Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

IHSOUS NAUH, κεφαλίς 4

καὶ ἐπεὶ συνετέλεσεν πα̃ς ὁ λαὸς διαβαίνων τὸν Ιορδάνην καὶ εἰ̃πεν κύριος τω̨̃ 'Ιησοι̃ λέγων
παραλαβὼν ἄνδρας ἀπὸ του̃ λαου̃ ἕνα ἀφ' ἑκάστης φυλη̃ς
σύνταξον αὐτοι̃ς λέγων ἀνέλεσθε ἐκ μέσου του̃ Ιορδάνου ἑτοίμους δώδεκα λίθους καὶ τούτους διακομίσαντες ἅμα ὑμι̃ν αὐτοι̃ς θέτε αὐτοὺς ἐν τη̨̃ στρατοπεδεία̨ ὑμω̃ν οὑ̃ ἐὰν παρεμβάλητε ἐκει̃ τὴν νύκτα
καὶ ἀνακαλεσάμενος 'Ιησου̃ς δώδεκα ἄνδρας τω̃ν ἐνδόξων ἀπὸ τω̃ν υἱω̃ν Ισραηλ ἕνα ἀφ' ἑκάστης φυλη̃ς
εἰ̃πεν αὐτοι̃ς προσαγάγετε ἔμπροσθέν μου πρὸ προσώπου κυρίου εἰς μέσον του̃ Ιορδάνου καὶ ἀνελόμενος ἐκει̃θεν ἕκαστος λίθον ἀράτω ἐπὶ τω̃ν ὤμων αὐτου̃ κατὰ τὸν ἀριθμὸν τω̃ν δώδεκα φυλω̃ν του̃ Ισραηλ
ἵνα ὑπάρχωσιν ὑμι̃ν οὑ̃τοι εἰς σημει̃ον κείμενον διὰ παντός ἵνα ὅταν ἐρωτα̨̃ σε ὁ υἱός σου αὔριον λέγων τί εἰσιν οἱ λίθοι οὑ̃τοι ὑμι̃ν
καὶ σὺ δηλώσεις τω̨̃ υἱω̨̃ σου λέγων ὅτι ἐξέλιπεν ὁ Ιορδάνης ποταμὸς ἀπὸ προσώπου κιβωτου̃ διαθήκης κυρίου πάσης τη̃ς γη̃ς ὡς διέβαινεν αὐτόν καὶ ἔσονται οἱ λίθοι οὑ̃τοι ὑμι̃ν μνημόσυνον τοι̃ς υἱοι̃ς Ισραηλ ἕως του̃ αἰω̃νος
καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ισραηλ καθότι ἐνετείλατο κύριος τω̨̃ 'Ιησοι̃ καὶ λαβόντες δώδεκα λίθους ἐκ μέσου του̃ Ιορδάνου καθάπερ συνέταξεν κύριος τω̨̃ 'Ιησοι̃ ἐν τη̨̃ συντελεία̨ τη̃ς διαβάσεως τω̃ν υἱω̃ν Ισραηλ καὶ διεκόμισαν ἅμα ἑαυτοι̃ς εἰς τὴν παρεμβολὴν καὶ ἀπέθηκαν ἐκει̃
ἔστησεν δὲ 'Ιησου̃ς καὶ ἄλλους δώδεκα λίθους ἐν αὐτω̨̃ τω̨̃ Ιορδάνη̨ ἐν τω̨̃ γενομένω̨ τόπω̨ ὑπὸ τοὺς πόδας τω̃ν ἱερέων τω̃ν αἰρόντων τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου καί εἰσιν ἐκει̃ ἕως τη̃ς σήμερον ἡμέρας
10 εἱστήκεισαν δὲ οἱ ἱερει̃ς οἱ αἴροντες τὴν κιβωτὸν τη̃ς διαθήκης ἐν τω̨̃ Ιορδάνη̨ ἕως οὑ̃ συνετέλεσεν 'Ιησου̃ς πάντα ἃ ἐνετείλατο κύριος ἀναγγει̃λαι τω̨̃ λαω̨̃ καὶ ἔσπευσεν ὁ λαὸς καὶ διέβησαν
11 καὶ ἐγένετο ὡς συνετέλεσεν πα̃ς ὁ λαὸς διαβη̃ναι καὶ διέβη ἡ κιβωτὸς τη̃ς διαθήκης κυρίου καὶ οἱ λίθοι ἔμπροσθεν αὐτω̃ν
12 καὶ διέβησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ οἱ ἡμίσεις φυλη̃ς Μανασση διεσκευασμένοι ἔμπροσθεν τω̃ν υἱω̃ν Ισραηλ καθάπερ ἐνετείλατο αὐτοι̃ς Μωυση̃ς
13 τετρακισμύριοι εὔζωνοι εἰς μάχην διέβησαν ἐναντίον κυρίου εἰς πόλεμον πρὸς τὴν Ιεριχω πόλιν
14 ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ηὔξησεν κύριος τὸν 'Ιησου̃ν ἐναντίον παντὸς του̃ γένους Ισραηλ καὶ ἐφοβου̃ντο αὐτὸν ὥσπερ Μωυση̃ν ὅσον χρόνον ἔζη
15 καὶ εἰ̃πεν κύριος τω̨̃ 'Ιησοι̃ λέγων
16 ἔντειλαι τοι̃ς ἱερευ̃σιν τοι̃ς αἴρουσιν τὴν κιβωτὸν τη̃ς διαθήκης του̃ μαρτυρίου κυρίου ἐκβη̃ναι ἐκ του̃ Ιορδάνου
17 καὶ ἐνετείλατο 'Ιησου̃ς τοι̃ς ἱερευ̃σιν λέγων ἔκβητε ἐκ του̃ Ιορδάνου
18 καὶ ἐγένετο ὡς ἐξέβησαν οἱ ἱερει̃ς οἱ αἴροντες τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου ἐκ του̃ Ιορδάνου καὶ ἔθηκαν τοὺς πόδας ἐπὶ τη̃ς γη̃ς ὥρμησεν τὸ ὕδωρ του̃ Ιορδάνου κατὰ χώραν καὶ ἐπορεύετο καθὰ ἐχθὲς καὶ τρίτην ἡμέραν δι' ὅλης τη̃ς κρηπι̃δος
19 καὶ ὁ λαὸς ἀνέβη ἐκ του̃ Ιορδάνου δεκάτη̨ του̃ μηνὸς του̃ πρώτου καὶ κατεστρατοπέδευσαν οἱ υἱοὶ Ισραηλ ἐν Γαλγαλοις κατὰ μέρος τὸ πρὸς ἡλίου ἀνατολὰς ἀπὸ τη̃ς Ιεριχω
20 καὶ τοὺς δώδεκα λίθους τούτους οὓς ἔλαβεν ἐκ του̃ Ιορδάνου ἔστησεν 'Ιησου̃ς ἐν Γαλγαλοις
21 λέγων ὅταν ἐρωτω̃σιν ὑμα̃ς οἱ υἱοὶ ὑμω̃ν λέγοντες τί εἰσιν οἱ λίθοι οὑ̃τοι
22 ἀναγγείλατε τοι̃ς υἱοι̃ς ὑμω̃ν ὅτι ἐπὶ ξηρα̃ς διέβη Ισραηλ τὸν Ιορδάνην
23 ἀποξηράναντος κυρίου του̃ θεου̃ ἡμω̃ν τὸ ὕδωρ του̃ Ιορδάνου ἐκ του̃ ἔμπροσθεν αὐτω̃ν μέχρι οὑ̃ διέβησαν καθάπερ ἐποίησεν κύριος ὁ θεὸς ἡμω̃ν τὴν ἐρυθρὰν θάλασσαν ἣν ἀπεξήρανεν κύριος ὁ θεὸς ἡμω̃ν ἔμπροσθεν ἡμω̃ν ἕως παρήλθομεν
24 ὅπως γνω̃σιν πάντα τὰ ἔθνη τη̃ς γη̃ς ὅτι ἡ δύναμις του̃ κυρίου ἰσχυρά ἐστιν καὶ ἵνα ὑμει̃ς σέβησθε κύριον τὸν θεὸν ὑμω̃ν ἐν παντὶ χρόνω̨
Читать далее:IHSOUS NAUH, κεφαλίς 5
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).