1 καὶ ἐξη̃λθον πάντες οἱ υἱοὶ Ισραηλ καὶ ἐξεκκλησιάσθη ἡ συναγωγὴ ὡς ἀνὴρ εἱ̃ς ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε καὶ γη̃ του̃ Γαλααδ πρὸς κύριον εἰς Μασσηφα |
2 καὶ ἐστάθησαν κατὰ πρόσωπον κυρίου πα̃σαι αἱ φυλαὶ του̃ Ισραηλ ἐν ἐκκλησία̨ του̃ λαου̃ του̃ θεου̃ τετρακόσιαι χιλιάδες ἀνδρω̃ν πεζω̃ν ἕλκοντες ῥομφαίαν |
3 καὶ ἤκουσαν οἱ υἱοὶ Βενιαμιν ὅτι ἀνέβησαν οἱ υἱοὶ Ισραηλ εἰς Μασσηφα καὶ ἐλθόντες εἰ̃παν οἱ υἱοὶ Ισραηλ λαλήσατε που̃ ἐγένετο ἡ πονηρία αὕτη |
4 καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ Λευίτης ὁ ἀνὴρ τη̃ς γυναικὸς τη̃ς φονευθείσης καὶ εἰ̃πεν εἰς Γαβαα τη̃ς Βενιαμιν ἠ̃λθον ἐγὼ καὶ ἡ παλλακή μου του̃ αὐλισθη̃ναι |
5 καὶ ἀνέστησαν ἐπ' ἐμὲ οἱ ἄνδρες τη̃ς Γαβαα καὶ ἐκύκλωσαν ἐπ' ἐμὲ ἐπὶ τὴν οἰκίαν νυκτός ἐμὲ ἠθέλησαν φονευ̃σαι καὶ τὴν παλλακήν μου ἐταπείνωσαν καὶ ἀπέθανεν |
6 καὶ ἐκράτησα τὴν παλλακήν μου καὶ ἐμέλισα αὐτὴν καὶ ἀπέστειλα ἐν παντὶ ὁρίω̨ κληρονομίας υἱω̃ν Ισραηλ ὅτι ἐποίησαν ζεμα καὶ ἀπόπτωμα ἐν Ισραηλ |
7 ἰδοὺ πάντες ὑμει̃ς υἱοὶ Ισραηλ δότε ἑαυτοι̃ς λόγον καὶ βουλὴν ἐκει̃ |
8 καὶ ἀνέστη πα̃ς ὁ λαὸς ὡς ἀνὴρ εἱ̃ς λέγοντες οὐκ ἀπελευσόμεθα ἀνὴρ εἰς σκήνωμα αὐτου̃ καὶ οὐκ ἐπιστρέψομεν ἀνὴρ εἰς οἰ̃κον αὐτου̃ |
9 καὶ νυ̃ν του̃το τὸ ῥη̃μα ὃ ποιηθήσεται τη̨̃ Γαβαα ἀναβησόμεθα ἐπ' αὐτὴν ἐν κλήρω̨ |
10 πλὴν λημψόμεθα δέκα ἄνδρας τοι̃ς ἑκατὸν εἰς πάσας φυλὰς Ισραηλ καὶ ἑκατὸν τοι̃ς χιλίοις καὶ χιλίους τοι̃ς μυρίοις λαβει̃ν ἐπισιτισμὸν του̃ ποιη̃σαι ἐλθει̃ν αὐτοὺς εἰς Γαβαα Βενιαμιν ποιη̃σαι αὐτη̨̃ κατὰ πα̃ν τὸ ἀπόπτωμα ὃ ἐποίησεν ἐν Ισραηλ |
11 καὶ συνήχθη πα̃ς ἀνὴρ Ισραηλ εἰς τὴν πόλιν ὡς ἀνὴρ εἱ̃ς |
12 καὶ ἀπέστειλαν αἱ φυλαὶ Ισραηλ ἄνδρας ἐν πάση̨ φυλη̨̃ Βενιαμιν λέγοντες τίς ἡ πονηρία αὕτη ἡ γενομένη ἐν ὑμι̃ν |
13 καὶ νυ̃ν δότε τοὺς ἄνδρας υἱοὺς παρανόμων τοὺς ἐν Γαβαα καὶ θανατώσομεν αὐτοὺς καὶ ἐκκαθαριου̃μεν πονηρίαν ἀπὸ Ισραηλ καὶ οὐκ εὐδόκησαν οἱ υἱοὶ Βενιαμιν ἀκου̃σαι τη̃ς φωνη̃ς τω̃ν ἀδελφω̃ν αὐτω̃ν υἱω̃ν Ισραηλ |
14 καὶ συνήχθησαν οἱ υἱοὶ Βενιαμιν ἀπὸ τω̃ν πόλεων αὐτω̃ν εἰς Γαβαα ἐξελθει̃ν εἰς παράταξιν πρὸς υἱοὺς Ισραηλ |
15 καὶ ἐπεσκέπησαν οἱ υἱοὶ Βενιαμιν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἀπὸ τω̃ν πόλεων εἴκοσι τρει̃ς χιλιάδες ἀνὴρ ἕλκων ῥομφαίαν ἐκτὸς τω̃ν οἰκούντων τὴν Γαβαα οἳ ἐπεσκέπησαν ἑπτακόσιοι ἄνδρες ἐκλεκτοὶ |
16 ἐκ παντὸς λαου̃ ἀμφοτεροδέξιοι πάντες οὑ̃τοι σφενδονη̃ται ἐν λίθοις πρὸς τρίχα καὶ οὐκ ἐξαμαρτάνοντες |
17 καὶ ἀνὴρ Ισραηλ ἐπεσκέπησαν ἐκτὸς του̃ Βενιαμιν τετρακόσιαι χιλιάδες ἀνδρω̃ν ἑλκόντων ῥομφαίαν πάντες οὑ̃τοι ἄνδρες παρατάξεως |
18 καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς Βαιθηλ καὶ ἠρώτησαν ἐν τω̨̃ θεω̨̃ καὶ εἰ̃παν οἱ υἱοὶ Ισραηλ τίς ἀναβήσεται ἡμι̃ν ἐν ἀρχη̨̃ εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμιν καὶ εἰ̃πεν κύριος Ιουδας ἐν ἀρχη̨̃ ἀναβήσεται ἀφηγούμενος |
19 καὶ ἀνέστησαν οἱ υἱοὶ Ισραηλ τὸ πρωὶ καὶ παρενέβαλον ἐπὶ Γαβαα |
20 καὶ ἐξη̃λθον πα̃ς ἀνὴρ Ισραηλ εἰς παράταξιν πρὸς Βενιαμιν καὶ συνη̃ψαν αὐτοι̃ς ἐπὶ Γαβαα |
21 καὶ ἐξη̃λθον οἱ υἱοὶ Βενιαμιν ἀπὸ τη̃ς Γαβαα καὶ διέφθειραν ἐν Ισραηλ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ δύο καὶ εἴκοσι χιλιάδας ἀνδρω̃ν ἐπὶ τὴν γη̃ν |
22 καὶ ἐνίσχυσαν ἀνὴρ Ισραηλ καὶ προσέθηκαν συνάψαι παράταξιν ἐν τω̨̃ τόπω̨ ὅπου συνη̃ψαν ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ πρώτη̨ |
23 καὶ ἀνέβησαν οἱ υἱοὶ Ισραηλ καὶ ἔκλαυσαν ἐνώπιον κυρίου ἕως ἑσπέρας καὶ ἠρώτησαν ἐν κυρίω̨ λέγοντες εἰ προσθω̃μεν ἐγγίσαι εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμιν ἀδελφοὺς ἡμω̃ν καὶ εἰ̃πεν κύριος ἀνάβητε πρὸς αὐτούς |
24 καὶ προση̃λθον οἱ υἱοὶ Ισραηλ πρὸς υἱοὺς Βενιαμιν ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ δευτέρα̨ |
25 καὶ ἐξη̃λθον οἱ υἱοὶ Βενιαμιν εἰς συνάντησιν αὐτοι̃ς ἀπὸ τη̃ς Γαβαα ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ δευτέρα̨ καὶ διέφθειραν ἀπὸ υἱω̃ν Ισραηλ ἔτι ὀκτωκαίδεκα χιλιάδας ἀνδρω̃ν ἐπὶ τὴν γη̃ν πάντες οὑ̃τοι ἕλκοντες ῥομφαίαν |
26 καὶ ἀνέβησαν πάντες οἱ υἱοὶ Ισραηλ καὶ πα̃ς ὁ λαὸς καὶ ἠ̃λθον εἰς Βαιθηλ καὶ ἔκλαυσαν καὶ ἐκάθισαν ἐκει̃ ἐνώπιον κυρίου καὶ ἐνήστευσαν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἕως ἑσπέρας καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας ἐνώπιον κυρίου |
27 ὅτι ἐκει̃ κιβωτὸς διαθήκης κυρίου του̃ θεου̃ |
28 καὶ Φινεες υἱὸς Ελεαζαρ υἱου̃ Ααρων παρεστηκὼς ἐνώπιον αὐτη̃ς ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ ἐπηρώτησαν οἱ υἱοὶ Ισραηλ ἐν κυρίω̨ λέγοντες εἰ προσθω̃μεν ἔτι ἐξελθει̃ν εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμιν ἀδελφοὺς ἡμω̃ν ἢ ἐπίσχωμεν καὶ εἰ̃πεν κύριος ἀνάβητε ὅτι αὔριον δώσω αὐτοὺς εἰς τὰς χει̃ρας ὑμω̃ν |
29 καὶ ἔθηκαν οἱ υἱοὶ Ισραηλ ἔνεδρα τη̨̃ Γαβαα κύκλω̨ |
30 καὶ ἀνέβησαν οἱ υἱοὶ Ισραηλ πρὸς υἱοὺς Βενιαμιν ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ καὶ συνη̃ψαν πρὸς τὴν Γαβαα ὡς ἅπαξ καὶ ἅπαξ |
31 καὶ ἐξη̃λθον οἱ υἱοὶ Βενιαμιν εἰς συνάντησιν του̃ λαου̃ καὶ ἐξεκενώθησαν τη̃ς πόλεως καὶ ἤρξαντο πατάσσειν ἀπὸ του̃ λαου̃ τραυματίας ὡς ἅπαξ καὶ ἅπαξ ἐν ται̃ς ὁδοι̃ς ἥ ἐστιν μία ἀναβαίνουσα εἰς Βαιθηλ καὶ μία εἰς Γαβαα ἐν ἀγρω̨̃ ὡς τριάκοντα ἄνδρας ἐν Ισραηλ |
32 καὶ εἰ̃παν οἱ υἱοὶ Βενιαμιν πίπτουσιν ἐνώπιον ἡμω̃ν ὡς τὸ πρω̃τον καὶ οἱ υἱοὶ Ισραηλ εἰ̃πον φύγωμεν καὶ ἐκκενώσωμεν αὐτοὺς ἀπὸ τη̃ς πόλεως εἰς τὰς ὁδούς καὶ ἐποίησαν οὕτως |
33 καὶ πα̃ς ἀνὴρ ἀνέστη ἐκ του̃ τόπου αὐτου̃ καὶ συνη̃ψαν ἐν Βααλθαμαρ καὶ τὸ ἔνεδρον Ισραηλ ἐπήρχετο ἐκ του̃ τόπου αὐτου̃ ἀπὸ Μααραγαβε |
34 καὶ ἠ̃λθον ἐξ ἐναντίας Γαβαα δέκα χιλιάδες ἀνδρω̃ν ἐκλεκτω̃ν ἐκ παντὸς Ισραηλ καὶ παράταξις βαρει̃α καὶ αὐτοὶ οὐκ ἔγνωσαν ὅτι φθάνει ἐπ' αὐτοὺς ἡ κακία |
35 καὶ ἐπάταξεν κύριος τὸν Βενιαμιν ἐνώπιον υἱω̃ν Ισραηλ καὶ διέφθειραν οἱ υἱοὶ Ισραηλ ἐκ του̃ Βενιαμιν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ εἴκοσι καὶ πέντε χιλιάδας καὶ ἑκατὸν ἄνδρας πάντες οὑ̃τοι εἱ̃λκον ῥομφαίαν |
36 καὶ εἰ̃δον οἱ υἱοὶ Βενιαμιν ὅτι ἐπλήγησαν καὶ ἔδωκεν ἀνὴρ Ισραηλ τόπον τω̨̃ Βενιαμιν ὅτι ἤλπισαν πρὸς τὸ ἔνεδρον ὃ ἔθηκαν ἐπὶ τὴν Γαβαα |
37 καὶ ἐν τω̨̃ αὐτοὺς ὑποχωρη̃σαι καὶ τὸ ἔνεδρον ἐκινήθη καὶ ἐξέτειναν ἐπὶ τὴν Γαβαα καὶ ἐξεχύθη τὸ ἔνεδρον καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας |
38 καὶ σημει̃ον ἠ̃ν τοι̃ς υἱοι̃ς Ισραηλ μετὰ του̃ ἐνέδρου τη̃ς μάχης ἀνενέγκαι αὐτοὺς σύσσημον καπνου̃ ἀπὸ τη̃ς πόλεως |
39 καὶ εἰ̃δον οἱ υἱοὶ Ισραηλ ὅτι προκατελάβετο τὸ ἔνεδρον τὴν Γαβαα καὶ ἔστησαν ἐν τη̨̃ παρατάξει καὶ Βενιαμιν ἤρξατο πατάσσειν τραυματίας ἐν ἀνδράσιν Ισραηλ ὡς τριάκοντα ἄνδρας ὅτι εἰ̃παν πάλιν πτώσει πίπτουσιν ἐνώπιον ἡμω̃ν ὡς ἡ παράταξις ἡ πρώτη |
40 καὶ τὸ σύσσημον ἀνέβη ἐπὶ πλει̃ον ἐπὶ τη̃ς πόλεως ὡς στυ̃λος καπνου̃ καὶ ἐπέβλεψεν Βενιαμιν ὀπίσω αὐτου̃ καὶ ἰδοὺ ἀνέβη ἡ συντέλεια τη̃ς πόλεως ἕως οὐρανου̃ |
41 καὶ ἀνὴρ Ισραηλ ἐπέστρεψεν καὶ ἔσπευσαν ἄνδρες Βενιαμιν ὅτι εἰ̃δον ὅτι συνήντησεν ἐπ' αὐτοὺς ἡ πονηρία |
42 καὶ ἐπέβλεψαν ἐνώπιον υἱω̃ν Ισραηλ εἰς ὁδὸν τη̃ς ἐρήμου καὶ ἔφυγον καὶ ἡ παράταξις ἔφθασεν ἐπ' αὐτούς καὶ οἱ ἀπὸ τω̃ν πόλεων διέφθειρον αὐτοὺς ἐν μέσω̨ αὐτω̃ν |
43 καὶ κατέκοπτον τὸν Βενιαμιν καὶ ἐδίωξαν αὐτὸν ἀπὸ Νουα κατὰ πόδα αὐτου̃ ἕως ἀπέναντι Γαβαα πρὸς ἀνατολὰς ἡλίου |
44 καὶ ἔπεσαν ἀπὸ Βενιαμιν δέκα ὀκτὼ χιλιάδες ἀνδρω̃ν οἱ πάντες οὑ̃τοι ἄνδρες δυνάμεως |
45 καὶ ἐπέβλεψαν οἱ λοιποὶ καὶ ἔφευγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν του̃ Ρεμμων καὶ ἐκαλαμήσαντο ἐξ αὐτω̃ν οἱ υἱοὶ Ισραηλ πεντακισχιλίους ἄνδρας καὶ κατέβησαν ὀπίσω αὐτω̃ν οἱ υἱοὶ Ισραηλ ἕως Γεδαν καὶ ἐπάταξαν ἐξ αὐτω̃ν δισχιλίους ἄνδρας |
46 καὶ ἐγένοντο πάντες οἱ πίπτοντες ἀπὸ Βενιαμιν εἴκοσι πέντε χιλιάδες ἀνδρω̃ν ἑλκόντων ῥομφαίαν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ οἱ πάντες οὑ̃τοι ἄνδρες δυνάμεως |
47 καὶ ἐπέβλεψαν οἱ λοιποὶ καὶ ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν του̃ Ρεμμων ἑξακόσιοι ἄνδρες καὶ ἐκάθισαν ἐν πέτρα̨ Ρεμμων τέσσαρας μη̃νας |
48 καὶ οἱ υἱοὶ Ισραηλ ἐπέστρεψαν πρὸς υἱοὺς Βενιαμιν καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας ἀπὸ πόλεως Μεθλα καὶ ἕως κτήνους καὶ ἕως παντὸς του̃ εὑρισκομένου εἰς πάσας τὰς πόλεις καὶ τὰς πόλεις τὰς εὑρεθείσας ἐνέπρησαν ἐν πυρί |