ΛΕΥΙΤΙΚΟΝ,
κεφαλίς 3
1 ἐὰν δὲ θυσία σωτηρίου τὸ δω̃ρον αὐτου̃ τω̨̃ κυρίω̨ ἐὰν μὲν ἐκ τω̃ν βοω̃ν αὐτου̃ προσαγάγη̨ ἐάν τε ἄρσεν ἐάν τε θη̃λυ ἄμωμον προσάξει αὐτὸ ἐναντίον κυρίου |
2 καὶ ἐπιθήσει τὰς χει̃ρας ἐπὶ τὴν κεφαλὴν του̃ δώρου καὶ σφάξει αὐτὸ παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ προσχεου̃σιν οἱ υἱοὶ Ααρων οἱ ἱερει̃ς τὸ αἱ̃μα ἐπὶ τὸ θυσιαστήριον τω̃ν ὁλοκαυτωμάτων κύκλω̨ |
3 καὶ προσάξουσιν ἀπὸ τη̃ς θυσίας του̃ σωτηρίου κάρπωμα κυρίω̨ τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν καὶ πα̃ν τὸ στέαρ τὸ ἐπὶ τη̃ς κοιλίας |
4 καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτω̃ν τὸ ἐπὶ τω̃ν μηρίων καὶ τὸν λοβὸν τὸν ἐπὶ του̃ ἥπατος σὺν τοι̃ς νεφροι̃ς περιελει̃ |
5 καὶ ἀνοίσουσιν αὐτὰ οἱ υἱοὶ Ααρων οἱ ἱερει̃ς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὰ ὁλοκαυτώματα ἐπὶ τὰ ξύλα τὰ ἐπὶ του̃ πυρὸς ἐπὶ του̃ θυσιαστηρίου κάρπωμα ὀσμὴ εὐωδίας κυρίω̨ |
6 ἐὰν δὲ ἀπὸ τω̃ν προβάτων τὸ δω̃ρον αὐτου̃ θυσίαν σωτηρίου τω̨̃ κυρίω̨ ἄρσεν ἢ θη̃λυ ἄμωμον προσοίσει αὐτό |
7 ἐὰν ἄρνα προσαγάγη̨ τὸ δω̃ρον αὐτου̃ προσάξει αὐτὸ ἔναντι κυρίου |
8 καὶ ἐπιθήσει τὰς χει̃ρας ἐπὶ τὴν κεφαλὴν του̃ δώρου αὐτου̃ καὶ σφάξει αὐτὸ παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ προσχεου̃σιν οἱ υἱοὶ Ααρων οἱ ἱερει̃ς τὸ αἱ̃μα ἐπὶ τὸ θυσιαστήριον κύκλω̨ |
9 καὶ προσοίσει ἀπὸ τη̃ς θυσίας του̃ σωτηρίου κάρπωμα τω̨̃ θεω̨̃ τὸ στέαρ καὶ τὴν ὀσφὺν ἄμωμον σὺν ται̃ς ψόαις περιελει̃ αὐτό καὶ τὸ στέαρ τη̃ς κοιλίας |
10 καὶ ἀμφοτέρους τοὺς νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτω̃ν τὸ ἐπὶ τω̃ν μηρίων καὶ τὸν λοβὸν τὸν ἐπὶ του̃ ἥπατος σὺν τοι̃ς νεφροι̃ς περιελών |
11 ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον ὀσμὴ εὐωδίας κάρπωμα κυρίω̨ |
12 ἐὰν δὲ ἀπὸ τω̃ν αἰγω̃ν τὸ δω̃ρον αὐτου̃ καὶ προσάξει ἔναντι κυρίου |
13 καὶ ἐπιθήσει τὰς χει̃ρας ἐπὶ τὴν κεφαλὴν αὐτου̃ καὶ σφάξουσιν αὐτὸ ἔναντι κυρίου παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ προσχεου̃σιν οἱ υἱοὶ Ααρων οἱ ἱερει̃ς τὸ αἱ̃μα ἐπὶ τὸ θυσιαστήριον κύκλω̨ |
14 καὶ ἀνοίσει ἐπ' αὐτου̃ κάρπωμα κυρίω̨ τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν καὶ πα̃ν τὸ στέαρ τὸ ἐπὶ τη̃ς κοιλίας |
15 καὶ ἀμφοτέρους τοὺς νεφροὺς καὶ πα̃ν τὸ στέαρ τὸ ἐπ' αὐτω̃ν τὸ ἐπὶ τω̃ν μηρίων καὶ τὸν λοβὸν του̃ ἥπατος σὺν τοι̃ς νεφροι̃ς περιελει̃ |
16 καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον κάρπωμα ὀσμὴ εὐωδίας τω̨̃ κυρίω̨ πα̃ν τὸ στέαρ τω̨̃ κυρίω̨ |
17 νόμιμον εἰς τὸν αἰω̃να εἰς τὰς γενεὰς ὑμω̃ν ἐν πάση̨ κατοικία̨ ὑμω̃ν πα̃ν στέαρ καὶ πα̃ν αἱ̃μα οὐκ ἔδεσθε |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.