1 ἐν ἔτει δὲ πεντεκαιδεκάτω̨ τη̃ς ἡγεμονίας Τιβερίου Καίσαρος ἡγεμονεύοντος Ποντίου Πιλάτου τη̃ς ’Ιουδαίας καὶ τετρααρχου̃ντος τη̃ς Γαλιλαίας ‘Ηρώ̨δου Φιλίππου δὲ του̃ ἀδελφου̃ αὐτου̃ τετρααρχου̃ντος τη̃ς ’Ιτουραίας καὶ τραχωνίτιδος χώρας καὶ Λυσανίου τη̃ς ’Αβιληνη̃ς τετρααρχου̃ντος |
2 ἐπὶ ἀρχιερέως ‘Άννα καὶ Καϊάφα ἐγένετο ῥη̃μα θεου̃ ἐπὶ ’Ιωάννην τòν Ζαχαρίου υἱòν ἐν τη̨̃ ἐρήμω̨ |
3 καὶ ἠ̃λθεν εἰς πα̃σαν τὴν περίχωρον του̃ ’Ιορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιω̃ν |
4 ὡς γέγραπται ἐν βίβλω̨ λόγων ’Ησαΐου του̃ προφήτου φωνὴ βοω̃ντος ἐν τη̨̃ ἐρήμω̨ ἑτοιμάσατε τὴν ὁδòν κυρίου εὐθείας ποιει̃τε τὰς τρίβους αὐτου̃ |
5 πα̃σα φάραγξ πληρωθήσεται καὶ πα̃ν ὄρος καὶ βουνòς ταπεινωθήσεται καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείαν καὶ αἱ τραχει̃αι εἰς ὁδοὺς λείας |
6 καὶ ὄψεται πα̃σα σὰρξ τò σωτήριον του̃ θεου̃ |
7 ἔλεγεν οὐ̃ν τοι̃ς ἐκπορευομένοις ὄχλοις βαπτισθη̃ναι ὑπ' αὐτου̃ γεννήματα ἐχιδνω̃ν τίς ὑπέδειξεν ὑμι̃ν φυγει̃ν ἀπò τη̃ς μελλούσης ὀργη̃ς |
8 ποιήσατε οὐ̃ν καρποὺς ἀξίους τη̃ς μετανοίας καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοι̃ς πατέρα ἔχομεν τòν ’Αβραάμ λέγω γὰρ ὑμι̃ν ὅτι δύναται ὁ θεòς ἐκ τω̃ν λίθων τούτων ἐγει̃ραι τέκνα τω̨̃ ’Αβραάμ |
9 ἤδη δὲ καὶ ἡ ἀξίνη πρòς τὴν ῥίζαν τω̃ν δένδρων κει̃ται πα̃ν οὐ̃ν δένδρον μὴ ποιου̃ν καρπòν καλòν ἐκκόπτεται καὶ εἰς πυ̃ρ βάλλεται |
10 καὶ ἐπηρώτων αὐτòν οἱ ὄχλοι λέγοντες τί οὐ̃ν ποιήσωμεν |
11 ἀποκριθεὶς δὲ ἔλεγεν αὐτοι̃ς ὁ ἔχων δύο χιτω̃νας μεταδότω τω̨̃ μὴ ἔχοντι καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω |
12 ἠ̃λθον δὲ καὶ τελω̃ναι βαπτισθη̃ναι καὶ εἰ̃παν πρòς αὐτόν διδάσκαλε τί ποιήσωμεν |
13 ὁ δὲ εἰ̃πεν πρòς αὐτούς μηδὲν πλέον παρὰ τò διατεταγμένον ὑμι̃ν πράσσετε |
14 ἐπηρώτων δὲ αὐτòν καὶ στρατευόμενοι λέγοντες τί ποιήσωμεν καὶ ἡμει̃ς καὶ εἰ̃πεν αὐτοι̃ς μηδένα διασείσητε μηδὲ συκοφαντήσητε καὶ ἀρκει̃σθε τοι̃ς ὀψωνίοις ὑμω̃ν |
15 προσδοκω̃ντος δὲ του̃ λαου̃ καὶ διαλογιζομένων πάντων ἐν ται̃ς καρδίαις αὐτω̃ν περὶ του̃ ’Ιωάννου μήποτε αὐτòς εἴη ὁ Χριστός |
16 ἀπεκρίνατο λέγων πα̃σιν ὁ ’Ιωάννης ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμα̃ς ἔρχεται δὲ ὁ ἰσχυρότερός μου οὑ̃ οὐκ εἰμὶ ἱκανòς λυ̃σαι τòν ἱμάντα τω̃ν ὑποδημάτων αὐτου̃ αὐτòς ὑμα̃ς βαπτίσει ἐν πνεύματι ἁγίω̨ καὶ πυρί |
17 οὑ̃ τò πτύον ἐν τη̨̃ χειρὶ αὐτου̃ διακαθα̃ραι τὴν ἅλωνα αὐτου̃ καὶ συναγαγει̃ν τòν σι̃τον εἰς τὴν ἀποθήκην αὐτου̃ τò δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστω̨ |
18 πολλὰ μὲν οὐ̃ν καὶ ἕτερα παρακαλω̃ν εὐηγγελίζετο τòν λαόν |
19 ὁ δὲ ‘Ηρώ̨δης ὁ τετραάρχης ἐλεγχόμενος ὑπ' αὐτου̃ περὶ ‘Ηρω̨διάδος τη̃ς γυναικòς του̃ ἀδελφου̃ αὐτου̃ καὶ περὶ πάντων ὡ̃ν ἐποίησεν πονηρω̃ν ὁ ‘Ηρώ̨δης |
20 προσέθηκεν καὶ του̃το ἐπὶ πα̃σιν καὶ κατέκλεισεν τòν ’Ιωάννην ἐν φυλακη̨̃ |
21 ἐγένετο δὲ ἐν τω̨̃ βαπτισθη̃ναι ἅπαντα τòν λαòν καὶ ’Ιησου̃ βαπτισθέντος καὶ προσευχομένου ἀνεω̨χθη̃ναι τòν οὐρανòν |
22 καὶ καταβη̃ναι τò πνευ̃μα τò ἅγιον σωματικω̨̃ εἴδει ὡς περιστερὰν ἐπ' αὐτόν καὶ φωνὴν ἐξ οὐρανου̃ γενέσθαι σὺ εἰ̃ ὁ υἱός μου ὁ ἀγαπητός ἐν σοὶ εὐδόκησα |
23 καὶ αὐτòς ἠ̃ν ’Ιησου̃ς ἀρχόμενος ὡσεὶ ἐτω̃ν τριάκοντα ὢν υἱός ὡς ἐνομίζετο ’Ιωσὴφ του̃ ’Ηλὶ |
24 του̃ Μαθθὰτ του̃ Λευὶ του̃ Μελχὶ του̃ ’Ιανναὶ του̃ ’Ιωσὴφ |
25 του̃ Ματταθίου του̃ ’Αμὼς του̃ Ναοὺμ του̃ ‘Εσλὶ του̃ Ναγγαὶ |
26 του̃ Μάαθ του̃ Ματταθίου του̃ Σεμεΐν του̃ ’Ιωσὴχ του̃ ’Ιωδὰ |
27 του̃ ’Ιωανὰν του̃ ‘Ρησὰ του̃ Ζοροβαβὲλ του̃ Σαλαθιὴλ του̃ Νηρὶ |
28 του̃ Μελχὶ του̃ ’Αδδὶ του̃ Κωσὰμ του̃ ’Ελμαδὰμ του̃ ’Ὴρ |
29 του̃ ’Ιησου̃ του̃ ’Ελιέζερ του̃ ’Ιωρὶμ του̃ Μαθθὰτ του̃ Λευὶ |
30 του̃ Συμεὼν του̃ ’Ιούδα του̃ ’Ιωσὴφ του̃ ’Ιωνὰμ του̃ ’Ελιακὶμ |
31 του̃ Μελεὰ του̃ Μεννὰ του̃ Ματταθὰ του̃ Ναθὰμ του̃ Δαυὶδ |
32 του̃ ’Ιεσσαὶ του̃ ’Ιωβὴδ του̃ Βόος του̃ Σαλὰ του̃ Ναασσὼν |
33 του̃ ’Αμιναδὰβ του̃ ’Αδμὶν του̃ ’Αρνὶ του̃ ‘Εσρὼμ του̃ Φάρες του̃ ’Ιούδα |
34 του̃ ’Ιακὼβ του̃ ’Ισαὰκ του̃ ’Αβραὰμ του̃ Θάρα του̃ Ναχὼρ |
35 του̃ Σεροὺχ του̃ ‘Ραγαὺ του̃ Φάλεκ του̃ ’Έβερ του̃ Σαλὰ |
36 του̃ Καϊνὰμ του̃ ’Αρφαξὰδ του̃ Σὴμ του̃ Νω̃ε του̃ Λάμεχ |
37 του̃ Μαθουσαλὰ του̃ ‘Ενὼχ του̃ ’Ιάρετ του̃ Μαλελεὴλ του̃ Καϊνὰμ |
38 του̃ ’Ενὼς του̃ Σὴθ του̃ ’Αδὰμ του̃ θεου̃ |