1 ὡς δ' ἤκουσαν οἱ βασιλει̃ς τω̃ν Αμορραίων οἱ ἐν τω̨̃ πέραν του̃ Ιορδάνου οἱ ἐν τη̨̃ ὀρεινη̨̃ καὶ οἱ ἐν τη̨̃ πεδινη̨̃ καὶ οἱ ἐν πάση̨ τη̨̃ παραλία̨ τη̃ς θαλάσσης τη̃ς μεγάλης καὶ οἱ πρὸς τω̨̃ 'Αντιλιβάνω̨ καὶ οἱ Χετται̃οι καὶ οἱ Χαναναι̃οι καὶ οἱ Φερεζαι̃οι καὶ οἱ Ευαι̃οι καὶ οἱ Αμορραι̃οι καὶ οἱ Γεργεσαι̃οι καὶ οἱ Ιεβουσαι̃οι |
2 συνήλθοσαν ἐπὶ τὸ αὐτὸ ἐκπολεμη̃σαι 'Ιησου̃ν καὶ Ισραηλ ἅμα πάντες |
3 καὶ οἱ κατοικου̃ντες Γαβαων ἤκουσαν πάντα ὅσα ἐποίησεν κύριος τη̨̃ Ιεριχω καὶ τη̨̃ Γαι |
4 καὶ ἐποίησαν καί γε αὐτοὶ μετὰ πανουργίας καὶ ἐλθόντες ἐπεσιτίσαντο καὶ ἡτοιμάσαντο καὶ λαβόντες σάκκους παλαιοὺς ἐπὶ τω̃ν ὄνων αὐτω̃ν καὶ ἀσκοὺς οἴνου παλαιοὺς καὶ κατερρωγότας ἀποδεδεμένους |
5 καὶ τὰ κοι̃λα τω̃ν ὑποδημάτων αὐτω̃ν καὶ τὰ σανδάλια αὐτω̃ν παλαιὰ καὶ καταπεπελματωμένα ἐν τοι̃ς ποσὶν αὐτω̃ν καὶ τὰ ἱμάτια αὐτω̃ν πεπαλαιωμένα ἐπάνω αὐτω̃ν καὶ ὁ ἄρτος αὐτω̃ν του̃ ἐπισιτισμου̃ ξηρὸς καὶ εὐρωτιω̃ν καὶ βεβρωμένος |
6 καὶ ἤλθοσαν πρὸς 'Ιησου̃ν εἰς τὴν παρεμβολὴν Ισραηλ εἰς Γαλγαλα καὶ εἰ̃παν πρὸς 'Ιησου̃ν καὶ Ισραηλ ἐκ γη̃ς μακρόθεν ἥκαμεν καὶ νυ̃ν διάθεσθε ἡμι̃ν διαθήκην |
7 καὶ εἰ̃παν οἱ υἱοὶ Ισραηλ πρὸς τὸν Χορραι̃ον ὅρα μὴ ἐν ἐμοὶ κατοικει̃ς καὶ πω̃ς σοι διαθω̃μαι διαθήκην |
8 καὶ εἰ̃παν πρὸς 'Ιησου̃ν οἰκέται σού ἐσμεν καὶ εἰ̃πεν πρὸς αὐτοὺς 'Ιησου̃ς πόθεν ἐστὲ καὶ πόθεν παραγεγόνατε |
9 καὶ εἰ̃παν ἐκ γη̃ς μακρόθεν σφόδρα ἥκασιν οἱ παι̃δές σου ἐν ὀνόματι κυρίου του̃ θεου̃ σου ἀκηκόαμεν γὰρ τὸ ὄνομα αὐτου̃ καὶ ὅσα ἐποίησεν ἐν Αἰγύπτω̨ |
10 καὶ ὅσα ἐποίησεν τοι̃ς βασιλευ̃σιν τω̃ν Αμορραίων οἳ ἠ̃σαν πέραν του̃ Ιορδάνου τω̨̃ Σηων βασιλει̃ Εσεβων καὶ τω̨̃ Ωγ βασιλει̃ τη̃ς Βασαν ὃς κατώ̨κει ἐν Ασταρωθ καὶ ἐν Εδραϊν |
11 καὶ ἀκούσαντες εἰ̃παν πρὸς ἡμα̃ς οἱ πρεσβύτεροι ἡμω̃ν καὶ πάντες οἱ κατοικου̃ντες τὴν γη̃ν ἡμω̃ν λέγοντες λάβετε ἑαυτοι̃ς ἐπισιτισμὸν εἰς τὴν ὁδὸν καὶ πορεύθητε εἰς συνάντησιν αὐτω̃ν καὶ ἐρει̃τε πρὸς αὐτούς οἰκέται σού ἐσμεν καὶ νυ̃ν διάθεσθε ἡμι̃ν διαθήκην |
12 οὑ̃τοι οἱ ἄρτοι θερμοὺς ἐφωδιάσθημεν αὐτοὺς ἐν τη̨̃ ἡμέρα̨ ἡ̨̃ ἐξήλθομεν παραγενέσθαι πρὸς ὑμα̃ς νυ̃ν δὲ ἐξηράνθησαν καὶ γεγόνασιν βεβρωμένοι |
13 καὶ οὑ̃τοι οἱ ἀσκοὶ του̃ οἴνου οὓς ἐπλήσαμεν καινούς καὶ οὑ̃τοι ἐρρώγασιν καὶ τὰ ἱμάτια ἡμω̃ν καὶ τὰ ὑποδήματα ἡμω̃ν πεπαλαίωται ἀπὸ τη̃ς πολλη̃ς ὁδου̃ σφόδρα |
14 καὶ ἔλαβον οἱ ἄρχοντες του̃ ἐπισιτισμου̃ αὐτω̃ν καὶ κύριον οὐκ ἐπηρώτησαν |
15 καὶ ἐποίησεν 'Ιησου̃ς πρὸς αὐτοὺς εἰρήνην καὶ διέθετο πρὸς αὐτοὺς διαθήκην του̃ διασω̃σαι αὐτούς καὶ ὤμοσαν αὐτοι̃ς οἱ ἄρχοντες τη̃ς συναγωγη̃ς |
16 καὶ ἐγένετο μετὰ τρει̃ς ἡμέρας μετὰ τὸ διαθέσθαι πρὸς αὐτοὺς διαθήκην ἤκουσαν ὅτι ἐγγύθεν αὐτω̃ν εἰσιν καὶ ὅτι ἐν αὐτοι̃ς κατοικου̃σιν |
17 καὶ ἀπη̃ραν οἱ υἱοὶ Ισραηλ καὶ ἠ̃λθον εἰς τὰς πόλεις αὐτω̃ν αἱ δὲ πόλεις αὐτω̃ν Γαβαων καὶ Κεφιρα καὶ Βηρωθ καὶ πόλις Ιαριν |
18 καὶ οὐκ ἐμαχέσαντο αὐτοι̃ς οἱ υἱοὶ Ισραηλ ὅτι ὤμοσαν αὐτοι̃ς πάντες οἱ ἄρχοντες κύριον τὸν θεὸν Ισραηλ καὶ διεγόγγυσαν πα̃σα ἡ συναγωγὴ ἐπὶ τοι̃ς ἄρχουσιν |
19 καὶ εἰ̃παν οἱ ἄρχοντες πάση̨ τη̨̃ συναγωγη̨̃ ἡμει̃ς ὠμόσαμεν αὐτοι̃ς κύριον τὸν θεὸν Ισραηλ καὶ νυ̃ν οὐ δυνησόμεθα ἅψασθαι αὐτω̃ν |
20 του̃το ποιήσομεν ζωγρη̃σαι αὐτούς καὶ περιποιησόμεθα αὐτούς καὶ οὐκ ἔσται καθ' ἡμω̃ν ὀργὴ διὰ τὸν ὅρκον ὃν ὠμόσαμεν αὐτοι̃ς |
21 ζήσονται καὶ ἔσονται ξυλοκόποι καὶ ὑδροφόροι πάση̨ τη̨̃ συναγωγη̨̃ καθάπερ εἰ̃παν αὐτοι̃ς οἱ ἄρχοντες |
22 καὶ συνεκάλεσεν αὐτοὺς 'Ιησου̃ς καὶ εἰ̃πεν αὐτοι̃ς διὰ τί παρελογίσασθέ με λέγοντες μακρὰν ἀπὸ σου̃ ἐσμεν σφόδρα ὑμει̃ς δὲ ἐγχώριοί ἐστε τω̃ν κατοικούντων ἐν ἡμι̃ν |
23 καὶ νυ̃ν ἐπικατάρατοί ἐστε οὐ μὴ ἐκλίπη̨ ἐξ ὑμω̃ν δου̃λος οὐδὲ ξυλοκόπος ἐμοὶ καὶ τω̨̃ θεω̨̃ μου |
24 καὶ ἀπεκρίθησαν τω̨̃ 'Ιησοι̃ λέγοντες ἀνηγγέλη ἡμι̃ν ὅσα συνέταξεν κύριος ὁ θεός σου Μωυση̨̃ τω̨̃ παιδὶ αὐτου̃ δου̃ναι ὑμι̃ν τὴν γη̃ν ταύτην καὶ ἐξολεθρευ̃σαι ἡμα̃ς καὶ πάντας τοὺς κατοικου̃ντας ἐπ' αὐτη̃ς ἀπὸ προσώπου ὑμω̃ν καὶ ἐφοβήθημεν σφόδρα περὶ τω̃ν ψυχω̃ν ἡμω̃ν ἀπὸ προσώπου ὑμω̃ν καὶ ἐποιήσαμεν τὸ πρα̃γμα του̃το |
25 καὶ νυ̃ν ἰδοὺ ἡμει̃ς ὑποχείριοι ὑμι̃ν ὡς ἀρέσκει ὑμι̃ν καὶ ὡς δοκει̃ ὑμι̃ν ποιήσατε ἡμι̃ν |
26 καὶ ἐποίησαν αὐτοι̃ς οὕτως καὶ ἐξείλατο αὐτοὺς 'Ιησου̃ς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐκ χειρω̃ν υἱω̃ν Ισραηλ καὶ οὐκ ἀνει̃λον αὐτούς |
27 καὶ κατέστησεν αὐτοὺς 'Ιησου̃ς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ξυλοκόπους καὶ ὑδροφόρους πάση̨ τη̨̃ συναγωγη̨̃ καὶ τω̨̃ θυσιαστηρίω̨ του̃ θεου̃ διὰ του̃το ἐγένοντο οἱ κατοικου̃ντες Γαβαων ξυλοκόποι καὶ ὑδροφόροι του̃ θυσιαστηρίου του̃ θεου̃ ἕως τη̃ς σήμερον ἡμέρας καὶ εἰς τὸν τόπον ὃν ἐὰν ἐκλέξηται κύριος |