1 ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τω̃ν πεπληροφορημένων ἐν ἡμι̃ν πραγμάτων |
2 καθὼς παρέδοσαν ἡμι̃ν οἱ ἀπ' ἀρχη̃ς αὐτόπται καὶ ὑπηρέται γενόμενοι του̃ λόγου |
3 ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πα̃σιν ἀκριβω̃ς καθεξη̃ς σοι γράψαι κράτιστε Θεόφιλε |
4 ἵνα ἐπιγνω̨̃ς περὶ ὡ̃ν κατηχήθης λόγων τὴν ἀσφάλειαν |
5 ἐγένετο ἐν ται̃ς ἡμέραις ‘Ηρώ̨δου βασιλέως τη̃ς ’Ιουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας ’Αβιά καὶ γυνὴ αὐτω̨̃ ἐκ τω̃ν θυγατέρων ’Ααρών καὶ τò ὄνομα αὐτη̃ς ’Ελισάβετ |
6 ἠ̃σαν δὲ δίκαιοι ἀμφότεροι ἐναντίον του̃ θεου̃ πορευόμενοι ἐν πάσαις ται̃ς ἐντολαι̃ς καὶ δικαιώμασιν του̃ κυρίου ἄμεμπτοι |
7 καὶ οὐκ ἠ̃ν αὐτοι̃ς τέκνον καθότι ἠ̃ν ἡ ’Ελισάβετ στει̃ρα καὶ ἀμφότεροι προβεβηκότες ἐν ται̃ς ἡμέραις αὐτω̃ν ἠ̃σαν |
8 ἐγένετο δὲ ἐν τω̨̃ ἱερατεύειν αὐτòν ἐν τη̨̃ τάξει τη̃ς ἐφημερίας αὐτου̃ ἔναντι του̃ θεου̃ |
9 κατὰ τò ἔθος τη̃ς ἱερατείας ἔλαχε του̃ θυμια̃σαι εἰσελθὼν εἰς τòν ναòν του̃ κυρίου |
10 καὶ πα̃ν τò πλη̃θος ἠ̃ν του̃ λαου̃ προσευχόμενον ἔξω τη̨̃ ὥρα̨ του̃ θυμιάματος |
11 ὤφθη δὲ αὐτω̨̃ ἄγγελος κυρίου ἑστὼς ἐκ δεξιω̃ν του̃ θυσιαστηρίου του̃ θυμιάματος |
12 καὶ ἐταράχθη Ζαχαρίας ἰδών καὶ φόβος ἐπέπεσεν ἐπ' αὐτόν |
13 εἰ̃πεν δὲ πρòς αὐτòν ὁ ἄγγελος μὴ φοβου̃ Ζαχαρία διότι εἰσηκούσθη ἡ δέησίς σου καὶ ἡ γυνή σου ’Ελισάβετ γεννήσει υἱόν σοι καὶ καλέσεις τò ὄνομα αὐτου̃ ’Ιωάννην |
14 καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις καὶ πολλοὶ ἐπὶ τη̨̃ γενέσει αὐτου̃ χαρήσονται |
15 ἔσται γὰρ μέγας ἐνώπιον του̃ κυρίου καὶ οἰ̃νον καὶ σίκερα οὐ μὴ πίη̨ καὶ πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρòς αὐτου̃ |
16 καὶ πολλοὺς τω̃ν υἱω̃ν ’Ισραὴλ ἐπιστρέψει ἐπὶ κύριον τòν θεòν αὐτω̃ν |
17 καὶ αὐτòς προελεύσεται ἐνώπιον αὐτου̃ ἐν πνεύματι καὶ δυνάμει ’Ηλίου ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθει̃ς ἐν φρονήσει δικαίων ἑτοιμάσαι κυρίω̨ λαòν κατεσκευασμένον |
18 καὶ εἰ̃πεν Ζαχαρίας πρòς τòν ἄγγελον κατὰ τί γνώσομαι του̃το ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυι̃α ἐν ται̃ς ἡμέραις αὐτη̃ς |
19 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἰ̃πεν αὐτω̨̃ ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον του̃ θεου̃ καὶ ἀπεστάλην λαλη̃σαι πρòς σὲ καὶ εὐαγγελίσασθαί σοι ταυ̃τα |
20 καὶ ἰδοὺ ἔση̨ σιωπω̃ν καὶ μὴ δυνάμενος λαλη̃σαι ἄχρι ἡ̃ς ἡμέρας γένηται ταυ̃τα ἀνθ' ὡ̃ν οὐκ ἐπίστευσας τοι̃ς λόγοις μου οἵτινες πληρωθήσονται εἰς τòν καιρòν αὐτω̃ν |
21 καὶ ἠ̃ν ὁ λαòς προσδοκω̃ν τòν Ζαχαρίαν καὶ ἐθαύμαζον ἐν τω̨̃ χρονίζειν ἐν τω̨̃ ναω̨̃ αὐτόν |
22 ἐξελθὼν δὲ οὐκ ἐδύνατο λαλη̃σαι αὐτοι̃ς καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τω̨̃ ναω̨̃ καὶ αὐτòς ἠ̃ν διανεύων αὐτοι̃ς καὶ διέμενεν κωφός |
23 καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τη̃ς λειτουργίας αὐτου̃ ἀπη̃λθεν εἰς τòν οἰ̃κον αὐτου̃ |
24 μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν ’Ελισάβετ ἡ γυνὴ αὐτου̃ καὶ περιέκρυβεν ἑαυτὴν μη̃νας πέντε λέγουσα |
25 ὅτι οὕτως μοι πεποίηκεν κύριος ἐν ἡμέραις αἱ̃ς ἐπει̃δεν ἀφελει̃ν ὄνειδός μου ἐν ἀνθρώποις |
26 ἐν δὲ τω̨̃ μηνὶ τω̨̃ ἕκτω̨ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ἀπò του̃ θεου̃ εἰς πόλιν τη̃ς Γαλιλαίας ἡ̨̃ ὄνομα Ναζαρὲθ |
27 πρòς παρθένον ἐμνηστευμένην ἀνδρὶ ὡ̨̃ ὄνομα ’Ιωσὴφ ἐξ οἴκου Δαυίδ καὶ τò ὄνομα τη̃ς παρθένου Μαριάμ |
28 καὶ εἰσελθὼν πρòς αὐτὴν εἰ̃πεν χαι̃ρε κεχαριτωμένη ὁ κύριος μετὰ σου̃ |
29 ἡ δὲ ἐπὶ τω̨̃ λόγω̨ διεταράχθη καὶ διελογίζετο ποταπòς εἴη ὁ ἀσπασμòς οὑ̃τος |
30 καὶ εἰ̃πεν ὁ ἄγγελος αὐτη̨̃ μὴ φοβου̃ Μαριάμ εὑ̃ρες γὰρ χάριν παρὰ τω̨̃ θεω̨̃ |
31 καὶ ἰδοὺ συλλήμψη̨ ἐν γαστρὶ καὶ τέξη̨ υἱόν καὶ καλέσεις τò ὄνομα αὐτου̃ ’Ιησου̃ν |
32 οὑ̃τος ἔσται μέγας καὶ υἱòς ὑψίστου κληθήσεται καὶ δώσει αὐτω̨̃ κύριος ὁ θεòς τòν θρόνον Δαυὶδ του̃ πατρòς αὐτου̃ |
33 καὶ βασιλεύσει ἐπὶ τòν οἰ̃κον ’Ιακὼβ εἰς τοὺς αἰω̃νας καὶ τη̃ς βασιλείας αὐτου̃ οὐκ ἔσται τέλος |
34 εἰ̃πεν δὲ Μαριὰμ πρòς τòν ἄγγελον πω̃ς ἔσται του̃το ἐπεὶ ἄνδρα οὐ γινώσκω |
35 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἰ̃πεν αὐτη̨̃ πνευ̃μα ἅγιον ἐπελεύσεται ἐπὶ σέ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι διò καὶ τò γεννώμενον ἅγιον κληθήσεται υἱòς θεου̃ |
36 καὶ ἰδοὺ ’Ελισάβετ ἡ συγγενίς σου καὶ αὐτὴ συνείληφεν υἱòν ἐν γήρει αὐτη̃ς καὶ οὑ̃τος μὴν ἕκτος ἐστὶν αὐτη̨̃ τη̨̃ καλουμένη̨ στείρα̨ |
37 ὅτι οὐκ ἀδυνατήσει παρὰ του̃ θεου̃ πα̃ν ῥη̃μα |
38 εἰ̃πεν δὲ Μαριάμ ἰδοὺ ἡ δούλη κυρίου γένοιτό μοι κατὰ τò ῥη̃μά σου καὶ ἀπη̃λθεν ἀπ' αὐτη̃ς ὁ ἄγγελος |
39 ἀναστα̃σα δὲ Μαριὰμ ἐν ται̃ς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδη̃ς εἰς πόλιν ’Ιούδα |
40 καὶ εἰση̃λθεν εἰς τòν οἰ̃κον Ζαχαρίου καὶ ἠσπάσατο τὴν ’Ελισάβετ |
41 καὶ ἐγένετο ὡς ἤκουσεν τòν ἀσπασμòν τη̃ς Μαρίας ἡ ’Ελισάβετ ἐσκίρτησεν τò βρέφος ἐν τη̨̃ κοιλία̨ αὐτη̃ς καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ ’Ελισάβετ |
42 καὶ ἀνεφώνησεν κραυγη̨̃ μεγάλη̨ καὶ εἰ̃πεν εὐλογημένη σὺ ἐν γυναιξίν καὶ εὐλογημένος ὁ καρπòς τη̃ς κοιλίας σου |
43 καὶ πόθεν μοι του̃το ἵνα ἔλθη̨ ἡ μήτηρ του̃ κυρίου μου πρòς ἐμέ |
44 ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ του̃ ἀσπασμου̃ σου εἰς τὰ ὠ̃τά μου ἐσκίρτησεν ἐν ἀγαλλιάσει τò βρέφος ἐν τη̨̃ κοιλία̨ μου |
45 καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοι̃ς λελαλημένοις αὐτη̨̃ παρὰ κυρίου |
|
47 μεγαλύνει ἡ ψυχή μου τòν κύριον καὶ ἠγαλλίασεν τò πνευ̃μά μου ἐπὶ τω̨̃ θεω̨̃ τω̨̃ σωτη̃ρί μου |
48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τη̃ς δούλης αὐτου̃ ἰδοὺ γὰρ ἀπò του̃ νυ̃ν μακαριου̃σίν με πα̃σαι αἱ γενεαί |
49 ὅτι ἐποίησέν μοι μεγάλα ὁ δυνατός καὶ ἅγιον τò ὄνομα αὐτου̃ |
50 καὶ τò ἔλεος αὐτου̃ εἰς γενεὰς καὶ γενεὰς τοι̃ς φοβουμένοις αὐτόν |
51 ἐποίησεν κράτος ἐν βραχίονι αὐτου̃ διεσκόρπισεν ὑπερηφάνους διανοία̨ καρδίας αὐτω̃ν |
52 καθει̃λεν δυνάστας ἀπò θρόνων καὶ ὕψωσεν ταπεινούς |
53 πεινω̃ντας ἐνέπλησεν ἀγαθω̃ν καὶ πλουτου̃ντας ἐξαπέστειλεν κενούς |
54 ἀντελάβετο ’Ισραὴλ παιδòς αὐτου̃ μνησθη̃ναι ἐλέους |
55 καθὼς ἐλάλησεν πρòς τοὺς πατέρας ἡμω̃ν τω̨̃ ’Αβραὰμ καὶ τω̨̃ σπέρματι αὐτου̃ εἰς τòν αἰω̃να |
56 ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτη̨̃ ὡς μη̃νας τρει̃ς καὶ ὑπέστρεψεν εἰς τòν οἰ̃κον αὐτη̃ς |
57 τη̨̃ δὲ ’Ελισάβετ ἐπλήσθη ὁ χρόνος του̃ τεκει̃ν αὐτήν καὶ ἐγέννησεν υἱόν |
58 καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενει̃ς αὐτη̃ς ὅτι ἐμεγάλυνεν κύριος τò ἔλεος αὐτου̃ μετ' αὐτη̃ς καὶ συνέχαιρον αὐτη̨̃ |
59 καὶ ἐγένετο ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ ἠ̃λθον περιτεμει̃ν τò παιδίον καὶ ἐκάλουν αὐτò ἐπὶ τω̨̃ ὀνόματι του̃ πατρòς αὐτου̃ Ζαχαρίαν |
60 καὶ ἀποκριθει̃σα ἡ μήτηρ αὐτου̃ εἰ̃πεν οὐχί ἀλλὰ κληθήσεται ’Ιωάννης |
61 καὶ εἰ̃παν πρòς αὐτὴν ὅτι οὐδείς ἐστιν ἐκ τη̃ς συγγενείας σου ὃς καλει̃ται τω̨̃ ὀνόματι τούτω̨ |
62 ἐνένευον δὲ τω̨̃ πατρὶ αὐτου̃ τò τί ἂν θέλοι καλει̃σθαι αὐτό |
63 καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων ’Ιωάννης ἐστὶν ὄνομα αὐτου̃ καὶ ἐθαύμασαν πάντες |
64 ἀνεώ̨χθη δὲ τò στόμα αὐτου̃ παραχρη̃μα καὶ ἡ γλω̃σσα αὐτου̃ καὶ ἐλάλει εὐλογω̃ν τòν θεόν |
65 καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικου̃ντας αὐτούς καὶ ἐν ὅλη̨ τη̨̃ ὀρεινη̨̃ τη̃ς ’Ιουδαίας διελαλει̃το πάντα τὰ ῥήματα ταυ̃τα |
66 καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τη̨̃ καρδία̨ αὐτω̃ν λέγοντες τί ἄρα τò παιδίον του̃το ἔσται καὶ γὰρ χεὶρ κυρίου ἠ̃ν μετ' αὐτου̃ |
67 καὶ Ζαχαρίας ὁ πατὴρ αὐτου̃ ἐπλήσθη πνεύματος ἁγίου καὶ ἐπροφήτευσεν λέγων |
68 εὐλογητòς κύριος ὁ θεòς του̃ ’Ισραήλ ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τω̨̃ λαω̨̃ αὐτου̃ |
69 καὶ ἤγειρεν κέρας σωτηρίας ἡμι̃ν ἐν οἴκω̨ Δαυὶδ παιδòς αὐτου̃ |
70 καθὼς ἐλάλησεν διὰ στόματος τω̃ν ἁγίων ἀπ' αἰω̃νος προφητω̃ν αὐτου̃ |
71 σωτηρίαν ἐξ ἐχθρω̃ν ἡμω̃ν καὶ ἐκ χειρòς πάντων τω̃ν μισούντων ἡμα̃ς |
72 ποιη̃σαι ἔλεος μετὰ τω̃ν πατέρων ἡμω̃ν καὶ μνησθη̃ναι διαθήκης ἁγίας αὐτου̃ |
73 ὅρκον ὃν ὤμοσεν πρòς ’Αβραὰμ τòν πατέρα ἡμω̃ν του̃ δου̃ναι ἡμι̃ν |
74 ἀφόβως ἐκ χειρòς ἐχθρω̃ν ῥυσθέντας λατρεύειν αὐτω̨̃ |
75 ἐν ὁσιότητι καὶ δικαιοσύνη̨ ἐνώπιον αὐτου̃ πάσαις ται̃ς ἡμέραις ἡμω̃ν |
76 καὶ σὺ δέ παιδίον προφήτης ὑψίστου κληθήση̨ προπορεύση̨ γὰρ ἐνώπιον κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτου̃ |
77 του̃ δου̃ναι γνω̃σιν σωτηρίας τω̨̃ λαω̨̃ αὐτου̃ ἐν ἀφέσει ἁμαρτιω̃ν αὐτω̃ν |
78 διὰ σπλάγχνα ἐλέους θεου̃ ἡμω̃ν ἐν οἱ̃ς ἐπισκέψεται ἡμα̃ς ἀνατολὴ ἐξ ὕψους |
79 ἐπιφα̃ναι τοι̃ς ἐν σκότει καὶ σκια̨̃ θανάτου καθημένοις του̃ κατευθυ̃ναι τοὺς πόδας ἡμω̃ν εἰς ὁδòν εἰρήνης |
80 τò δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιου̃το πνεύματι καὶ ἠ̃ν ἐν ται̃ς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτου̃ πρòς τòν ’Ισραήλ |