαι καὶ μετὰ σου̃ καὶ οὐκ ἐγκαταλείψω σε οὐδὲ ὑπερόψομαί σε |
6 ἴσχυε καὶ ἀνδρίζου σὺ γὰρ ἀποδιαστελει̃ς τω̨̃ λαω̨̃ τούτω̨ τὴν γη̃ν ἣν ὤμοσα τοι̃ς πατράσιν ὑμω̃ν δου̃ναι αὐτοι̃ς |
7 ἴσχυε οὐ̃ν καὶ ἀνδρίζου φυλάσσεσθαι καὶ ποιει̃ν καθότι ἐνετείλατό σοι Μωυση̃ς ὁ παι̃ς μου καὶ οὐκ ἐκκλινει̃ς ἀπ' αὐτω̃ν εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερά ἵνα συνη̨̃ς ἐν πα̃σιν οἱ̃ς ἐὰν πράσση̨ς |
8 καὶ οὐκ ἀποστήσεται ἡ βίβλος του̃ νόμου τούτου ἐκ του̃ στόματός σου καὶ μελετήσεις ἐν αὐτω̨̃ ἡμέρας καὶ νυκτός ἵνα συνη̨̃ς ποιει̃ν πάντα τὰ γεγραμμένα τότε εὐοδωθήση̨ καὶ εὐοδώσεις τὰς ὁδούς σου καὶ τότε συνήσεις |
9 ἰδοὺ ἐντέταλμαί σοι ἴσχυε καὶ ἀνδρίζου μὴ δειλιάση̨ς μηδὲ φοβηθη̨̃ς ὅτι μετὰ σου̃ κύριος ὁ θεός σου εἰς πάντα οὑ̃ ἐὰν πορεύη̨ |
10 καὶ ἐνετείλατο 'Ιησου̃ς τοι̃ς γραμματευ̃σιν του̃ λαου̃ λέγων |
11 εἰσέλθατε κατὰ μέσον τη̃ς παρεμβολη̃ς του̃ λαου̃ καὶ ἐντείλασθε τω̨̃ λαω̨̃ λέγοντες ἑτοιμάζεσθε ἐπισιτισμόν ὅτι ἔτι τρει̃ς ἡμέραι καὶ ὑμει̃ς διαβαίνετε τὸν Ιορδάνην του̃τον εἰσελθόντες κατασχει̃ν τὴν γη̃ν ἣν κύριος ὁ θεὸς τω̃ν πατέρων ὑμω̃ν δίδωσιν ὑμι̃ν |
12 καὶ τω̨̃ Ρουβην καὶ τω̨̃ Γαδ καὶ τω̨̃ ἡμίσει φυλη̃ς Μανασση εἰ̃πεν 'Ιησου̃ς |
13 μνήσθητε τὸ ῥη̃μα κυρίου ὃ ἐνετείλατο ὑμι̃ν Μωυση̃ς ὁ παι̃ς κυρίου λέγων κύριος ὁ θεὸς ὑμω̃ν κατέπαυσεν ὑμα̃ς καὶ ἔδωκεν ὑμι̃ν τὴν γη̃ν ταύτην |
14 αἱ γυναι̃κες ὑμω̃ν καὶ τὰ παιδία ὑμω̃ν καὶ τὰ κτήνη ὑμω̃ν κατοικείτωσαν ἐν τη̨̃ γη̨̃ ἡ̨̃ ἔδωκεν ὑμι̃ν ὑμει̃ς δὲ διαβήσεσθε εὔζωνοι πρότεροι τω̃ν ἀδελφω̃ν ὑμω̃ν πα̃ς ὁ ἰσχύων καὶ συμμαχήσετε αὐτοι̃ς |
15 ἕως ἂν καταπαύση̨ κύριος ὁ θεὸς ὑμω̃ν τοὺς ἀδελφοὺς ὑμω̃ν ὥσπερ καὶ ὑμα̃ς καὶ κληρονομήσωσιν καὶ οὑ̃τοι τὴν γη̃ν ἣν κύριος ὁ θεὸς ἡμω̃ν δίδωσιν αὐτοι̃ς καὶ ἀπελεύσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτου̃ ἣν δέδωκεν ὑμι̃ν Μωυση̃ς εἰς τὸ πέραν του̃ Ιορδάνου ἀπ' ἀνατολω̃ν ἡλίου |
16 καὶ ἀποκριθέντες τω̨̃ 'Ιησοι̃ εἰ̃παν πάντα ὅσα ἂν ἐντείλη̨ ἡμι̃ν ποιήσομεν καὶ εἰς πάντα τόπον οὑ̃ ἐὰν ἀποστείλη̨ς ἡμα̃ς πορευσόμεθα |
17 κατὰ πάντα ὅσα ἠκούσαμεν Μωυση̃ ἀκουσόμεθα σου̃ πλὴν ἔστω κύριος ὁ θεὸς ἡμω̃ν μετὰ σου̃ ὃν τρόπον ἠ̃ν μετὰ Μωυση̃ |
18 ὁ δὲ ἄνθρωπος ὃς ἐὰν ἀπειθήση̨ σοι καὶ ὅστις μὴ ἀκούση̨ τω̃ν ῥημάτων σου καθότι ἂν αὐτω̨̃ ἐντείλη̨ ἀποθανέτω ἀλλὰ ἴσχυε καὶ ἀνδρίζου |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.