IHSOUS NAUH,
κεφαλίς 4,
στἰχοι 8-14
8 καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ισραηλ καθότι ἐνετείλατο κύριος τω̨̃ 'Ιησοι̃ καὶ λαβόντες δώδεκα λίθους ἐκ μέσου του̃ Ιορδάνου καθάπερ συνέταξεν κύριος τω̨̃ 'Ιησοι̃ ἐν τη̨̃ συντελεία̨ τη̃ς διαβάσεως τω̃ν υἱω̃ν Ισραηλ καὶ διεκόμισαν ἅμα ἑαυτοι̃ς εἰς τὴν παρεμβολὴν καὶ ἀπέθηκαν ἐκει̃ |
9 ἔστησεν δὲ 'Ιησου̃ς καὶ ἄλλους δώδεκα λίθους ἐν αὐτω̨̃ τω̨̃ Ιορδάνη̨ ἐν τω̨̃ γενομένω̨ τόπω̨ ὑπὸ τοὺς πόδας τω̃ν ἱερέων τω̃ν αἰρόντων τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου καί εἰσιν ἐκει̃ ἕως τη̃ς σήμερον ἡμέρας |
10 εἱστήκεισαν δὲ οἱ ἱερει̃ς οἱ αἴροντες τὴν κιβωτὸν τη̃ς διαθήκης ἐν τω̨̃ Ιορδάνη̨ ἕως οὑ̃ συνετέλεσεν 'Ιησου̃ς πάντα ἃ ἐνετείλατο κύριος ἀναγγει̃λαι τω̨̃ λαω̨̃ καὶ ἔσπευσεν ὁ λαὸς καὶ διέβησαν |
11 καὶ ἐγένετο ὡς συνετέλεσεν πα̃ς ὁ λαὸς διαβη̃ναι καὶ διέβη ἡ κιβωτὸς τη̃ς διαθήκης κυρίου καὶ οἱ λίθοι ἔμπροσθεν αὐτω̃ν |
12 καὶ διέβησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ οἱ ἡμίσεις φυλη̃ς Μανασση διεσκευασμένοι ἔμπροσθεν τω̃ν υἱω̃ν Ισραηλ καθάπερ ἐνετείλατο αὐτοι̃ς Μωυση̃ς |
13 τετρακισμύριοι εὔζωνοι εἰς μάχην διέβησαν ἐναντίον κυρίου εἰς πόλεμον πρὸς τὴν Ιεριχω πόλιν |
14 ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ηὔξησεν κύριος τὸν 'Ιησου̃ν ἐναντίον παντὸς του̃ γένους Ισραηλ καὶ ἐφοβου̃ντο αὐτὸν ὥσπερ Μωυση̃ν ὅσον χρόνον ἔζη |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.