1 καὶ ἐπλημμέλησαν οἱ υἱοὶ Ισραηλ πλημμέλειαν μεγάλην καὶ ἐνοσφίσαντο ἀπὸ του̃ ἀναθέματος καὶ ἔλαβεν Αχαρ υἱὸς Χαρμι υἱου̃ Ζαμβρι υἱου̃ Ζαρα ἐκ τη̃ς φυλη̃ς Ιουδα ἀπὸ του̃ ἀναθέματος καὶ ἐθυμώθη ὀργη̨̃ κύριος τοι̃ς υἱοι̃ς Ισραηλ |
2 καὶ ἀπέστειλεν 'Ιησου̃ς ἄνδρας εἰς Γαι ἥ ἐστιν κατὰ Βαιθηλ λέγων κατασκέψασθε τὴν Γαι καὶ ἀνέβησαν οἱ ἄνδρες καὶ κατεσκέψαντο τὴν Γαι |
3 καὶ ἀνέστρεψαν πρὸς 'Ιησου̃ν καὶ εἰ̃παν πρὸς αὐτόν μὴ ἀναβήτω πα̃ς ὁ λαός ἀλλ' ὡς δισχίλιοι ἢ τρισχίλιοι ἄνδρες ἀναβήτωσαν καὶ ἐκπολιορκησάτωσαν τὴν πόλιν μὴ ἀναγάγη̨ς ἐκει̃ τὸν λαὸν πάντα ὀλίγοι γάρ εἰσιν |
4 καὶ ἀνέβησαν ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ ἔφυγον ἀπὸ προσώπου τω̃ν ἀνδρω̃ν Γαι |
5 καὶ ἀπέκτειναν ἀπ' αὐτω̃ν ἄνδρες Γαι εἰς τριάκοντα καὶ ἓξ ἄνδρας καὶ κατεδίωξαν αὐτοὺς ἀπὸ τη̃ς πύλης καὶ συνέτριψαν αὐτοὺς ἐπὶ του̃ καταφερου̃ς καὶ ἐπτοήθη ἡ καρδία του̃ λαου̃ καὶ ἐγένετο ὥσπερ ὕδωρ |
6 καὶ διέρρηξεν 'Ιησου̃ς τὰ ἱμάτια αὐτου̃ καὶ ἔπεσεν 'Ιησου̃ς ἐπὶ τὴν γη̃ν ἐπὶ πρόσωπον ἐναντίον κυρίου ἕως ἑσπέρας αὐτὸς καὶ οἱ πρεσβύτεροι Ισραηλ καὶ ἐπεβάλοντο χου̃ν ἐπὶ τὰς κεφαλὰς αὐτω̃ν |
7 καὶ εἰ̃πεν 'Ιησου̃ς δέομαι κύριε ἵνα τί διεβίβασεν ὁ παι̃ς σου τὸν λαὸν του̃τον τὸν Ιορδάνην παραδου̃ναι αὐτὸν τω̨̃ Αμορραίω̨ ἀπολέσαι ἡμα̃ς καὶ εἰ κατεμείναμεν καὶ κατω̨κίσθημεν παρὰ τὸν Ιορδάνην |
8 καὶ τί ἐρω̃ ἐπεὶ μετέβαλεν Ισραηλ αὐχένα ἀπέναντι του̃ ἐχθρου̃ αὐτου̃ |
9 καὶ ἀκούσας ὁ Χαναναι̃ος καὶ πάντες οἱ κατοικου̃ντες τὴν γη̃ν περικυκλώσουσιν ἡμα̃ς καὶ ἐκτρίψουσιν ἡμα̃ς ἀπὸ τη̃ς γη̃ς καὶ τί ποιήσεις τὸ ὄνομά σου τὸ μέγα |
10 καὶ εἰ̃πεν κύριος πρὸς 'Ιησου̃ν ἀνάστηθι ἵνα τί του̃το σὺ πέπτωκας ἐπὶ πρόσωπόν σου |
11 ἡμάρτηκεν ὁ λαὸς καὶ παρέβη τὴν διαθήκην ἣν διεθέμην πρὸς αὐτούς καὶ κλέψαντες ἀπὸ του̃ ἀναθέματος ἐνέβαλον εἰς τὰ σκεύη αὐτω̃ν |
12 οὐ μὴ δύνωνται οἱ υἱοὶ Ισραηλ ὑποστη̃ναι κατὰ πρόσωπον τω̃ν ἐχθρω̃ν αὐτω̃ν αὐχένα ἐπιστρέψουσιν ἔναντι τω̃ν ἐχθρω̃ν αὐτω̃ν ὅτι ἐγενήθησαν ἀνάθεμα οὐ προσθήσω ἔτι εἰ̃ναι μεθ' ὑμω̃ν ἐὰν μὴ ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμω̃ν αὐτω̃ν |
13 ἀναστὰς ἁγίασον τὸν λαὸν καὶ εἰπὸν ἁγιασθη̃ναι εἰς αὔριον τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ τὸ ἀνάθεμα ἐν ὑμι̃ν ἐστιν οὐ δυνήσεσθε ἀντιστη̃ναι ἀπέναντι τω̃ν ἐχθρω̃ν ὑμω̃ν ἕως ἂν ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμω̃ν |
14 καὶ συναχθήσεσθε πάντες τὸ πρωὶ κατὰ φυλάς καὶ ἔσται ἡ φυλή ἣν ἂν δείξη̨ κύριος προσάξετε κατὰ δήμους καὶ τὸν δη̃μον ὃν ἐὰν δείξη̨ κύριος προσάξετε κατ' οἰ̃κον καὶ τὸν οἰ̃κον ὃν ἐὰν δείξη̨ κύριος προσάξετε κατ' ἄνδρα |
15 καὶ ὃς ἂν ἐνδειχθη̨̃ κατακαυθήσεται ἐν πυρὶ καὶ πάντα ὅσα ἐστὶν αὐτω̨̃ ὅτι παρέβη τὴν διαθήκην κυρίου καὶ ἐποίησεν ἀνόμημα ἐν Ισραηλ |
16 καὶ ὤρθρισεν 'Ιησου̃ς καὶ προσήγαγεν τὸν λαὸν κατὰ φυλάς καὶ ἐνεδείχθη ἡ φυλὴ Ιουδα |
17 καὶ προσήχθη κατὰ δήμους καὶ ἐνεδείχθη δη̃μος ὁ Ζαραϊ καὶ προσήχθη κατὰ ἄνδρα |
18 καὶ ἐνεδείχθη Αχαρ υἱὸς Ζαμβρι υἱου̃ Ζαρα |
19 καὶ εἰ̃πεν 'Ιησου̃ς τω̨̃ Αχαρ δὸς δόξαν σήμερον τω̨̃ κυρίω̨ θεω̨̃ Ισραηλ καὶ δὸς τὴν ἐξομολόγησιν καὶ ἀνάγγειλόν μοι τί ἐποίησας καὶ μὴ κρύψη̨ς ἀπ' ἐμου̃ |
20 καὶ ἀπεκρίθη Αχαρ τω̨̃ 'Ιησοι̃ καὶ εἰ̃πεν ἀληθω̃ς ἥμαρτον ἐναντίον κυρίου θεου̃ Ισραηλ οὕτως καὶ οὕτως ἐποίησα |
21 εἰ̃δον ἐν τη̨̃ προνομη̨̃ ψιλὴν ποικίλην καλὴν καὶ διακόσια δίδραχμα ἀργυρίου καὶ γλω̃σσαν μίαν χρυση̃ν πεντήκοντα διδράχμων καὶ ἐνθυμηθεὶς αὐτω̃ν ἔλαβον καὶ ἰδοὺ αὐτὰ ἐγκέκρυπται ἐν τη̨̃ γη̨̃ ἐν τη̨̃ σκηνη̨̃ μου καὶ τὸ ἀργύριον κέκρυπται ὑποκάτω αὐτω̃ν |
22 καὶ ἀπέστειλεν 'Ιησου̃ς ἀγγέλους καὶ ἔδραμον εἰς τὴν σκηνὴν εἰς τὴν παρεμβολήν καὶ ταυ̃τα ἠ̃ν ἐγκεκρυμμένα εἰς τὴν σκηνήν καὶ τὸ ἀργύριον ὑποκάτω αὐτω̃ν |
23 καὶ ἐξήνεγκαν αὐτὰ ἐκ τη̃ς σκηνη̃ς καὶ ἤνεγκαν πρὸς 'Ιησου̃ν καὶ τοὺς πρεσβυτέρους Ισραηλ καὶ ἔθηκαν αὐτὰ ἔναντι κυρίου |
24 καὶ ἔλαβεν 'Ιησου̃ς τὸν Αχαρ υἱὸν Ζαρα καὶ ἀνήγαγεν αὐτὸν εἰς φάραγγα Αχωρ καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ τὰς θυγατέρας αὐτου̃ καὶ τοὺς μόσχους αὐτου̃ καὶ τὰ ὑποζύγια αὐτου̃ καὶ πάντα τὰ πρόβατα αὐτου̃ καὶ τὴν σκηνὴν αὐτου̃ καὶ πάντα τὰ ὑπάρχοντα αὐτου̃ καὶ πα̃ς ὁ λαὸς μετ' αὐτου̃ καὶ ἀνήγαγεν αὐτοὺς εἰς Εμεκαχωρ |
25 καὶ εἰ̃πεν 'Ιησου̃ς τω̨̃ Αχαρ τί ὠλέθρευσας ἡμα̃ς ἐξολεθρεύσαι σε κύριος καθὰ καὶ σήμερον καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις πα̃ς Ισραηλ |
26 καὶ ἐπέστησαν αὐτω̨̃ σωρὸν λίθων μέγαν καὶ ἐπαύσατο κύριος του̃ θυμου̃ τη̃ς ὀργη̃ς διὰ του̃το ἐπωνόμασεν αὐτὸ Εμεκαχωρ ἕως τη̃ς ἡμέρας ταύτης |