Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

IHSOUS NAUH, κεφαλίς 8

καὶ εἰ̃πεν κύριος πρὸς 'Ιησου̃ν μὴ φοβηθη̨̃ς μηδὲ δειλιάση̨ς λαβὲ μετὰ σου̃ τοὺς ἄνδρας πάντας τοὺς πολεμιστὰς καὶ ἀναστὰς ἀνάβηθι εἰς Γαι ἰδοὺ δέδωκα εἰς τὰς χει̃ράς σου τὸν βασιλέα Γαι καὶ τὴν γη̃ν αὐτου̃
καὶ ποιήσεις τὴν Γαι ὃν τρόπον ἐποίησας τὴν Ιεριχω καὶ τὸν βασιλέα αὐτη̃ς καὶ τὴν προνομὴν τω̃ν κτηνω̃ν προνομεύσεις σεαυτω̨̃ κατάστησον δὲ σεαυτω̨̃ ἔνεδρα τη̨̃ πόλει εἰς τὰ ὀπίσω
καὶ ἀνέστη 'Ιησου̃ς καὶ πα̃ς ὁ λαὸς ὁ πολεμιστὴς ὥστε ἀναβη̃ναι εἰς Γαι ἐπέλεξεν δὲ 'Ιησου̃ς τριάκοντα χιλιάδας ἀνδρω̃ν δυνατοὺς ἐν ἰσχύι καὶ ἀπέστειλεν αὐτοὺς νυκτός
καὶ ἐνετείλατο αὐτοι̃ς λέγων ὑμει̃ς ἐνεδρεύσατε ὀπίσω τη̃ς πόλεως μὴ μακρὰν γίνεσθε ἀπὸ τη̃ς πόλεως καὶ ἔσεσθε πάντες ἕτοιμοι
καὶ ἐγὼ καὶ πάντες οἱ μετ' ἐμου̃ προσάξομεν πρὸς τὴν πόλιν καὶ ἔσται ὡς ἂν ἐξέλθωσιν οἱ κατοικου̃ντες Γαι εἰς συνάντησιν ἡμι̃ν καθάπερ καὶ πρώ̨ην καὶ φευξόμεθα ἀπὸ προσώπου αὐτω̃ν
καὶ ὡς ἂν ἐξέλθωσιν ὀπίσω ἡμω̃ν ἀποσπάσομεν αὐτοὺς ἀπὸ τη̃ς πόλεως καὶ ἐρου̃σιν φεύγουσιν οὑ̃τοι ἀπὸ προσώπου ἡμω̃ν ὃν τρόπον καὶ ἔμπροσθεν
ὑμει̃ς δὲ ἐξαναστήσεσθε ἐκ τη̃ς ἐνέδρας καὶ πορεύσεσθε εἰς τὴν πόλιν
κατὰ τὸ ῥη̃μα του̃το ποιήσετε ἰδοὺ ἐντέταλμαι ὑμι̃ν
καὶ ἀπέστειλεν αὐτοὺς 'Ιησου̃ς καὶ ἐπορεύθησαν εἰς τὴν ἐνέδραν καὶ ἐνεκάθισαν ἀνὰ μέσον Βαιθηλ καὶ ἀνὰ μέσον Γαι ἀπὸ θαλάσσης τη̃ς Γαι
10 καὶ ὀρθρίσας 'Ιησου̃ς τὸ πρωὶ ἐπεσκέψατο τὸν λαόν καὶ ἀνέβησαν αὐτὸς καὶ οἱ πρεσβύτεροι κατὰ πρόσωπον του̃ λαου̃ ἐπὶ Γαι
11 καὶ πα̃ς ὁ λαὸς ὁ πολεμιστὴς μετ' αὐτου̃ ἀνέβησαν καὶ πορευόμενοι ἠ̃λθον ἐξ ἐναντίας τη̃ς πόλεως ἀπ' ἀνατολω̃ν
12 καὶ τὰ ἔνεδρα τη̃ς πόλεως ἀπὸ θαλάσσης
13 ...
14 καὶ ἐγένετο ὡς εἰ̃δεν βασιλεὺς Γαι ἔσπευσεν καὶ ἐξη̃λθεν εἰς συνάντησιν αὐτοι̃ς ἐπ' εὐθείας εἰς τὸν πόλεμον αὐτὸς καὶ πα̃ς ὁ λαὸς ὁ μετ' αὐτου̃ καὶ αὐτὸς οὐκ ἤ̨δει ὅτι ἔνεδρα αὐτω̨̃ ἐστιν ὀπίσω τη̃ς πόλεως
15 καὶ εἰ̃δεν καὶ ἀνεχώρησεν 'Ιησου̃ς καὶ Ισραηλ ἀπὸ προσώπου αὐτω̃ν
16 καὶ κατεδίωξαν ὀπίσω τω̃ν υἱω̃ν Ισραηλ καὶ αὐτοὶ ἀπέστησαν ἀπὸ τη̃ς πόλεως
17 οὐ κατελείφθη οὐθεὶς ἐν τη̨̃ Γαι ὃς οὐ κατεδίωξεν ὀπίσω Ισραηλ καὶ κατέλιπον τὴν πόλιν ἀνεω̨γμένην καὶ κατεδίωξαν ὀπίσω Ισραηλ
18 καὶ εἰ̃πεν κύριος πρὸς 'Ιησου̃ν ἔκτεινον τὴν χει̃ρά σου ἐν τω̨̃ γαίσω̨ τω̨̃ ἐν τη̨̃ χειρί σου ἐπὶ τὴν πόλιν εἰς γὰρ τὰς χει̃ράς σου παραδέδωκα αὐτήν καὶ τὰ ἔνεδρα ἐξαναστήσονται ἐν τάχει ἐκ του̃ τόπου αὐτω̃ν καὶ ἐξέτεινεν 'Ιησου̃ς τὴν χει̃ρα αὐτου̃ τὸν γαι̃σον ἐπὶ τὴν πόλιν
19 καὶ τὰ ἔνεδρα ἐξανέστησαν ἐν τάχει ἐκ του̃ τόπου αὐτω̃ν καὶ ἐξήλθοσαν ὅτε ἐξέτεινεν τὴν χει̃ρα καὶ ἤλθοσαν ἐπὶ τὴν πόλιν καὶ κατελάβοντο αὐτὴν καὶ σπεύσαντες ἐνέπρησαν τὴν πόλιν ἐν πυρί
20 καὶ περιβλέψαντες οἱ κάτοικοι Γαι εἰς τὰ ὀπίσω αὐτω̃ν καὶ ἐθεώρουν καπνὸν ἀναβαίνοντα ἐκ τη̃ς πόλεως εἰς τὸν οὐρανόν καὶ οὐκέτι εἰ̃χον που̃ φύγωσιν ὡ̃δε ἢ ὡ̃δε
21 καὶ 'Ιησου̃ς καὶ πα̃ς Ισραηλ εἰ̃δον ὅτι ἔλαβον τὰ ἔνεδρα τὴν πόλιν καὶ ὅτι ἀνέβη ὁ καπνὸς τη̃ς πόλεως εἰς τὸν οὐρανόν καὶ μεταβαλόμενοι ἐπάταξαν τοὺς ἄνδρας τη̃ς Γαι
22 καὶ οὑ̃τοι ἐξήλθοσαν ἐκ τη̃ς πόλεως εἰς συνάντησιν καὶ ἐγενήθησαν ἀνὰ μέσον τη̃ς παρεμβολη̃ς οὑ̃τοι ἐντευ̃θεν καὶ οὑ̃τοι ἐντευ̃θεν καὶ ἐπάταξαν ἕως του̃ μὴ καταλειφθη̃ναι αὐτω̃ν σεσωσμένον καὶ διαπεφευγότα
23 καὶ τὸν βασιλέα τη̃ς Γαι συνέλαβον ζω̃ντα καὶ προσήγαγον αὐτὸν πρὸς 'Ιησου̃ν
24 καὶ ὡς ἐπαύσαντο οἱ υἱοὶ Ισραηλ ἀποκτέννοντες πάντας τοὺς ἐν τη̨̃ Γαι τοὺς ἐν τοι̃ς πεδίοις καὶ ἐν τω̨̃ ὄρει ἐπὶ τη̃ς καταβάσεως οὑ̃ κατεδίωξαν αὐτοὺς ἀπ' αὐτη̃ς εἰς τέλος καὶ ἀπέστρεψεν 'Ιησου̃ς εἰς Γαι καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ῥομφαίας
25 καὶ ἐγενήθησαν οἱ πεσόντες ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς δώδεκα χιλιάδες πάντας τοὺς κατοικου̃ντας Γαι
26 ...
27 πλὴν τω̃ν κτηνω̃ν καὶ τω̃ν σκύλων τω̃ν ἐν τη̨̃ πόλει πάντα ἃ ἐπρονόμευσαν οἱ υἱοὶ Ισραηλ κατὰ πρόσταγμα κυρίου ὃν τρόπον συνέταξεν κύριος τω̨̃ 'Ιησοι̃
28 καὶ ἐνεπύρισεν 'Ιησου̃ς τὴν πόλιν ἐν πυρί χω̃μα ἀοίκητον εἰς τὸν αἰω̃να ἔθηκεν αὐτὴν ἕως τη̃ς ἡμέρας ταύτης
29 καὶ τὸν βασιλέα τη̃ς Γαι ἐκρέμασεν ἐπὶ ξύλου διδύμου καὶ ἠ̃ν ἐπὶ του̃ ξύλου ἕως ἑσπέρας καὶ ἐπιδύνοντος του̃ ἡλίου συνέταξεν 'Ιησου̃ς καὶ καθείλοσαν αὐτου̃ τὸ σω̃μα ἀπὸ του̃ ξύλου καὶ ἔρριψαν αὐτὸν εἰς τὸν βόθρον καὶ ἐπέστησαν αὐτω̨̃ σωρὸν λίθων ἕως τη̃ς ἡμέρας ταύτης
Читать далее:IHSOUS NAUH, κεφαλίς 9
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).