1 καὶ ἀπέστειλεν 'Ιησου̃ς υἱὸς Ναυη ἐκ Σαττιν δύο νεανίσκους κατασκοπευ̃σαι λέγων ἀνάβητε καὶ ἴδετε τὴν γη̃ν καὶ τὴν Ιεριχω καὶ πορευθέντες εἰσήλθοσαν οἱ δύο νεανίσκοι εἰς Ιεριχω καὶ εἰσήλθοσαν εἰς οἰκίαν γυναικὸς πόρνης ἡ̨̃ ὄνομα Ρααβ καὶ κατέλυσαν ἐκει̃ |
2 καὶ ἀπηγγέλη τω̨̃ βασιλει̃ Ιεριχω λέγοντες εἰσπεπόρευνται ὡ̃δε ἄνδρες τω̃ν υἱω̃ν Ισραηλ κατασκοπευ̃σαι τὴν γη̃ν |
3 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ιεριχω καὶ εἰ̃πεν πρὸς Ρααβ λέγων ἐξάγαγε τοὺς ἄνδρας τοὺς εἰσπεπορευμένους εἰς τὴν οἰκίαν σου τὴν νύκτα κατασκοπευ̃σαι γὰρ τὴν γη̃ν ἥκασιν |
4 καὶ λαβου̃σα ἡ γυνὴ τοὺς ἄνδρας ἔκρυψεν αὐτοὺς καὶ εἰ̃πεν αὐτοι̃ς λέγουσα εἰσεληλύθασιν πρός με οἱ ἄνδρες |
5 ὡς δὲ ἡ πύλη ἐκλείετο ἐν τω̨̃ σκότει καὶ οἱ ἄνδρες ἐξη̃λθον οὐκ ἐπίσταμαι που̃ πεπόρευνται καταδιώξατε ὀπίσω αὐτω̃ν εἰ καταλήμψεσθε αὐτούς |
6 αὐτὴ δὲ ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὸ δω̃μα καὶ ἔκρυψεν αὐτοὺς ἐν τη̨̃ λινοκαλάμη̨ τη̨̃ ἐστοιβασμένη̨ αὐτη̨̃ ἐπὶ του̃ δώματος |
7 καὶ οἱ ἄνδρες κατεδίωξαν ὀπίσω αὐτω̃ν ὁδὸν τὴν ἐπὶ του̃ Ιορδάνου ἐπὶ τὰς διαβάσεις καὶ ἡ πύλη ἐκλείσθη καὶ ἐγένετο ὡς ἐξήλθοσαν οἱ διώκοντες ὀπίσω αὐτω̃ν |
8 καὶ αὐτοὶ δὲ πρὶν ἢ κοιμηθη̃ναι αὐτούς καὶ αὐτὴ ἀνέβη ἐπὶ τὸ δω̃μα πρὸς αὐτοὺς |
9 καὶ εἰ̃πεν πρὸς αὐτούς ἐπίσταμαι ὅτι δέδωκεν ὑμι̃ν κύριος τὴν γη̃ν ἐπιπέπτωκεν γὰρ ὁ φόβος ὑμω̃ν ἐφ' ἡμα̃ς |
10 ἀκηκόαμεν γὰρ ὅτι κατεξήρανεν κύριος ὁ θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἀπὸ προσώπου ὑμω̃ν ὅτε ἐξεπορεύεσθε ἐκ γη̃ς Αἰγύπτου καὶ ὅσα ἐποίησεν τοι̃ς δυσὶ βασιλευ̃σιν τω̃ν Αμορραίων οἳ ἠ̃σαν πέραν του̃ Ιορδάνου τω̨̃ Σηων καὶ Ωγ οὓς ἐξωλεθρεύσατε αὐτούς |
11 καὶ ἀκούσαντες ἡμει̃ς ἐξέστημεν τη̨̃ καρδία̨ ἡμω̃ν καὶ οὐκ ἔστη ἔτι πνευ̃μα ἐν οὐδενὶ ἡμω̃ν ἀπὸ προσώπου ὑμω̃ν ὅτι κύριος ὁ θεὸς ὑμω̃ν θεὸς ἐν οὐρανω̨̃ ἄνω καὶ ἐπὶ τη̃ς γη̃ς κάτω |
12 καὶ νυ̃ν ὀμόσατέ μοι κύριον τὸν θεόν ὅτι ποιω̃ ὑμι̃ν ἔλεος καὶ ποιήσετε καὶ ὑμει̃ς ἔλεος ἐν τω̨̃ οἴκω̨ του̃ πατρός μου |
13 καὶ ζωγρήσετε τὸν οἰ̃κον του̃ πατρός μου καὶ τὴν μητέρα μου καὶ τοὺς ἀδελφούς μου καὶ πάντα τὸν οἰ̃κόν μου καὶ πάντα ὅσα ἐστὶν αὐτοι̃ς καὶ ἐξελει̃σθε τὴν ψυχήν μου ἐκ θανάτου |
14 καὶ εἰ̃παν αὐτη̨̃ οἱ ἄνδρες ἡ ψυχὴ ἡμω̃ν ἀνθ' ὑμω̃ν εἰς θάνατον καὶ αὐτὴ εἰ̃πεν ὡς ἂν παραδω̨̃ κύριος ὑμι̃ν τὴν πόλιν ποιήσετε εἰς ἐμὲ ἔλεος καὶ ἀλήθειαν |
15 καὶ κατεχάλασεν αὐτοὺς διὰ τη̃ς θυρίδος |
16 καὶ εἰ̃πεν αὐτοι̃ς εἰς τὴν ὀρεινὴν ἀπέλθετε μὴ συναντήσωσιν ὑμι̃ν οἱ καταδιώκοντες καὶ κρυβήσεσθε ἐκει̃ τρει̃ς ἡμέρας ἕως ἂν ἀποστρέψωσιν οἱ καταδιώκοντες ὀπίσω ὑμω̃ν καὶ μετὰ ταυ̃τα ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμω̃ν |
17 καὶ εἰ̃παν οἱ ἄνδρες πρὸς αὐτήν ἀθω̨̃οί ἐσμεν τω̨̃ ὅρκω̨ σου τούτω̨ |
18 ἰδοὺ ἡμει̃ς εἰσπορευόμεθα εἰς μέρος τη̃ς πόλεως καὶ θήσεις τὸ σημει̃ον τὸ σπαρτίον τὸ κόκκινον του̃το ἐκδήσεις εἰς τὴν θυρίδα δι' ἡ̃ς κατεβίβασας ἡμα̃ς δι' αὐτη̃ς τὸν δὲ πατέρα σου καὶ τὴν μητέρα σου καὶ τοὺς ἀδελφούς σου καὶ πάντα τὸν οἰ̃κον του̃ πατρός σου συνάξεις πρὸς σεαυτὴν εἰς τὴν οἰκίαν σου |
19 καὶ ἔσται πα̃ς ὃς ἂν ἐξέλθη̨ τὴν θύραν τη̃ς οἰκίας σου ἔξω ἔνοχος ἑαυτω̨̃ ἔσται ἡμει̃ς δὲ ἀθω̨̃οι τω̨̃ ὅρκω̨ σου τούτω̨ καὶ ὅσοι ἐὰν γένωνται μετὰ σου̃ ἐν τη̨̃ οἰκία̨ σου ἡμει̃ς ἔνοχοι ἐσόμεθα |
20 ἐὰν δέ τις ἡμα̃ς ἀδικήση̨ ἢ καὶ ἀποκαλύψη̨ τοὺς λόγους ἡμω̃ν τούτους ἐσόμεθα ἀθω̨̃οι τω̨̃ ὅρκω̨ σου τούτω̨ |
21 καὶ εἰ̃πεν αὐτοι̃ς κατὰ τὸ ῥη̃μα ὑμω̃ν οὕτως ἔστω καὶ ἐξαπέστειλεν αὐτούς |
22 καὶ ἐπορεύθησαν καὶ ἤλθοσαν εἰς τὴν ὀρεινὴν καὶ κατέμειναν ἐκει̃ τρει̃ς ἡμέρας καὶ ἐξεζήτησαν οἱ καταδιώκοντες πάσας τὰς ὁδοὺς καὶ οὐχ εὕροσαν |
23 καὶ ὑπέστρεψαν οἱ δύο νεανίσκοι καὶ κατέβησαν ἐκ του̃ ὄρους καὶ διέβησαν πρὸς 'Ιησου̃ν υἱὸν Ναυη καὶ διηγήσαντο αὐτω̨̃ πάντα τὰ συμβεβηκότα αὐτοι̃ς |
24 καὶ εἰ̃παν πρὸς 'Ιησου̃ν ὅτι παρέδωκεν κύριος πα̃σαν τὴν γη̃ν ἐν χειρὶ ἡμω̃ν καὶ κατέπτηκεν πα̃ς ὁ κατοικω̃ν τὴν γη̃ν ἐκείνην ἀφ' ἡμω̃ν |