Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 2

ἐγένετο δὲ ἐν ται̃ς ἡμέραις ἐκείναις ἐξη̃λθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πα̃σαν τὴν οἰκουμένην
αὕτη ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τη̃ς Συρίας Κυρηνίου
καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι ἕκαστος εἰς τὴν ἑαυτου̃ πόλιν
ἀνέβη δὲ καὶ ’Ιωσὴφ ἀπò τη̃ς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ εἰς τὴν ’Ιουδαίαν εἰς πόλιν Δαυὶδ ἥτις καλει̃ται Βηθλέεμ διὰ τò εἰ̃ναι αὐτòν ἐξ οἴκου καὶ πατρια̃ς Δαυίδ
ἀπογράψασθαι σὺν Μαριὰμ τη̨̃ ἐμνηστευμένη̨ αὐτω̨̃ οὔση̨ ἐγκύω̨
ἐγένετο δὲ ἐν τω̨̃ εἰ̃ναι αὐτοὺς ἐκει̃ ἐπλήσθησαν αἱ ἡμέραι του̃ τεκει̃ν αὐτήν
καὶ ἔτεκεν τòν υἱòν αὐτη̃ς τòν πρωτότοκον καὶ ἐσπαργάνωσεν αὐτòν καὶ ἀνέκλινεν αὐτòν ἐν φάτνη̨ διότι οὐκ ἠ̃ν αὐτοι̃ς τόπος ἐν τω̨̃ καταλύματι
καὶ ποιμένες ἠ̃σαν ἐν τη̨̃ χώρα̨ τη̨̃ αὐτη̨̃ ἀγραυλου̃ντες καὶ φυλάσσοντες φυλακὰς τη̃ς νυκτòς ἐπὶ τὴν ποίμνην αὐτω̃ν
καὶ ἄγγελος κυρίου ἐπέστη αὐτοι̃ς καὶ δόξα κυρίου περιέλαμψεν αὐτούς καὶ ἐφοβήθησαν φόβον μέγαν
10 καὶ εἰ̃πεν αὐτοι̃ς ὁ ἄγγελος μὴ φοβει̃σθε ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμι̃ν χαρὰν μεγάλην ἥτις ἔσται παντὶ τω̨̃ λαω̨̃
11 ὅτι ἐτέχθη ὑμι̃ν σήμερον σωτὴρ ὅς ἐστιν Χριστòς κύριος ἐν πόλει Δαυίδ
12 καὶ του̃το ὑμι̃ν τò σημει̃ον εὑρήσετε βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνη̨
13 καὶ ἐξαίφνης ἐγένετο σὺν τω̨̃ ἀγγέλω̨ πλη̃θος στρατια̃ς οὐρανίου αἰνούντων τòν θεòν καὶ λεγόντων
14 δόξα ἐν ὑψίστοις θεω̨̃ καὶ ἐπὶ γη̃ς εἰρήνη ἐν ἀνθρώποις εὐδοκίας
15 καὶ ἐγένετο ὡς ἀπη̃λθον ἀπ' αὐτω̃ν εἰς τòν οὐρανòν οἱ ἄγγελοι οἱ ποιμένες ἐλάλουν πρòς ἀλλήλους διέλθωμεν δὴ ἕως Βηθλέεμ καὶ ἴδωμεν τò ῥη̃μα του̃το τò γεγονòς ὃ ὁ κύριος ἐγνώρισεν ἡμι̃ν
16 καὶ ἠ̃λθαν σπεύσαντες καὶ ἀνευ̃ραν τήν τε Μαριὰμ καὶ τòν ’Ιωσὴφ καὶ τò βρέφος κείμενον ἐν τη̨̃ φάτνη̨
17 ἰδόντες δὲ ἐγνώρισαν περὶ του̃ ῥήματος του̃ λαληθέντος αὐτοι̃ς περὶ του̃ παιδίου τούτου
18 καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τω̃ν λαληθέντων ὑπò τω̃ν ποιμένων πρòς αὐτούς
19 ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταυ̃τα συμβάλλουσα ἐν τη̨̃ καρδία̨ αὐτη̃ς
20 καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνου̃ντες τòν θεòν ἐπὶ πα̃σιν οἱ̃ς ἤκουσαν καὶ εἰ̃δον καθὼς ἐλαλήθη πρòς αὐτούς
21 καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ του̃ περιτεμει̃ν αὐτόν καὶ ἐκλήθη τò ὄνομα αὐτου̃ ’Ιησου̃ς τò κληθὲν ὑπò του̃ ἀγγέλου πρò του̃ συλλημφθη̃ναι αὐτòν ἐν τη̨̃ κοιλία̨
22 καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι του̃ καθαρισμου̃ αὐτω̃ν κατὰ τòν νόμον Μωϋσέως ἀνήγαγον αὐτòν εἰς ‘Ιεροσόλυμα παραστη̃σαι τω̨̃ κυρίω̨
23 καθὼς γέγραπται ἐν νόμω̨ κυρίου ὅτι πα̃ν ἄρσεν διανοι̃γον μήτραν ἅγιον τω̨̃ κυρίω̨ κληθήσεται
24 καὶ του̃ δου̃ναι θυσίαν κατὰ τò εἰρημένον ἐν τω̨̃ νόμω̨ κυρίου ζευ̃γος τρυγόνων ἢ δύο νοσσοὺς περιστερω̃ν
25 καὶ ἰδοὺ ἄνθρωπος ἠ̃ν ἐν ’Ιερουσαλὴμ ὡ̨̃ ὄνομα Συμεών καὶ ὁ ἄνθρωπος οὑ̃τος δίκαιος καὶ εὐλαβής προσδεχόμενος παράκλησιν του̃ ’Ισραήλ καὶ πνευ̃μα ἠ̃ν ἅγιον ἐπ' αὐτόν
26 καὶ ἠ̃ν αὐτω̨̃ κεχρηματισμένον ὑπò του̃ πνεύματος του̃ ἁγίου μὴ ἰδει̃ν θάνατον πρὶν ἢ ἂν ἴδη̨ τòν Χριστòν κυρίου
27 καὶ ἠ̃λθεν ἐν τω̨̃ πνεύματι εἰς τò ἱερόν καὶ ἐν τω̨̃ εἰσαγαγει̃ν τοὺς γονει̃ς τò παιδίον ’Ιησου̃ν του̃ ποιη̃σαι αὐτοὺς κατὰ τò εἰθισμένον του̃ νόμου περὶ αὐτου̃
28 καὶ αὐτòς ἐδέξατο αὐτò εἰς τὰς ἀγκάλας καὶ εὐλόγησεν τòν θεòν καὶ εἰ̃πεν
29 νυ̃ν ἀπολύεις τòν δου̃λόν σου δέσποτα κατὰ τò ῥη̃μά σου ἐν εἰρήνη̨
30 ὅτι εἰ̃δον οἱ ὀφθαλμοί μου τò σωτήριόν σου
31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τω̃ν λαω̃ν
32 φω̃ς εἰς ἀποκάλυψιν ἐθνω̃ν καὶ δόξαν λαου̃ σου ’Ισραήλ
33 καὶ ἠ̃ν ὁ πατὴρ αὐτου̃ καὶ ἡ μήτηρ θαυμάζοντες ἐπὶ τοι̃ς λαλουμένοις περὶ αὐτου̃
34 καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἰ̃πεν πρòς Μαριὰμ τὴν μητέρα αὐτου̃ ἰδοὺ οὑ̃τος κει̃ται εἰς πτω̃σιν καὶ ἀνάστασιν πολλω̃ν ἐν τω̨̃ ’Ισραὴλ καὶ εἰς σημει̃ον ἀντιλεγόμενον
35 καὶ σου̃ δὲ αὐτη̃ς τὴν ψυχὴν διελεύσεται ῥομφαία ὅπως ἂν ἀποκαλυφθω̃σιν ἐκ πολλω̃ν καρδιω̃ν διαλογισμοί
36 καὶ ἠ̃ν ‘Άννα προφη̃τις θυγάτηρ Φανουήλ ἐκ φυλη̃ς ’Ασήρ αὕτη προβεβηκυι̃α ἐν ἡμέραις πολλαι̃ς ζήσασα μετὰ ἀνδρòς ἔτη ἑπτὰ ἀπò τη̃ς παρθενίας αὐτη̃ς
37 καὶ αὐτὴ χήρα ἕως ἐτω̃ν ὀγδοήκοντα τεσσάρων ἣ οὐκ ἀφίστατο του̃ ἱερου̃ νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν
38 καὶ αὐτη̨̃ τη̨̃ ὥρα̨ ἐπιστα̃σα ἀνθωμολογει̃το τω̨̃ θεω̨̃ καὶ ἐλάλει περὶ αὐτου̃ πα̃σιν τοι̃ς προσδεχομένοις λύτρωσιν ’Ιερουσαλήμ
39 καὶ ὡς ἐτέλεσαν πάντα τὰ κατὰ τòν νόμον κυρίου ἐπέστρεψαν εἰς τὴν Γαλιλαίαν εἰς πόλιν ἑαυτω̃ν Ναζαρέθ
40 τò δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιου̃το πληρούμενον σοφία̨ καὶ χάρις θεου̃ ἠ̃ν ἐπ' αὐτό
41 καὶ ἐπορεύοντο οἱ γονει̃ς αὐτου̃ κατ' ἔτος εἰς ’Ιερουσαλὴμ τη̨̃ ἑορτη̨̃ του̃ πάσχα
42 καὶ ὅτε ἐγένετο ἐτω̃ν δώδεκα ἀναβαινόντων αὐτω̃ν κατὰ τò ἔθος τη̃ς ἑορτη̃ς
43 καὶ τελειωσάντων τὰς ἡμέρας ἐν τω̨̃ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν ’Ιησου̃ς ὁ παι̃ς ἐν ’Ιερουσαλήμ καὶ οὐκ ἔγνωσαν οἱ γονει̃ς αὐτου̃
44 νομίσαντες δὲ αὐτòν εἰ̃ναι ἐν τη̨̃ συνοδία̨ ἠ̃λθον ἡμέρας ὁδòν καὶ ἀνεζήτουν αὐτòν ἐν τοι̃ς συγγενευ̃σιν καὶ τοι̃ς γνωστοι̃ς
45 καὶ μὴ εὑρόντες ὑπέστρεψαν εἰς ’Ιερουσαλὴμ ἀναζητου̃ντες αὐτόν
46 καὶ ἐγένετο μετὰ ἡμέρας τρει̃ς εὑ̃ρον αὐτòν ἐν τω̨̃ ἱερω̨̃ καθεζόμενον ἐν μέσω̨ τω̃ν διδασκάλων καὶ ἀκούοντα αὐτω̃ν καὶ ἐπερωτω̃ντα αὐτούς
47 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτου̃ ἐπὶ τη̨̃ συνέσει καὶ ται̃ς ἀποκρίσεσιν αὐτου̃
48 καὶ ἰδόντες αὐτòν ἐξεπλάγησαν καὶ εἰ̃πεν πρòς αὐτòν ἡ μήτηρ αὐτου̃ τέκνον τί ἐποίησας ἡμι̃ν οὕτως ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητου̃μέν σε
49 καὶ εἰ̃πεν πρòς αὐτούς τί ὅτι ἐζητει̃τέ με οὐκ ἤ̨δειτε ὅτι ἐν τοι̃ς του̃ πατρός μου δει̃ εἰ̃ναί με
50 καὶ αὐτοὶ οὐ συνη̃καν τò ῥη̃μα ὃ ἐλάλησεν αὐτοι̃ς
51 καὶ κατέβη μετ' αὐτω̃ν καὶ ἠ̃λθεν εἰς Ναζαρέθ καὶ ἠ̃ν ὑποτασσόμενος αὐτοι̃ς καὶ ἡ μήτηρ αὐτου̃ διετήρει πάντα τὰ ῥήματα ἐν τη̨̃ καρδία̨ αὐτη̃ς
52 καὶ ’Ιησου̃ς προέκοπτεν ἐν τη̨̃ σοφία̨ καὶ ἡλικία̨ καὶ χάριτι παρὰ θεω̨̃ καὶ ἀνθρώποις
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).