ΜΙΧΑΙΑΣ,
κεφαλίς 5,
στἰχοι 1-5
1 νυ̃ν ἐμφραχθήσεται θυγάτηρ Εφραιμ ἐν φραγμω̨̃ συνοχὴν ἔταξεν ἐφ' ἡμα̃ς ἐν ῥάβδω̨ πατάξουσιν ἐπὶ σιαγόνα τὰς φυλὰς του̃ Ισραηλ |
2 καὶ σύ Βηθλεεμ οἰ̃κος του̃ Εφραθα ὀλιγοστὸς εἰ̃ του̃ εἰ̃ναι ἐν χιλιάσιν Ιουδα ἐκ σου̃ μοι ἐξελεύσεται του̃ εἰ̃ναι εἰς ἄρχοντα ἐν τω̨̃ Ισραηλ καὶ αἱ ἔξοδοι αὐτου̃ ἀπ' ἀρχη̃ς ἐξ ἡμερω̃ν αἰω̃νος |
3 διὰ του̃το δώσει αὐτοὺς ἕως καιρου̃ τικτούσης τέξεται καὶ οἱ ἐπίλοιποι τω̃ν ἀδελφω̃ν αὐτω̃ν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ισραηλ |
4 καὶ στήσεται καὶ ὄψεται καὶ ποιμανει̃ τὸ ποίμνιον αὐτου̃ ἐν ἰσχύι κυρίου καὶ ἐν τη̨̃ δόξη̨ του̃ ὀνόματος κυρίου του̃ θεου̃ αὐτω̃ν ὑπάρξουσιν διότι νυ̃ν μεγαλυνθήσεται ἕως ἄκρων τη̃ς γη̃ς |
5 καὶ ἔσται αὕτη εἰρήνη ὅταν 'Ασσύριος ἐπέλθη̨ ἐπὶ τὴν γη̃ν ὑμω̃ν καὶ ὅταν ἐπιβη̨̃ ἐπὶ τὴν χώραν ὑμω̃ν καὶ ἐπεγερθήσονται ἐπ' αὐτὸν ἑπτὰ ποιμένες καὶ ὀκτὼ δήγματα ἀνθρώπων |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.