Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΘΡΗΝΟΙ, κεφαλίς 5

μνήσθητι κύριε ὅ τι ἐγενήθη ἡμι̃ν ἐπίβλεψον καὶ ἰδὲ τὸν ὀνειδισμὸν ἡμω̃ν
κληρονομία ἡμω̃ν μετεστράφη ἀλλοτρίοις οἱ οἰ̃κοι ἡμω̃ν ξένοις
ὀρφανοὶ ἐγενήθημεν οὐχ ὑπάρχει πατήρ μητέρες ἡμω̃ν ὡς αἱ χη̃ραι
ἐξ ἡμερω̃ν ἡμω̃ν ξύλα ἡμω̃ν ἐν ἀλλάγματι ἠ̃λθεν
ἐπὶ τὸν τράχηλον ἡμω̃ν ἐδιώχθημεν ἐκοπιάσαμεν οὐκ ἀνεπαύθημεν
Αἴγυπτος ἔδωκεν χει̃ρα Ασσουρ εἰς πλησμονὴν αὐτω̃ν
οἱ πατέρες ἡμω̃ν ἥμαρτον οὐχ ὑπάρχουσιν ἡμει̃ς τὰ ἀνομήματα αὐτω̃ν ὑπέσχομεν
δου̃λοι ἐκυρίευσαν ἡμω̃ν λυτρούμενος οὐκ ἔστιν ἐκ τη̃ς χειρὸς αὐτω̃ν
ἐν ται̃ς ψυχαι̃ς ἡμω̃ν εἰσοίσομεν ἄρτον ἡμω̃ν ἀπὸ προσώπου ῥομφαίας τη̃ς ἐρήμου
10 τὸ δέρμα ἡμω̃ν ὡς κλίβανος ἐπελειώθη συνεσπάσθησαν ἀπὸ προσώπου καταιγίδων λιμου̃
11 γυναι̃κας ἐν Σιων ἐταπείνωσαν παρθένους ἐν πόλεσιν Ιουδα
12 ἄρχοντες ἐν χερσὶν αὐτω̃ν ἐκρεμάσθησαν πρεσβύτεροι οὐκ ἐδοξάσθησαν
13 ἐκλεκτοὶ κλαυθμὸν ἀνέλαβον καὶ νεανίσκοι ἐν ξύλω̨ ἠσθένησαν
14 καὶ πρεσβυ̃ται ἀπὸ πύλης κατέπαυσαν ἐκλεκτοὶ ἐκ ψαλμω̃ν αὐτω̃ν κατέπαυσαν
15 κατέλυσεν χαρὰ καρδίας ἡμω̃ν ἐστράφη εἰς πένθος ὁ χορὸς ἡμω̃ν
16 ἔπεσεν ὁ στέφανος τη̃ς κεφαλη̃ς ἡμω̃ν οὐαὶ δὴ ἡμι̃ν ὅτι ἡμάρτομεν
17 περὶ τούτου ἐγενήθη ὀδυνηρὰ ἡ καρδία ἡμω̃ν περὶ τούτου ἐσκότασαν οἱ ὀφθαλμοὶ ἡμω̃ν
18 ἐπ' ὄρος Σιων ὅτι ἠφανίσθη ἀλώπεκες διη̃λθον ἐν αὐτη̨̃
19 σὺ δέ κύριε εἰς τὸν αἰω̃να κατοικήσεις ὁ θρόνος σου εἰς γενεὰν καὶ γενεάν
20 ἵνα τί εἰς νει̃κος ἐπιλήση̨ ἡμω̃ν καταλείψεις ἡμα̃ς εἰς μακρότητα ἡμερω̃ν
21 ἐπίστρεψον ἡμα̃ς κύριε πρὸς σέ καὶ ἐπιστραφησόμεθα καὶ ἀνακαίνισον ἡμέρας ἡμω̃ν καθὼς ἔμπροσθεν
22 ὅτι ἀπωθούμενος ἀπώσω ἡμα̃ς ὠργίσθης ἐφ' ἡμα̃ς ἕως σφόδρα
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).