Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΡΙΤΑΙ, κεφαλίς 16

1 καὶ ἐπορεύθη Σαμψων εἰς Γάζαν καὶ εἰ̃δεν ἐκει̃ γυναι̃κα πόρνην καὶ εἰση̃λθεν πρὸς αὐτήν
2 καὶ ἀνηγγέλη τοι̃ς Γαζαίοις λέγοντες ἥκει Σαμψων ὡ̃δε καὶ ἐκύκλωσαν καὶ ἐνήδρευσαν ἐπ' αὐτὸν ὅλην τὴν νύκτα ἐν τη̨̃ πύλη̨ τη̃ς πόλεως καὶ ἐκώφευσαν ὅλην τὴν νύκτα λέγοντες ἕως διαφαύση̨ ὁ ὄρθρος καὶ φονεύσωμεν αὐτόν
3 καὶ ἐκοιμήθη Σαμψων ἕως μεσονυκτίου καὶ ἀνέστη ἐν ἡμίσει τη̃ς νυκτὸς καὶ ἐπελάβετο τω̃ν θυρω̃ν τη̃ς πύλης τη̃ς πόλεως σὺν τοι̃ς δυσὶ σταθμοι̃ς καὶ ἀνεβάστασεν αὐτὰς σὺν τω̨̃ μοχλω̨̃ καὶ ἔθηκεν ἐπ' ὤμων αὐτου̃ καὶ ἀνέβη ἐπὶ τὴν κορυφὴν του̃ ὄρους του̃ ἐπὶ προσώπου Χεβρων καὶ ἔθηκεν αὐτὰ ἐκει̃
4 καὶ ἐγένετο μετὰ του̃το καὶ ἠγάπησεν γυναι̃κα ἐν Αλσωρηχ καὶ ὄνομα αὐτη̨̃ Δαλιδα
5 καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τω̃ν ἀλλοφύλων καὶ εἰ̃παν αὐτη̨̃ ἀπάτησον αὐτὸν καὶ ἰδὲ ἐν τίνι ἡ ἰσχὺς αὐτου̃ ἡ μεγάλη καὶ ἐν τίνι δυνησόμεθα αὐτω̨̃ καὶ δήσομεν αὐτὸν του̃ ταπεινω̃σαι αὐτόν καὶ ἡμει̃ς δώσομέν σοι ἀνὴρ χιλίους καὶ ἑκατὸν ἀργυρίου
6 καὶ εἰ̃πεν Δαλιδα πρὸς Σαμψων ἀπάγγειλον δή μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη καὶ ἐν τίνι δεθήση̨ του̃ ταπεινωθη̃ναί σε
7 καὶ εἰ̃πεν πρὸς αὐτὴν Σαμψων ἐὰν δήσωσίν με ἐν ἑπτὰ νευρέαις ὑγραι̃ς μὴ διεφθαρμέναις καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἱ̃ς τω̃ν ἀνθρώπων
8 καὶ ἀνήνεγκαν αὐτη̨̃ οἱ ἄρχοντες τω̃ν ἀλλοφύλων ἑπτὰ νευρὰς ὑγρὰς μὴ διεφθαρμένας καὶ ἔδησεν αὐτὸν ἐν αὐται̃ς
9 καὶ τὸ ἔνεδρον αὐτη̨̃ ἐκάθητο ἐν τω̨̃ ταμιείω̨ καὶ εἰ̃πεν αὐτω̨̃ ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ διέσπασεν τὰς νευρέας ὡς εἴ τις ἀποσπάσοι στρέμμα στιππύου ἐν τω̨̃ ὀσφρανθη̃ναι αὐτὸ πυρός καὶ οὐκ ἐγνώσθη ἡ ἰσχὺς αὐτου̃
10 καὶ εἰ̃πεν Δαλιδα πρὸς Σαμψων ἰδοὺ ἐπλάνησάς με καὶ ἐλάλησας πρός με ψευδη̃ νυ̃ν οὐ̃ν ἀνάγγειλόν μοι ἐν τίνι δεθήση̨
11 καὶ εἰ̃πεν πρὸς αὐτήν ἐὰν δεσμεύοντες δήσωσίν με ἐν καλωδίοις καινοι̃ς οἱ̃ς οὐκ ἐγένετο ἐν αὐτοι̃ς ἔργον καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἱ̃ς τω̃ν ἀνθρώπων
12 καὶ ἔλαβεν Δαλιδα καλώδια καινὰ καὶ ἔδησεν αὐτὸν ἐν αὐτοι̃ς καὶ τὰ ἔνεδρα ἐξη̃λθεν ἐκ του̃ ταμιείου καὶ εἰ̃πεν ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ διέσπασεν αὐτὰ ἀπὸ βραχιόνων αὐτου̃ ὡς σπαρτίον
13 καὶ εἰ̃πεν Δαλιδα πρὸς Σαμψων ἰδοὺ ἐπλάνησάς με καὶ ἐλάλησας πρὸς ἐμὲ ψευδη̃ ἀπάγγειλον δή μοι ἐν τίνι δεθήση̨ καὶ εἰ̃πεν πρὸς αὐτήν ἐὰν ὑφάνη̨ς τὰς ἑπτὰ σειρὰς τη̃ς κεφαλη̃ς μου σὺν τω̨̃ διάσματι καὶ ἐγκρούση̨ς τω̨̃ πασσάλω̨ εἰς τὸν τοι̃χον καὶ ἔσομαι ὡς εἱ̃ς τω̃ν ἀνθρώπων ἀσθενής
14 καὶ ἐγένετο ἐν τω̨̃ κοιμα̃σθαι αὐτὸν καὶ ἔλαβεν Δαλιδα τὰς ἑπτὰ σειρὰς τη̃ς κεφαλη̃ς αὐτου̃ καὶ ὕφανεν ἐν τω̨̃ διάσματι καὶ ἔπηξεν τω̨̃ πασσάλω̨ εἰς τὸν τοι̃χον καὶ εἰ̃πεν ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ ἐξυπνίσθη ἐκ του̃ ὕπνου αὐτου̃ καὶ ἐξη̃ρεν τὸν πάσσαλον του̃ ὑφάσματος ἐκ του̃ τοίχου
15 καὶ εἰ̃πεν Δαλιδα πρὸς Σαμψων πω̃ς λέγεις ἠγάπηκά σε καὶ οὐκ ἔστιν ἡ καρδία σου μετ' ἐμου̃ του̃το τρίτον ἐπλάνησάς με καὶ οὐκ ἀπήγγειλάς μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη
16 καὶ ἐγένετο ὅτε ἐξέθλιψεν αὐτὸν ἐν λόγοις αὐτη̃ς πάσας τὰς ἡμέρας καὶ ἐστενοχώρησεν αὐτόν καὶ ὠλιγοψύχησεν ἕως του̃ ἀποθανει̃ν
17 καὶ ἀνήγγειλεν αὐτη̨̃ τὴν πα̃σαν καρδίαν αὐτου̃ καὶ εἰ̃πεν αὐτη̨̃ σίδηρος οὐκ ἀνέβη ἐπὶ τὴν κεφαλήν μου ὅτι ἅγιος θεου̃ ἐγώ εἰμι ἀπὸ κοιλίας μητρός μου ἐὰν οὐ̃ν ξυρήσωμαι ἀποστήσεται ἀπ' ἐμου̃ ἡ ἰσχύς μου καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς πάντες οἱ ἄνθρωποι
18 καὶ εἰ̃δεν Δαλιδα ὅτι ἀπήγγειλεν αὐτη̨̃ πα̃σαν τὴν καρδίαν αὐτου̃ καὶ ἀπέστειλεν καὶ ἐκάλεσεν τοὺς ἄρχοντας τω̃ν ἀλλοφύλων λέγουσα ἀνάβητε ἔτι τὸ ἅπαξ του̃το ὅτι ἀπήγγειλέν μοι τὴν πα̃σαν καρδίαν αὐτου̃ καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τω̃ν ἀλλοφύλων καὶ ἀνήνεγκαν τὸ ἀργύριον ἐν χερσὶν αὐτω̃ν
19 καὶ ἐκοίμισεν Δαλιδα τὸν Σαμψων ἐπὶ τὰ γόνατα αὐτη̃ς καὶ ἐκάλεσεν ἄνδρα καὶ ἐξύρησεν τὰς ἑπτὰ σειρὰς τη̃ς κεφαλη̃ς αὐτου̃ καὶ ἤρξατο ταπεινω̃σαι αὐτόν καὶ ἀπέστη ἡ ἰσχὺς αὐτου̃ ἀπ' αὐτου̃
20 καὶ εἰ̃πεν Δαλιδα ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ ἐξυπνίσθη ἐκ του̃ ὕπνου αὐτου̃ καὶ εἰ̃πεν ἐξελεύσομαι ὡς ἅπαξ καὶ ἅπαξ καὶ ἐκτιναχθήσομαι καὶ αὐτὸς οὐκ ἔγνω ὅτι ἀπέστη ὁ κύριος ἀπάνωθεν αὐτου̃
21 καὶ ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι καὶ ἐξέκοψαν τοὺς ὀφθαλμοὺς αὐτου̃ καὶ κατήνεγκαν αὐτὸν εἰς Γάζαν καὶ ἐπέδησαν αὐτὸν ἐν πέδαις χαλκείαις καὶ ἠ̃ν ἀλήθων ἐν οἴκω̨ του̃ δεσμωτηρίου
22 καὶ ἤρξατο θρὶξ τη̃ς κεφαλη̃ς αὐτου̃ βλαστάνειν καθὼς ἐξυρήσατο
23 καὶ οἱ ἄρχοντες τω̃ν ἀλλοφύλων συνήχθησαν θυ̃σαι θυσίασμα μέγα τω̨̃ Δαγων θεω̨̃ αὐτω̃ν καὶ εὐφρανθη̃ναι καὶ εἰ̃παν ἔδωκεν ὁ θεὸς ἐν χειρὶ ἡμω̃ν τὸν Σαμψων τὸν ἐχθρὸν ἡμω̃ν
24 καὶ εἰ̃δαν αὐτὸν ὁ λαὸς καὶ ὕμνησαν τὸν θεὸν αὐτω̃ν ὅτι παρέδωκεν ὁ θεὸς ἡμω̃ν τὸν ἐχθρὸν ἡμω̃ν ἐν χειρὶ ἡμω̃ν τὸν ἐρημου̃ντα τὴν γη̃ν ἡμω̃ν καὶ ὃς ἐπλήθυνεν τοὺς τραυματίας ἡμω̃ν
25 καὶ ὅτε ἠγαθύνθη ἡ καρδία αὐτω̃ν καὶ εἰ̃παν καλέσατε τὸν Σαμψων ἐξ οἴκου φυλακη̃ς καὶ παιξάτω ἐνώπιον ἡμω̃ν καὶ ἐκάλεσαν τὸν Σαμψων ἀπὸ οἴκου δεσμωτηρίου καὶ ἔπαιζεν ἐνώπιον αὐτω̃ν καὶ ἐρράπιζον αὐτὸν καὶ ἔστησαν αὐτὸν ἀνὰ μέσον τω̃ν κιόνων
26 καὶ εἰ̃πεν Σαμψων πρὸς τὸν νεανίαν τὸν κρατου̃ντα τὴν χει̃ρα αὐτου̃ ἄφες με καὶ ψηλαφήσω τοὺς κίονας ἐφ' οἱ̃ς ὁ οἰ̃κος στήκει ἐπ' αὐτούς καὶ ἐπιστηριχθήσομαι ἐπ' αὐτούς
27 καὶ ὁ οἰ̃κος πλήρης τω̃ν ἀνδρω̃ν καὶ τω̃ν γυναικω̃ν καὶ ἐκει̃ πάντες οἱ ἄρχοντες τω̃ν ἀλλοφύλων καὶ ἐπὶ τὸ δω̃μα ὡς ἑπτακόσιοι ἄνδρες καὶ γυναι̃κες οἱ θεωρου̃ντες ἐν παιγνίαις Σαμψων
28 καὶ ἔκλαυσεν Σαμψων πρὸς κύριον καὶ εἰ̃πεν Αδωναιε κύριε μνήσθητι δή μου νυ̃ν καὶ ἐνίσχυσόν με ἔτι τὸ ἅπαξ του̃το θεέ καὶ ἀνταποδώσω ἀνταπόδοσιν μίαν περὶ τω̃ν δύο ὀφθαλμω̃ν μου τοι̃ς ἀλλοφύλοις
29 καὶ περιέλαβεν Σαμψων τοὺς δύο κίονας του̃ οἴκου ἐφ' οὓς ὁ οἰ̃κος εἱστήκει καὶ ἐπεστηρίχθη ἐπ' αὐτοὺς καὶ ἐκράτησεν ἕνα τη̨̃ δεξια̨̃ αὐτου̃ καὶ ἕνα τη̨̃ ἀριστερα̨̃ αὐτου̃
30 καὶ εἰ̃πεν Σαμψων ἀποθανέτω ψυχή μου μετὰ ἀλλοφύλων καὶ ἐβάσταξεν ἐν ἰσχύι καὶ ἔπεσεν ὁ οἰ̃κος ἐπὶ τοὺς ἄρχοντας καὶ ἐπὶ πάντα τὸν λαὸν τὸν ἐν αὐτω̨̃ καὶ ἠ̃σαν οἱ τεθνηκότες οὓς ἐθανάτωσεν Σαμψων ἐν τω̨̃ θανάτω̨ αὐτου̃ πλείους ἢ οὓς ἐθανάτωσεν ἐν τη̨̃ ζωη̨̃ αὐτου̃
31 καὶ κατέβησαν οἱ ἀδελφοὶ αὐτου̃ καὶ ὁ οἰ̃κος του̃ πατρὸς αὐτου̃ καὶ ἔλαβον αὐτὸν καὶ ἀνέβησαν καὶ ἔθαψαν αὐτὸν ἀνὰ μέσον Σαραα καὶ ἀνὰ μέσον Εσθαολ ἐν τω̨̃ τάφω̨ Μανωε του̃ πατρὸς αὐτου̃ καὶ αὐτὸς ἔκρινεν τὸν Ισραηλ εἴκοσι ἔτη
Читать далее:ΚΡΙΤΑΙ, κεφαλίς 17
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).