ΚΑΤΑ ΛΟΥΚΑΝ,
κεφαλίς 22,
στἰχοι 24-30
24 ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοι̃ς τò τίς αὐτω̃ν δοκει̃ εἰ̃ναι μείζων |
25 ὁ δὲ εἰ̃πεν αὐτοι̃ς οἱ βασιλει̃ς τω̃ν ἐθνω̃ν κυριεύουσιν αὐτω̃ν καὶ οἱ ἐξουσιάζοντες αὐτω̃ν εὐεργέται καλου̃νται |
26 ὑμει̃ς δὲ οὐχ οὕτως ἀλλ' ὁ μείζων ἐν ὑμι̃ν γινέσθω ὡς ὁ νεώτερος καὶ ὁ ἡγούμενος ὡς ὁ διακονω̃ν |
27 τίς γὰρ μείζων ὁ ἀνακείμενος ἢ ὁ διακονω̃ν οὐχὶ ὁ ἀνακείμενος ἐγὼ δὲ ἐν μέσω̨ ὑμω̃ν εἰμι ὡς ὁ διακονω̃ν |
28 ὑμει̃ς δέ ἐστε οἱ διαμεμενηκότες μετ' ἐμου̃ ἐν τοι̃ς πειρασμοι̃ς μου |
29 κἀγὼ διατίθεμαι ὑμι̃ν καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν |
30 ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τη̃ς τραπέζης μου ἐν τη̨̃ βασιλεία̨ μου καὶ καθήσεσθε ἐπὶ θρόνων τὰς δώδεκα φυλὰς κρίνοντες του̃ ’Ισραήλ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.