Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΜΑΛΑΧΙΑΣ, κεφαλίς 1

1 λη̃μμα λόγου κυρίου ἐπὶ τὸν Ισραηλ ἐν χειρὶ ἀγγέλου αὐτου̃ θέσθε δὴ ἐπὶ τὰς καρδίας ὑμω̃ν
2 ἠγάπησα ὑμα̃ς λέγει κύριος καὶ εἴπατε ἐν τίνι ἠγάπησας ἡμα̃ς οὐκ ἀδελφὸς ἠ̃ν Ησαυ του̃ Ιακωβ λέγει κύριος καὶ ἠγάπησα τὸν Ιακωβ
3 τὸν δὲ Ησαυ ἐμίσησα καὶ ἔταξα τὰ ὅρια αὐτου̃ εἰς ἀφανισμὸν καὶ τὴν κληρονομίαν αὐτου̃ εἰς δόματα ἐρήμου
4 διότι ἐρει̃ ἡ Ιδουμαία κατέστραπται καὶ ἐπιστρέψωμεν καὶ ἀνοικοδομήσωμεν τὰς ἐρήμους τάδε λέγει κύριος παντοκράτωρ αὐτοὶ οἰκοδομήσουσιν καὶ ἐγὼ καταστρέψω καὶ ἐπικληθήσεται αὐτοι̃ς ὅρια ἀνομίας καὶ λαὸς ἐφ' ὃν παρατέτακται κύριος ἕως αἰω̃νος
5 καὶ οἱ ὀφθαλμοὶ ὑμω̃ν ὄψονται καὶ ὑμει̃ς ἐρει̃τε ἐμεγαλύνθη κύριος ὑπεράνω τω̃ν ὁρίων του̃ Ισραηλ
6 υἱὸς δοξάζει πατέρα καὶ δου̃λος τὸν κύριον αὐτου̃ καὶ εἰ πατήρ εἰμι ἐγώ που̃ ἐστιν ἡ δόξα μου καὶ εἰ κύριός εἰμι ἐγώ που̃ ἐστιν ὁ φόβος μου λέγει κύριος παντοκράτωρ ὑμει̃ς οἱ ἱερει̃ς οἱ φαυλίζοντες τὸ ὄνομά μου καὶ εἴπατε ἐν τίνι ἐφαυλίσαμεν τὸ ὄνομά σου
7 προσάγοντες πρὸς τὸ θυσιαστήριόν μου ἄρτους ἠλισγημένους καὶ εἴπατε ἐν τίνι ἠλισγήσαμεν αὐτούς ἐν τω̨̃ λέγειν ὑμα̃ς τράπεζα κυρίου ἐξουδενωμένη ἐστὶν καὶ τὰ ἐπιτιθέμενα βρώματα ἐξουδενωμένα
8 διότι ἐὰν προσαγάγητε τυφλὸν εἰς θυσίαν οὐ κακόν καὶ ἐὰν προσαγάγητε χωλὸν ἢ ἄρρωστον οὐ κακόν προσάγαγε δὴ αὐτὸ τω̨̃ ἡγουμένω̨ σου εἰ προσδέξεται αὐτό εἰ λήμψεται πρόσωπόν σου λέγει κύριος παντοκράτωρ
9 καὶ νυ̃ν ἐξιλάσκεσθε τὸ πρόσωπον του̃ θεου̃ ὑμω̃ν καὶ δεήθητε αὐτου̃ ἐν χερσὶν ὑμω̃ν γέγονεν ταυ̃τα εἰ λήμψομαι ἐξ ὑμω̃ν πρόσωπα ὑμω̃ν λέγει κύριος παντοκράτωρ
10 διότι καὶ ἐν ὑμι̃ν συγκλεισθήσονται θύραι καὶ οὐκ ἀνάψετε τὸ θυσιαστήριόν μου δωρεάν οὐκ ἔστιν μου θέλημα ἐν ὑμι̃ν λέγει κύριος παντοκράτωρ καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τω̃ν χειρω̃ν ὑμω̃ν
11 διότι ἀπ' ἀνατολω̃ν ἡλίου ἕως δυσμω̃ν τὸ ὄνομά μου δεδόξασται ἐν τοι̃ς ἔθνεσιν καὶ ἐν παντὶ τόπω̨ θυμίαμα προσάγεται τω̨̃ ὀνόματί μου καὶ θυσία καθαρά διότι μέγα τὸ ὄνομά μου ἐν τοι̃ς ἔθνεσιν λέγει κύριος παντοκράτωρ
12 ὑμει̃ς δὲ βεβηλου̃τε αὐτὸ ἐν τω̨̃ λέγειν ὑμα̃ς τράπεζα κυρίου ἠλισγημένη ἐστίν καὶ τὰ ἐπιτιθέμενα ἐξουδένωνται βρώματα αὐτου̃
13 καὶ εἴπατε ταυ̃τα ἐκ κακοπαθείας ἐστίν καὶ ἐξεφύσησα αὐτὰ λέγει κύριος παντοκράτωρ καὶ εἰσεφέρετε ἁρπάγματα καὶ τὰ χωλὰ καὶ τὰ ἐνοχλούμενα καὶ ἐὰν φέρητε τὴν θυσίαν εἰ προσδέξομαι αὐτὰ ἐκ τω̃ν χειρω̃ν ὑμω̃ν λέγει κύριος παντοκράτωρ
14 καὶ ἐπικατάρατος ὃς ἠ̃ν δυνατὸς καὶ ὑπη̃ρχεν ἐν τω̨̃ ποιμνίω̨ αὐτου̃ ἄρσεν καὶ εὐχὴ αὐτου̃ ἐπ' αὐτω̨̃ καὶ θύει διεφθαρμένον τω̨̃ κυρίω̨ διότι βασιλεὺς μέγας ἐγώ εἰμι λέγει κύριος παντοκράτωρ καὶ τὸ ὄνομά μου ἐπιφανὲς ἐν τοι̃ς ἔθνεσιν
Читать далее:ΜΑΛΑΧΙΑΣ, κεφαλίς 2
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).