ΛΕΥΙΤΙΚΟΝ,
κεφαλίς 2
1 ἐὰν δὲ ψυχὴ προσφέρη̨ δω̃ρον θυσίαν τω̨̃ κυρίω̨ σεμίδαλις ἔσται τὸ δω̃ρον αὐτου̃ καὶ ἐπιχεει̃ ἐπ' αὐτὸ ἔλαιον καὶ ἐπιθήσει ἐπ' αὐτὸ λίβανον θυσία ἐστίν |
2 καὶ οἴσει πρὸς τοὺς υἱοὺς Ααρων τοὺς ἱερει̃ς καὶ δραξάμενος ἀπ' αὐτη̃ς πλήρη τὴν δράκα ἀπὸ τη̃ς σεμιδάλεως σὺν τω̨̃ ἐλαίω̨ καὶ πάντα τὸν λίβανον αὐτη̃ς καὶ ἐπιθήσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτη̃ς ἐπὶ τὸ θυσιαστήριον θυσία ὀσμὴ εὐωδίας τω̨̃ κυρίω̨ |
3 καὶ τὸ λοιπὸν ἀπὸ τη̃ς θυσίας Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ ἅγιον τω̃ν ἁγίων ἀπὸ τω̃ν θυσιω̃ν κυρίου |
4 ἐὰν δὲ προσφέρη̨ δω̃ρον θυσίαν πεπεμμένην ἐν κλιβάνω̨ δω̃ρον κυρίω̨ ἐκ σεμιδάλεως ἄρτους ἀζύμους πεφυραμένους ἐν ἐλαίω̨ καὶ λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίω̨ |
5 ἐὰν δὲ θυσία ἀπὸ τηγάνου τὸ δω̃ρόν σου σεμίδαλις πεφυραμένη ἐν ἐλαίω̨ ἄζυμα ἔσται |
6 καὶ διαθρύψεις αὐτὰ κλάσματα καὶ ἐπιχεει̃ς ἐπ' αὐτὰ ἔλαιον θυσία ἐστὶν κυρίω̨ |
7 ἐὰν δὲ θυσία ἀπὸ ἐσχάρας τὸ δω̃ρόν σου σεμίδαλις ἐν ἐλαίω̨ ποιηθήσεται |
8 καὶ προσοίσει τὴν θυσίαν ἣν ἂν ποιη̨̃ ἐκ τούτων τω̨̃ κυρίω̨ καὶ προσοίσει πρὸς τὸν ἱερέα καὶ προσεγγίσας πρὸς τὸ θυσιαστήριον |
9 ἀφελει̃ ὁ ἱερεὺς ἀπὸ τη̃ς θυσίας τὸ μνημόσυνον αὐτη̃ς καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον κάρπωμα ὀσμὴ εὐωδίας κυρίω̨ |
10 τὸ δὲ καταλειφθὲν ἀπὸ τη̃ς θυσίας Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ ἅγια τω̃ν ἁγίων ἀπὸ τω̃ν καρπωμάτων κυρίου |
11 πα̃σαν θυσίαν ἣν ἂν προσφέρητε κυρίω̨ οὐ ποιήσετε ζυμωτόν πα̃σαν γὰρ ζύμην καὶ πα̃ν μέλι οὐ προσοίσετε ἀπ' αὐτου̃ καρπω̃σαι κυρίω̨ |
12 δω̃ρον ἀπαρχη̃ς προσοίσετε αὐτὰ κυρίω̨ ἐπὶ δὲ τὸ θυσιαστήριον οὐκ ἀναβιβασθήσεται εἰς ὀσμὴν εὐωδίας κυρίω̨ |
13 καὶ πα̃ν δω̃ρον θυσίας ὑμω̃ν ἁλὶ ἁλισθήσεται οὐ διαπαύσετε ἅλα διαθήκης κυρίου ἀπὸ θυσιασμάτων ὑμω̃ν ἐπὶ παντὸς δώρου ὑμω̃ν προσοίσετε κυρίω̨ τω̨̃ θεω̨̃ ὑμω̃ν ἅλας |
14 ἐὰν δὲ προσφέρη̨ς θυσίαν πρωτογενημάτων τω̨̃ κυρίω̨ νέα πεφρυγμένα χίδρα ἐρικτὰ τω̨̃ κυρίω̨ καὶ προσοίσεις τὴν θυσίαν τω̃ν πρωτογενημάτων |
15 καὶ ἐπιχεει̃ς ἐπ' αὐτὴν ἔλαιον καὶ ἐπιθήσεις ἐπ' αὐτὴν λίβανον θυσία ἐστίν |
16 καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτη̃ς ἀπὸ τω̃ν χίδρων σὺν τω̨̃ ἐλαίω̨ καὶ πάντα τὸν λίβανον αὐτη̃ς κάρπωμά ἐστιν κυρίω̨ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.