Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

IHSOUS NAUH, κεφαλίς 5

καὶ ἐγένετο ὡς ἤκουσαν οἱ βασιλει̃ς τω̃ν Αμορραίων οἳ ἠ̃σαν πέραν του̃ Ιορδάνου καὶ οἱ βασιλει̃ς τη̃ς Φοινίκης οἱ παρὰ τὴν θάλασσαν ὅτι ἀπεξήρανεν κύριος ὁ θεὸς τὸν Ιορδάνην ποταμὸν ἐκ τω̃ν ἔμπροσθεν τω̃ν υἱω̃ν Ισραηλ ἐν τω̨̃ διαβαίνειν αὐτούς καὶ ἐτάκησαν αὐτω̃ν αἱ διάνοιαι καὶ κατεπλάγησαν καὶ οὐκ ἠ̃ν ἐν αὐτοι̃ς φρόνησις οὐδεμία ἀπὸ προσώπου τω̃ν υἱω̃ν Ισραηλ
ὑπὸ δὲ του̃τον τὸν καιρὸν εἰ̃πεν κύριος τω̨̃ 'Ιησοι̃ ποίησον σεαυτω̨̃ μαχαίρας πετρίνας ἐκ πέτρας ἀκροτόμου καὶ καθίσας περίτεμε τοὺς υἱοὺς Ισραηλ
καὶ ἐποίησεν 'Ιησου̃ς μαχαίρας πετρίνας ἀκροτόμους καὶ περιέτεμεν τοὺς υἱοὺς Ισραηλ ἐπὶ του̃ καλουμένου τόπου Βουνὸς τω̃ν ἀκροβυστιω̃ν
ὃν δὲ τρόπον περιεκάθαρεν 'Ιησου̃ς τοὺς υἱοὺς Ισραηλ ὅσοι ποτὲ ἐγένοντο ἐν τη̨̃ ὁδω̨̃ καὶ ὅσοι ποτὲ ἀπερίτμητοι ἠ̃σαν τω̃ν ἐξεληλυθότων ἐξ Αἰγύπτου
πάντας τούτους περιέτεμεν 'Ιησου̃ς
τεσσαράκοντα γὰρ καὶ δύο ἔτη ἀνέστραπται Ισραηλ ἐν τη̨̃ ἐρήμω̨ τη̨̃ Μαδβαρίτιδι διὸ ἀπερίτμητοι ἠ̃σαν οἱ πλει̃στοι αὐτω̃ν τω̃ν μαχίμων τω̃ν ἐξεληλυθότων ἐκ γη̃ς Αἰγύπτου οἱ ἀπειθήσαντες τω̃ν ἐντολω̃ν του̃ θεου̃ οἱ̃ς καὶ διώρισεν μὴ ἰδει̃ν αὐτοὺς τὴν γη̃ν ἣν ὤμοσεν κύριος τοι̃ς πατράσιν αὐτω̃ν δου̃ναι ἡμι̃ν γη̃ν ῥέουσαν γάλα καὶ μέλι
ἀντὶ δὲ τούτων ἀντικατέστησεν τοὺς υἱοὺς αὐτω̃ν οὓς 'Ιησου̃ς περιέτεμεν διὰ τὸ αὐτοὺς γεγενη̃σθαι κατὰ τὴν ὁδὸν ἀπεριτμήτους
περιτμηθέντες δὲ ἡσυχίαν εἰ̃χον αὐτόθι καθήμενοι ἐν τη̨̃ παρεμβολη̨̃ ἕως ὑγιάσθησαν
καὶ εἰ̃πεν κύριος τω̨̃ 'Ιησοι̃ υἱω̨̃ Ναυη ἐν τη̨̃ σήμερον ἡμέρα̨ ἀφει̃λον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ' ὑμω̃ν καὶ ἐκάλεσεν τὸ ὄνομα του̃ τόπου ἐκείνου Γαλγαλα
10 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πασχα τη̨̃ τεσσαρεσκαιδεκάτη̨ ἡμέρα̨ του̃ μηνὸς ἀπὸ ἑσπέρας ἐπὶ δυσμω̃ν Ιεριχω ἐν τω̨̃ πέραν του̃ Ιορδάνου ἐν τω̨̃ πεδίω̨
11 καὶ ἐφάγοσαν ἀπὸ του̃ σίτου τη̃ς γη̃ς ἄζυμα καὶ νέα ἐν ταύτη̨ τη̨̃ ἡμέρα̨
12 ἐξέλιπεν τὸ μαννα μετὰ τὸ βεβρωκέναι αὐτοὺς ἐκ του̃ σίτου τη̃ς γη̃ς καὶ οὐκέτι ὑπη̃ρχεν τοι̃ς υἱοι̃ς Ισραηλ μαννα ἐκαρπίσαντο δὲ τὴν χώραν τω̃ν Φοινίκων ἐν τω̨̃ ἐνιαυτω̨̃ ἐκείνω̨
13 καὶ ἐγένετο ὡς ἠ̃ν 'Ιησου̃ς ἐν Ιεριχω καὶ ἀναβλέψας τοι̃ς ὀφθαλμοι̃ς εἰ̃δεν ἄνθρωπον ἑστηκότα ἐναντίον αὐτου̃ καὶ ἡ ῥομφαία ἐσπασμένη ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ προσελθὼν 'Ιησου̃ς εἰ̃πεν αὐτω̨̃ ἡμέτερος εἰ̃ ἢ τω̃ν ὑπεναντίων
14 ὁ δὲ εἰ̃πεν αὐτω̨̃ ἐγὼ ἀρχιστράτηγος δυνάμεως κυρίου νυνὶ παραγέγονα καὶ 'Ιησου̃ς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γη̃ν καὶ εἰ̃πεν αὐτω̨̃ δέσποτα τί προστάσσεις τω̨̃ σω̨̃ οἰκέτη̨
15 καὶ λέγει ὁ ἀρχιστράτηγος κυρίου πρὸς 'Ιησου̃ν λυ̃σαι τὸ ὑπόδημα ἐκ τω̃ν ποδω̃ν σου ὁ γὰρ τόπος ἐφ' ὡ̨̃ σὺ ἕστηκας ἅγιός ἐστιν
Читать далее:IHSOUS NAUH, κεφαλίς 6
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).